ΚΕΦ. ΙΔ.
πόλεμον.
δευτέρου ζώου λέγοντος, ἔρχου καὶ βλέπε. καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρὸς, καὶ τῷ καθημένῳ ἐπ’ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς, ἵνα ἀλλήλους
σφάξωσι. καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
πρώτῃ, ἣν εἰς τὴν Χριστοῦ γέννησιν τὴν ἐκ πα·· ἐξειλήφασιν, εἰς τὸ κατὰ Χριστὸν ἐν Ἰορδάῃ βάπτισμα καὶ τὸν ἐπ’ ἐκεῖνο πειρασμὸν ἐδικαίωσαν ἀκούειν, ὃν καὶ νικήσαντα τὸν Κύρων διὰ τοῦ τὸν πειράζοντα καταισχύναι διάβολον· ἵνα εἰδείη μὴ μόνον 1 νικῶν, ἀλλὰ καὶ ἡττώμενος ὁ ἀλμτήριος. μηδὲ δάκνων πτέρναν ἱππέως καὶ ὑποσκελίζων τὰ κατὰ Θεὸν ἡμῶν διαβήματα, ἀλλὰ καὶ ὀπίσω δουλοπρεπῶς πίπτων καὶ ἀκούων τὸ ὕπαγε ὀπίσω μου “Σατανᾶ·” ὑπὸ ἀνθρώπου ὃν ἔδοξε καταπαλαῖσαι, ἠγνοηκὼς ὅτι Θεὸς ἦν, καὶ νῦν πρῶτον γινώσκων τὴν ἰδίαν αἰσχύνην τε καὶ ἀσθένειαν,
ὁ ἐπάνω τῶν νεφελῶν θήσειν τὸν ἑαυτοῦ θρόνον ἀλαζονευόμενος· κατὰ τὴν θείου Ἡσαΐου προσωποποιΐαν, οὐ τούτου τυχὼν ἀλλ ὑποκάτω στρῶσιν, ἀντίδοσιν εἰληφὼς τὴν σῆψιν τῆς ὑπερηφανίας.
ἣν u διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην ἔγνωμεν· ἐν ἡ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος, ἡ τοῦ κόσμου εἰρήνη ἐλύθη, καθ’ ἑαυτῆς μερισθείσης τῆς ἀνθρωπίνης φύσεως, κατὰ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου, “ οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, “ ἀλλὰ μάχαιραν,” καὶ ἐπεγεῖραι πατέρα, καὶ υἱὸν, καὶ θυγατέρα,
καὶ μητέρα, καὶ νύμφην, καὶ πενθερὰν κατὰ ἀλλήλων φονίως. ἀφ’ οὗ καὶ τὰ μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθη. ὁ δὲ πυρρὸς x ἵππος, ἣ τῆς ἐκχύσεως τῶν μαρτυρικῶν αἱμάτων σύμβολον, ἢ τῆς πυριπνόου περὶ Χριστὸν διαθέσεως τῶν μαρτύρων, δι’ ἣν καὶ ὁ θάνατος ἡδίων αὐτοῖς τῆς ζωῆς ἐνομίσθη.
τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθημένῳ ἐπὶ τὸν ἵππον λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσαν.
ὑπαινίττεται c. τὰ νέα πρὸς θεοσέβειαν τὴν κατὰ Κύριον τὰς παλαιὰς καὶ σκιωδεστέρας καὶ πολὺ τοῦ ἀληθοῦς καὶ κοσμιωτέρου ἀποφοιτώσας.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.