ΚΕΦ. ΙΒ.
ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς
πᾶσαν τὴν γῆν. καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον.
θυομένου προετυποῦτο ἀμνοῦ. καὶ διὰ Ἡσαΐου ἐκ o προσώπου φησὶ τοῦ Χριστοῦ. “ ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ “ θύεσθαι, οὐκ ἔγνων p. ” καὶ τὸ, “ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος “ αὐτὸν ἄφωνος,” καὶ εἴτι τούτῳ ἑξῆς τῷ ῥητῷ, τὸ πάθος ἡμῖν τοῦ θεανθρώπο q ἐναργέστατα διατυποῦν. τὸ δὲ μὴ ἐσφαγμένον εἰῆσθαι,
ἀλλ’ “ ὡς ἐσφαγμένον r, ” τὸ μὴ ἐναπομεῖναι δηλοῦντός ἐστι τῷ θανάτῳ. ἀνεβίω γὰρ ὁ Χριστὸς, κατὰ τὴν προφητείαν Δαβὶδ, “ οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην,” τὴν ἀνάστασιν διεξιούσης, καὶ ὅσα διὰ τῶν ἑξῆς τῷ ῥητῷ τούτῳ ἐνθεωρεῖται· λέγω δὴ τὴν ἐν τῷ ᾅδῃ κατοχὴν τοῦ Κυρίου ὅτι τριήμερος· τοῦτο
γὰρ τὸ, “ μὴ δὴ ὅσιον ἰδεῖν,” οὐχὶ φθορὰν ἀλλὰ “ διαφθοράν.” ὡς τῆς μὲν φθορᾶς τὴν διάζευξιν τῆς ψυχῆς τὴν ἀπὸ τοῦ σώματος δηλούσης· ὃ καὶ πεπονθέναι Χριστὸν, οὐδεὶς τῶν εὐσεβούντων κατὰ ἀλήθειαν Χριστιανῶν s ἀθετεῖ ὑποστῆναι· διαφθορὰν δὲ οὐ. οὐ γὰρ τῇ τελείᾳ διαλύσει τῶν ἀνθρωπίνων μερῶν ὑπεβλήθη, ἀλλὰ
καθ’ ὃν καιρὸν τὴν διαφθορὰν ὑπεισιέναι ἐχρῆν, κατὰ τοῦτον ἡ ἀνάστασις ἐνεργηθεῖσα, τὴν διαφθορὰν ἤμβλυνε. διὸ καὶ τριήθερος ἡ ἐν τῷ θανάτῳ τοῦ Κυρίου διατριβὴ, εἴγε ἐπόδεκτος ὁ τὴν φυσικὴν ἱστορίαν γράψας, τὰ σώματα τῶν θνησκότων μὴ ὑπὸ πυρὸς ἀναλωθέντων, τρεῖς ἡμέρας διακαρτερεῖν τῇ φυσικῇ ζωῇ
1 ἐνεργούμενα, καὶ τὸ ἀπὸ τοῦδε τῇ φθορᾷ, μᾶλλον δὲ t τῇ διαφθορᾷ, παραδίδοσθαι.
“ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω.” περὶ δὲ τῆς δόξης, “ καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου.” u καὶ ὡς ὅταν ἡ Σαμουὴλ μητὴρ Ἄννα χαριστήριον καύχησιν συντελοῦσα Κυρίῳ ᾄδει· “ ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ’ ἐχθρούς μου τὸ στόμα μου.
ὄντας ἁγίους ἐνήργησαν x.
εἴρηται τὸ “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ “ ἐλεοῦντος Θεοῦ,” ὅτι καὶ τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. τὸ εἰληφέναι τὸ ἀρνίον ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου τὸ βιβλίον, κατὰ τὸ ἀνθρώπινον νοητέον y, ὥσπερ τὸ ἐσφάχθαι. κατὰ γὰρ τὸ θεῖον, τοῦ Κυρίου z οὐδὲν ἐξικιαζόμενον ταῖς τρισὶν
ὑποστάσεσι τῶν θεοπρεπῶν, πλὴν τῆς τοῦ τρόπου προαγωγῆς τοῦ ἀγεννήτου καὶ γεννητοῦ, καὶ ἐκπορευτοῦ. τίς δὲ ἡ δεξιὰ εἴρηται ἥμιν.
θεῖος Ἀπόστολος, ποτὲ μὲν ὡς παρωχημένοις χρώμενος, ποτὲ δὲ 2 ὡς ἐνεστῶσιν, ἔστι δὲ ὅτε ὡς μέλλουσιν, εἰρήκαμεν ἤδη, καὶ οἰμαι ἐπιτευκτικῶς.
“ σκοπεύοντες ἀγαθοὺς καὶ κακούς.”
θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων, καὶ
ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ
πάσης φυλῆς καὶ γλώσσης, καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας ἡμᾶς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ
βασιλεύσομεν ἐπὶ τῆς γῆς.
κόσμον Θεοῦ ἐποψίας. οἱ δὲ δυνάμεις μὲν, ἐφόρους δὲ τῶν ἐξ ὧν τόδε τὸ πᾶν ὑπέστη στοιχείων d, τὸ διαρκὲς αὺτοῖς e συντηρούσας. f ὥσπερ καὶ Μωϋσῆς ἑκάστω ἔθνει ὑφηγεῖται ὑπὸ Θεοῦ Ἄγγελον ἐπιστατεῖν τετάχθαι τοὺς πρεσβυτέρους δὲ τίνες, καὶ διατὶ τοσοῦτοι, ἔφθημεν εἰρηκότες.
ὡς καὶ Δαβίδ φησι, “ αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·” 3 τοῦ ψαλτηρίου μὲν τοῦ ἀπὸ τῆς ἄνωθεν συνετγείας τὸν εἰς Θεὸν ὕμνον λαμβάνειν ** καὶ μόνον τοῦτο τῶν οὐρανίων ὀργάνων ἄνωθεν τὰς ἀφορμὰς ἔχειν τῶν φθόγγων. τῆς κιθάρας δὲ τὸ κάτωθεν κοῖλον ἐχούσης τὸ τὰς χορδὰς κρέκοντι πλήκτρῳ * * ἡδονῆς ὑπηχοῦν. * * τεσθαι ἔοικε τὴν ἀπὸ τῶν κάτω καὶ περὶ ἡμᾶς
δοξολογίαν ἅμα πεμπον * * Θεῷ μηδεμίαν τηλικῆς περιαγωγῆς ἡμᾶς οἷάν τε εἶναι τὴν πρὸς Θεὸν εὐχαριστίαν ἡμῖν ἀποπέμπεσθαι. πάντα δὲ τὰ περισπῶντα ἀφορμὴν λογίζεσθαι πρὸς σωτηρίαν τὸν ἀγαθὸν θ * * * * * δωτην ἐπινέμειν ἡμῖν· τι γὰρ ἂν ὁ ἀγαθὸς μὴ ἀγαθὸν βραβεύσει ; ἀλλ’ ἵνα καὶ τοῖς δοκοῦσιν ὁλοκλήροις τὸ
καρτερικὸν ἀντιστήσαντες πλείονα τὴν ἀντίδοσιν εὕροιεν. εἴγε ἀληθῶς τὸ “ ἕκαστος τὸν μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. αἱ δὲ χρυσαῖ φιάλαι, αἱ διάνοιαι εἰσι τῶν ἐργαζομένων τὰ θεοφιλῆ, διὸ καὶ χρυσῷ ὑπεσημάνθησαν ἀπὸ τῆς παρ’ ἡμῖν τιμίας ὕλης,) τῷ ἐνδελεχισμῷ τῆς πρὸς τὸ θεῖον ἀναστάσεως τὸ κατὰ προκοπὴν
τίμιον εὑρηκότων f. ἐκ τούτων καὶ τὰ ἐξατμίζοντα τὸ ἴαμα τῆς καθ’ ἡμῶν δικαίας τοῦ Θεοῦ ὀργῆς g ἐνάμιλλον τῶν πονηρῶν ἐπιτηδευμάτων, ἀναδίδοται θυμιάματα. διὸ καὶ θυμιάματα, οὐχὶ ἀρώματα εἴρηται. ἴαμα γὰρ, κατὰ τὸν εἰρηκότα, “ καταπαύσει h “ ἁμαρτίας μεγάλας.” καὶ ὅτι εἰς i θυμοῦ ἴαμα αἱ προσευχαὶ τῶν
ἁγίων Θεῷ ἐντυγχάνουσι, δῆλον, ἐκ μὲν τῆς παλαιᾶς δι’ ὧν φησὶ Σαμουήλ k. “ ἐὰν εἰς τὸν Θεὸν ἁμάρτῃ τίς, προσεύξεται περὶ “ αὐτοῦ.” * * * * θυμὸν τοῦ Θεοῦ τὸν κατὰ τῶν Ἑβραίων τῆς παρανομίας καταπραύνων, ὅτε ἐξαναλοῦν αὐτοὺς ἐχρημάτιζε τὸ θεῖον διὰ τοῦ, “ ἀκούσεται Αἴγυπτος καὶ πάντες ὅσοι ἀκηκόασι σου
“ τὸ ὄνομα” πραϋντικωτάτης ἐντεύξεως τὴν τοῦ θείου ἀπαμβλύνων ὀργήν. τὸ γάρ τοι τοῦ Κυρίου πρὸς Πέτρον εἰρημένον, τὴν κατ’ αὐτοῦ Πέτρου ἐξαίτησιν τοῦ Σατανᾶ, “ ὡς ἃν σηνιάσῃ αὐτὸν ὡς τὸν “ σῖτον,” καὶ τὴν ὑπὲρ Πέτρου δέησιν τοῦ Χριστοῦ, τίς ἃν παρὰ φαῦλον θῆται, μὴ τὰς τῶν θεοφιλῶν ἀνθρώπων εὐχὰς ἴαμα εἶναι
ἁμαρτιῶν. ἐκ δὲ τῆς νέας, δι’ ὧν οἱ θεῖοι τοῦ Κυρίου μαθηταὶ λύειν καὶ δεσμεῖν ἁμαρτίας ἐξουσίαν ἔλαβον. τὸ δὲ καινὴν ᾄδειν l 4 ᾠδὴν, διὰ τὸ εἶναι m καινὸν n καὶ τὸ ἱλαστήριον τοῦ θυμοῦ o ὡς ἀρνίου P ἐσφαγμένου Χριστοῦ εἰς κάθαρσιν καὶ σωτηρίαν τοῦ κόσμου παντὸς, ὑπὲρ οὗ καὶ ἀνοῖξαι τὸ βιβλίον ἐδόθη αὐτῷ καὶ λύσαι τὰς σφραγῖδας, ὡς q διὰ τοῦ αἵματος αὐτοῦ ἀγοράσαντι r ἡμᾶς ἐκ παντὸς ἔθνους καὶ γλώσσης ἁπάσης. τοῦτο γὰρ ἡ καινὴ
ᾠδὴ, δι’ s ἣν τῆς παλαιότητος τοῦ γραπτοῦ νόμου ἀπαλλαγέντες, ἐν καινότητι δὲ ζωῆς περιπατοῦντες οἱ ἐκ πάσης τῆς γῆς καταυγασθέντες, ᾄδειν χαριστήρια t διὰ τοῦ θείου Πνεύματος ἐδιδάχθημεν.
ἀπαρρησίαστον δηλοῖ, καὶ τὸ μὴ ἐξ οἰκείων κατορθωμάτων, ἀλλ’ ἐκ φιλανθρωπίας Θεοῦ τὸ ἀνακλητικὸν λαμβάνειν πρὸς σωτηρίαν· διὸ καὶ Παῦλος ὁ θεῖος ἀπὸ τῆς θείας γραφῆς πολλὴν τὴν καταφορὰν τῆς ἀνθρωπίνης οὐσίας τοῦ ἐκμελοῦς ἐργασάμενος ἐπάγει τὸ “ ταῦτα δὲ εἴρηται εἰς παράστασιν τοῦ, ἵνα πᾶν στόμα φραγῇ,
“ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ· καὶ ὡς οὐκ ἐξ οἰκείων κατορθωμάτων ἀλλὰ χάριτι Θεοῦ τὸ σεσῶσθαι εὐμοιρήσαμεν. “ χάριτι γάρ,” φησι, “ ἐσμὲν σεσωσμένοι.”
“ καὶ ἔθνους,” καὶ οὐ πᾶσαν φυλὴν καὶ γλῶσσαν καὶ ἔθνος, ὅτι μηδὲ πάντες ἐκτήθησαν τῷ Θεῷ. πολλοὶ γὰρ ταῖς ἁμαρτίαις ἐναπέθανον. σύμφωνα τούτοις καὶ τὸ ὑπὸ τοῦ Δαβὶδ ᾀδόμενον· “ ἄναστα ὁ Θ·εὸς κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ” οὐ πᾶσαν τὴν γῆν, ἀλλ’ “ ἐν πᾶσι τοῖς ἔθνεσι.”
5
ἱερεῖς.
ἀναδησαμένους· ἱερεῖς δὲ, τοὺς θυσίαν ζῶσαν εὐάρεστον τῷ Θεῷ ἑαυτοὺς κατηρτηκότας. κατὰ τὴν ἐκδοχὴν ταύτην, καὶ ὁ x τὴν γῆν τὴν τοῖς πραέσιν ὑπὸ Κυρίου ἐπηγγελμένην κατακληροναμεῖσθαι στοιχῶν, οὐ τοῖς ἀστόχοις προλογισθείη y.
γένεσιν, καὶ τὸ πατὴρ πολλῶν ἐθνῶν κληθῆναι· ἀλλὰ κατὰ τὸν φθαρτὸν τοῦτον βίον οὐδὲν ἔχον τὸ τέλειον καὶ ἄξιον τῆς τοῦ ἐπαγγειλαμένου ὑπερτελοῦς τελειότητος, οὐκ ἂν ἐπὶ τοιούτων δόσει καὶ λήψει τὸ ἱκανὸν ἀποφέροιτο ἡ ἐπαγγελία. τί οὑν τοῦτο νοεῖν βούλεται τὸ, “ καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς a; ” κατὰ μὲν
τὸ πρόχειρον καὶ θεωρητὸν τοῖς πολλοῖς, τὴν κατὰ νόμον αἰνίττεται b πολιτείαν, εἰσαγωγικωτέραν οὖσαν καὶ στοιχειώδη τοῦ κατὰ Χριστὸν τελεωτάτου πολιτεύματος, παρ’ ὅσον οὐδὲν ἐτελείωσεν ὁ νόμος. κατὰ δὲ τὸ ὄντως ὂν, τὴν κατὰ τὸ μέλλον μακαρίαν βιοτὴν c αἰωνίαν τε οὖσαν καὶ ἀκατάλυτον. διὸ καὶ τὸ τέλειον d
6 ἐγκολπίζεται. e ἀναμένειν δὲ τὴν μετὰ πάντων τῶν ὑπὲρ αὐτῆς ἠγωνισμένων ἀπόληψιν καὶ τρυφήν. οὐδὲ γὰρ εἶναι δικαίου ἀγωνοθέτου ἐπ’ ἀτελεῖ τῷ τοῦ θεάτρου πόνῳ, τῶν ἀθλητῶν μὲν ἤδη τοῦ κάματος ἀπολελυμένων, τῶν δὲ ἐναθλούντων ἔτι, τοῖς δὲ προσσοκωμένου τοῦ ἀγωνίσματος, αὐτὸν ὡσπερεὶ ἀκρασίᾳ νενικημένον
λαιμαργίας πρὸ τῆς ἐνθέσμου πανδαισίας g τοῖς ** πασασιν ἐπανοίγειν τὴν μακαρίαν ἑστίαν. ἀδήλου ὄντος εἰ καὶ πᾶσι τοῖς κεκλημένοις, ἔνδυμα δὲ γάμου μὴ ἐνδεδυμένοις, συγχωρηθείη ἡ θοίνη τοῦ θείου γάμου. καὶ ταῦτα μὲν περὶ τούτων.
κύκλῳ τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων. καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν, μυριάδες μυριάδων, καὶ χιλιάδες
χιλιάδων, λέγοντες φωνῇ μεγάλῃ, Ἀξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον, λαβεῖν τὴν δύναμιν καὶ τὸν πλοῦτον, καὶ σοφίαν, καὶ ἰσχὺν, καὶ τιμὴν, καὶ δόξαν, καὶ εὐλογίαν.
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ἐστὶ, καὶ τὰ ἐν αὐτοῖς, πάντας ἤκουσα λέγοντας, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ, ἡ εὐλογία, καὶ ἡ τιμὴ, καὶ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
ἀμήν. καὶ τὰ τέσσαρα ζωὰ λέγοντα τὸ, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσον καὶ προσεκύνησαν.
θείας ἐπιστασίας καὶ ἐποψίας.
λειτουργούντων ἀ * * σημαίνων.
τῇ μνήμῃ τῶν ὑπὲρ ἡμῶν τοῦ ἀρνίου φιλανθρώπων παθῶν σώφρονι μανίᾳ κατεπειγόμενος πρὸς ἀντίδοσιν κἂν οἰκετικὴν z τοῦ δεσπότου κατασπεῦσαι a. τὸ γὰρ ἐξ ὁμοτίμου περιττὸν καὶ ἐρεῖν· τι γὰρ μέγα δούλῳ παθεῖν τὰ τοῦ δεσπότου ; τὸ δὲ τῷ διαψηφίσματι ἐν τάξει τιμίων καὶ πλοῦτον καὶ δύναμιν καὶ σοφίαν καὶ τὰ τοιαῦτα
ὡς καθ’ ὑπεροχὴν τοῦ λαμβάνοντος ἠφορῆσθαι b ὡς οὐκ ἔχοντος, ἀνθρωπίνῃ ὑπολήψει παρείληπται· τὸ θεῖον γὰρ τούτων ἀπροσδεὲς, ὡς πάσης τιμῆς ὑπέρτερον, καὶ τὸ πᾶν τῶν ὑπ’ αὐτοῦ τὸ εἶναι λαβὸν κατόπιν τοῦ πρὸς ἀξίαν τιμὴν τοῦ παραγαγόντος αὐτὰ χωροῦντος c. ἀλλὰ γὰρ τούτου τοσοῦτον ἔχοντος πρὸς ἀντάμειψιν
τὸ ἔλαττον, αὐτὸς γοῦν, ᾧ ταῦτα περισπουδάστως προσάγεται, τῇ προαιρέσει παραμετρῶν τὰ δωρούμενα εἰς ἀξιόχρεων ἀποτίθεται.
αἰσθητῶν, τῶν τε ζώντων, τῶν τε ἁπλῶς ὄντων φυσικοῖς λόγοις, ὁ Θεὸς δοξάζεται ὡς πάντων γενεσιάρχης. καὶ ὁ τούτου μονογενὴς Υἱὸς καὶ ὁμοούσιος, καὶ τὸ πανάγιον καὶ ζωοποιὸν Πνεῦμα. e ού γὰρ, ὡς εἴρηται πολλάκις, τῶν θεοπρεπῶν τῆς Θείας ἀπομερίζεται τριάδος μία τῶν ὑποστάσεων πλὴν μόνου τοῦ ὑπάρξεως
τρόπου, ὡς τὴν καινότητα τῷ ἀνθρώπῳ καὶ τῇ δι’ αὐτὸν γεγενημένῃ 8 κτίσει χαριζόμενος, εἰ καὶ λαβεῖν οὐρανοὺς διὰ τὸ ἀνθρώπινον λέγεται πρόσλημμα τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
καὶ μία Ἐκκλησία διὰ Χριστοῦ τοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντος, ὃ καὶ g ἡ τοῦ γενάρχου Ἀδὰμ παρακοὴ περιετείχισε. Σὺν τοῖς κδ΄ πρεσβυτέροις, οὓς οἵτινες καὶ τισὶν εἰκάζονται εἴρηται, τῆς τοῦ Θεοῦ ἀξιοῦνται ὑμνῳδίας καὶ προσκυνήσεως τὸ “ τὰ σύμπαντα δοῦλα σὰ ἔργα” περαίνοντας. τὸ δὲ ἀμὴν, ἀπὸ
τῆς Ἑβραΐδος h εἴληπται φωνῆς, ἐπὶ βεβαίᾳ συγκαταθέσει προφερόμενον, ἰσοδυναμοῦν τῷ ναὶ i, ἀληθὲς καὶ ἀμετακινήτως.
τοῦ τῶν σωζομένων ἀνθρώπων πληρώματος, διὰ τῆς προσκυνήσεως ἔδειξαν, ὅτι τῷ ἀρνίῳ ἡ ἐξουσία ὑπὲρ τοῦ ἐσφάχθαι δίδοται τῶν ἐπουρανίων k καὶ ἐπιγείων καὶ καταχθονίων, ὅσον ἐστιν αὐτοῦ l ἀκοῦσαι ἀπὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως m λέγοντος· “ ἐδόθη “ μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς n.” εἰ δὲ καὶ ἐξ ἀρχῆς
ἡ δόσις συλλήψεως· διόπερ καὶ ὡς γεγονότων ἡ ἀφήγησις· ἀφ’ οὗ γὰρ ἀμνὸς καὶ ἡ δόσις. ἀλλ’ οὖν ἐναργέστερον καὶ ἅπασι γνωριμώτερον ὁπηνίκα ἡ οἰκονομία ἔσχηκε τῶν κατὰ γῆς πέρας.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.