ΙΩΑΝΝΟΥ TOY ΘΕΟΛΟΓΟΥ ΑΠΟΚΑΛΥΨΙΣ.
ΚΕΦ. Α.
τῷ δούλω αὐτοῦ Ἰωάννῃ, ὃς ἐμαρτύρησε τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. . ὅσα τε εἶδεν, καὶ ὅσα ἤκουσε, καὶ ἅ τινα δεῖ γενέσθαι μετὰ ταῦτα.
πρόεισιν. “ ἐν ἀρχῇ, ” φησὶν, “ ἦν ὁ Λόγος. ” καὶ τῆς Ἐπιστολῆς δὲ αὐτό τε προοίμιον τῆς αὐτῆς ἔχεται θεολογίας, ὃ ἦν ἀπαρχῆς προβαλλόμενος.
τοῦ Πατρὸς τῷ Υἱῷ δέδοται δὲ παρὰ τοῦ Υἱοῦ ἡμῖν τοῖς δούλοις αὐτοῦ. ἀπὸ τῶν ταπεινοτέρων γὰρ τῆς οἰκονομίας ἀρξάμενος, ἐπὶ τὰ θεοπρεπέστερα προέβη. ὡς γὰρ καὶ Πέτρος ὁ θεῖος Ἀπόστολος ἐν τῇ ἑαυτοῦ ὁμολογίᾳ τὸ, “ Χριστὸς, εἰπὼν ὄνομα, τὸ τελεώτατον ἐπήνεγκε τὸ, “ ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς τοῦ Χριστοῦ οὐκ ἀξιολόγως τὴν οἰκονομίαν παριστᾷν ἔχοντος· οὕτως οὖν καὶ νῦν τῷ, “ Χριστὸς, ὀνόματι οὗτος συνάψας τὸ, “ τοῖς δού- “ λοις αὐτοῦ, τὴν ἐν τῷ Χριστῷ θεότητα ὑπεσήμανε. τίνος γὰρ
ἦσαν a οἱ ἅγιοι δοῦλοι, εἰ μὴ τοῦ Θεοῦ ; πρὸς ὃν καὶ εἴρηται, ὅτι τὰ σύμπαντα δοῦλα σά. ἐπενεγκὼν δὲ τὸ τὴν b μυσταγωγίαν οὐ τὸν Χριστὸν αὐτόχρημα αὐτῷ καταπρᾶξαι, εἰ μὴ διὰ τοῦ ἀγγέλου αὐτοῦ, τὸ φιλάληθες τοῦ τὴν Ἀποκάλυψιν εἰληφότος ὑπέδειξεν.
καὶ τῇ Ἐπιστολῇ αὐτοῦ, ἀπὸ τῶν θειοτέρων τοῦ Χριστοῦ μᾶλλον ποιούμενος τὸν λόγον καὶ ἐνδιατρίβων αὐτοῖς, οὕτω καὶ νῦν, ἀλλ’ ἀπὸ τῶν ταπεινοτέρων, ὡς ἃν ὑποφήνῃ σαφῶς, ὡς ἄμφω, τὰ θειότερα λέγω καὶ τὰ ἀνθρώπινα, τῷ ἑνὶ καὶ τῷ αὐτῷ ἐνθεωρεῖται Χριστῷ, μεταπρέποντα. διὰ γὰρ τοῦ διακονοῦντος Ἀγγέλου, καὶ
τοῦ ὀνόματος τῶν μανθανόντων, ὅτι δοῦλοι, τὸ τῆς θεότητος Χριστοῦ ἐμφαίνει d μέγεθος, καθὸ καὶ εἴρηται, “ ὅτι τὰ σύμπαντα “ δοῦλα σά. τὴν ἔκβασιν δὲ τῶν χρηματιζομένων ἐν τάχει ὑπισχνεῖται προβῆναι, οὐχ ὡς ἔτυχεν, ἀλλὰ παραμετρῶν τὰ ἀνθρώπινα τοῖς θείοις, οἷς καὶ τὰ πολυχρονίως καὶ χιλιοστῶς ἐκτελούμενα,
“ ὡς ἡ Χθὲς e ἡμέρα, καὶ ἡ ἐν νυκτὶ φυλακὴ κρίνεται. ἣ καὶ φιλοτιμότερον προσβαλεῖν τῷ, τᾧ, “ ἐν τάχει f,” τοῦ ἀνυπερθέτως παριστῶντος ἐστὶ g τὴν ἔκβασιν λήψεσθαι τὰ δηλούμενα, μηδὲν τῆς παρατάσεως οἵας τε οὔσης τὸ συντελεσθῆναι λυμήνασθαι, ὡς οὐδὲ τὸ σήμερον τοῦ ἐχθὲς παρατεινομένου h ἐὰν μὴ i εἰς ὅπερ ἀφῖχθαι
ἀποκείμενον εὐκαίρως παρῇ, μηδεμιᾶς ὑπολιπομένης τῷ πράγματι βραδυτῆτος πρὸς j καταδοχὴν, ἀποδιαπομπήσασθαι εὐπρεπές.
“ ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. ὡς οὑν ἐν ἐκείνῳ, οὕτω καὶ νῦν φησιν, ὅτι μάρτυς ἐστὶ τοῦ ὀφθέντος αὐτῷ διὰ τῆς Ἀποκαλύψεως τῆς δοθείσης αὐτῷ παρὰ τοῦ Χριστοῦ μαρτυρίας· μαρτυρίας λέγων, οἱονεὶ διαμαρτυρίας τοῦ διαμαρτύρασθαι δηλονότι πρὸς οὓς ὁ λόγος αὐτῷ, εἰς ἐξαθώωσιν ἑαυτοῦ, μάρτυρα εἶναι ἑαυτὸν τοῦ
ὀφθέντος αὐτῷ θείου λόγου διὰ τῆς Ἀποκαλύψεως. τίνα δὲ διάμαρτύρασθαι καὶ κηρύξαι εἰς ἐξαθώωσιν ἑαυτοῦ τάτε ὄντα, τάτε ἐσόμενα, ἃ καὶ παραστατικὰ, ἅτε προφήτου, τοῦτε ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.
τάτε μέλλοντα ἔσεσθαι. προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα. καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι, “ ἅτινά εἰσι, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα γὰρ παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος, περὶ ἃ καὶ τῶν προφητῶν τὸ εὐδόκιμον.
λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα.
τῷ ὄντι ἐμαρτύρησεν ἀκοὴν προσεῖναι Ο, ἐν οἷς φησὶν, “ ὁ ἔχων “ ὧτα ἀκούειν, ἀκουέτω. καὶ τίς οὗτος ; ὁ τὴν ἀκουστὴν 2 εὐτρεπὴς m εἰς τὸ διατηρεῖν καὶ φυλάσσειν ὡς θείους νόμους τὰ εἰρημένα. ὃς καὶ πνευματικῶς ζῆν κατηρτισμένος, οὐκ ὡς ὁ ψυχικὸς ἄνθρωπος, εἴτουν n ὁ κατ’ αἴσθησιν ζῆν προαιρούμενος, ὥσπερ τὰ λόγου ἔρημα ζῷα, ἀλλὰ ἀτιμάσας μὲν πᾶν τὸ περὶ τὸ σύντροφον τοῦτο ζῆν καὶ χεῖρον ἠδὺ o, μεταταξάμενος δὲ πρὸς τὸ θεῖον
τὸ ἐν ἡμῖν, ὅλος γέγονε p τῆς κατ’ ἀρχὰς q τοῦ πλάστου, ἐπὶ τοῦ r κατ’ εἰκόνα ἑαυτοῦ πλάσματος, χρηστότητος καὶ κηδεμονίας.
ἀνένδοτον τῆς περὶ ταῦτα περιγίνεται αὐτοῖς ἐργασίας, οὐδ’ u εἰς παράτασιν χρόνου ἣ ἀποκατάστασιν νομισθείη. καὶ μάρτυς ἡ τοῦ πατριάρχου Ἰακὼβ ἐπὶ τῇ ἀναλήψει τῶν γυναικῶν ἑπταέτης καρτερία, ὡς μία ἡμέρα λογιζομένη. ἣ ἐγγὺς ὁ τῶν ἐπάθλων καιρὸς τῷ παραμετρεῖσθαι τὴν τοῦ παρόντος βίου σμικρότητα,
πρὸς τὴν τοῦ μέλλοντος ἀπειρίαν αἰῶνος.
τοῦ θρόνου αὐτοῦ, καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ. ὁ μάρτυς
ὁ πιστὸς, ὁ πρωτότοκος τῶν νεκρῶν. καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.
κατάρξασα, τὴν ἐνοικοῦσαν a τῇ φθαρτῇ ταύτῃ b κτίσει δύναμιν ἑαυτῆς ὑπέφηνεν ὡς διὰ πάσης διήκουσαν c ἣ καὶ Φίλωνι τῷ θεωρητικωτάτῳ Ἰουδαίῳ ἀνδρὶ, ἐν λόγῳ αὐτοῦ τῷ εἰς τὴν κατὰ Μωϋσέα φιλοσοφίαν, ὑποσυνᾴδειν d οὐ περιττὸν ἡγεῖται e 3 δὲ ταῖς f ἐκκλησίαις καὶ ἰσαρίθμους ἐφόρους Ἀγγέλους ὁ μακάριος νῦν Ἰωάννης ἐνέφηνε g.
ὄρους“ἐγώ εἰμι ὁ ὤν ” τὸ δὲ ἦν, ὁ παρὼν θεόσοφος Εὐαγγελιστὴς προήνεγκεν ἔντε’ τῷ Εὐαγγελίῳ αὐτοῦ “ ἐν ἀρχῇ ἢν. ὁ Λόγος, εἰπὼν, καὶ ἐν τῇ πρώτῃ τῶν καθολικῶν αὐτοῦ Ἐπιστολῶν, “ ὃ ἦν “ ἀπ’ ἀρχῆς, ” γράψας, περὶ τοῦ Λόγου τῆς ζωῆς. ἐρχόμενον δὲ τὸ θεῖον Πνεῦμα καλεῖ, ὡς οὐ μόνον κατὰ τὸν ἡμέραν τῆς Πεντηκοστῆς
ἀπεσταλμένον παρὰ τοῦ Πατρὸς, ἀλλ’ ἀεὶ n παραγινόμενον τοῖς ἀξίοις αὐτὸ δέξασθαι, καὶ διὰ τοῦ ἁγίου βαπτίσματος.
ἐν ἑαυτῷ πάντων τῶν ὄντων τὴν ἄρχην, καὶ τὰ μέσα, καὶ τὰ τελευταῖα.
διὰ τὸ συνπαρειλῆφθαι δὲ τῇ p παντοκρατορικῇ τριάδι, ἤδη καὶ ὁμότιμα ταῦτα καταλογίζεσθαι αὐτῇ χρῇ q ἀλλὰ δοῦλα καὶ λειτουργικὰ, εἴγε πειστέον r τοῖς προφήταις τοῖς διαμαρτυρομένοις, ὅτι τὰ σύμπαντα δοῦλα αὐτοῦ, καὶ δὴ καὶ τῷ θεοπάτορι Δαβὶδ, “ εὐλογεῖτε, ” φάσκοντι s, “ πάντες Ἄγγελοι Θεοῦ, δυνατοὶ
ἰσχύι; ποιοῦντες τὸν λόγον αὐτοῦ. καὶ τὸ μὲν λέγειν ὅτι τὸ συμπαραλαμβάνειν τὸ θεῖον καὶ τὴν ἀγγελιῶτιν φύσιν, παριστῶντός ἐστι τὸ ὁμότιμον εἶναι τῆς παντοκράτορος καὶ πάσης τοῦ εἶναι κτίσεως παραιτίας, καὶ τὴν λειτουργικὴν ὑπόστασιν, οὐκ ἔστιν εἰδότος, οὐδὲ ἐγγὺς u, ἀλλ’ ἀγνοοῦντος, οἶμαι, ὡς τῷ
4 δεσπόζοντι φιλεῖ συνεῖναι καὶ τὸ ὑπηρετοῦν. ᾧ δὴ καὶ Παῦλος χρώμενος διανοήματι, ἐν τῆ πρώτη Χ πρὸς Τιμόθεον Ἐπιστολῇ οὕτω πὼς γ φησί. “ μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκ- “ τῶν Ἀγγέλων. ” τοῦτο οὖν καὶ τῳ αὐτῷ ἔθει z ἐπακολουθοῦντος ἐστίν. ἀλλὰ καὶ τὸ ἐνταῦθα προσκεῖσθαι τὸ, “ ἅ ἐστιν ἐνώπιον τοῦ
“ θρόνου τοῦ Θεοῦ a, ” τὴν οἰκετικὴν καὶ λειτουργικὴν b τάξιν, οὐ τὴν ἰσότιμον αύτοῖς προσμαρτυροῦντός ἐστιν.
πρότερον, ὡς περὶ ἀσάρκου γράψας τοῦ Λόγου d ἐν οἷς ἔλεγεν, ὁ ἦν, νῦν περὶ σεσαρκωμένου αὐτοῦ διαλέγεται, φήσας, “ καὶ ἀπὸ “ Ἰησοῦ Χριστοῦ, ” οὐ διαιρῶν αὐτὸν εἰς δύο, διὰ τὸ e ἐπαγαγεῖν τὸ, “ καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ἀλλὰ τοῦτό τε καὶ ἐκεῖνο περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ μαρτυρῶν, ὅτι Λόγος τέ f ἐστι τοῦ Πατρὸς, καὶ
ὅτι ἐσαρκώθη. τοῦτο γὰρ βούλεται δηλοῦν τὸ “ Χριστὸς, ὄνομα. ὃς Χριστὸς, κατὰ τὸν μακάριον Παῦλον, ἐμαρτύρησεν ἅτε μάρτυς ἐπὶ Ποντίου Πιλάτου, ὁπηνίκα ἔφασκεν πρὸς αὐτόν. “ ἡ βασιλεία “ ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. νοεῖν γὰρ ἀπὸ τούτων διανίστησι τῶν λόγων, ὡς καὶ Θεός ἐστιν ὁ ὡς ἄνθρωπος ὁρώμενος,
καὶ ταὐτὸν g φθεγγόμενος. μάρτυς μὲν οὖν διὰ τοῦτο. πιστὸς δὲ, ἀντὶ τοῦ ἀληθὴς, Θεὸς καὶ ἄνθρωπος. διὸ καὶ ὡς ἄνθρωπος ἀπέθανεν, ἀνέστη δὲ ὡς Θεός. ἀνέστη γὰρ, οὐχ ὡς h οἱ θείᾳ i δυνάμει ὑφ’ ἑτέρων ἀναστάντες, οἳ καὶ πάλιν ἀπέθανον. οἰκείᾳ δὲ δυνάμει ἀναστὰς, ἅτε Θεὸς, πρῶτος ἀπήρξατο τῆς ἐξ αὐτοῦ
καὶ δι’ αὐτὸν ἐλπιζομένης ἀτελευτήτου καὶ αἰωνίου παλινζωΐας. διὸ καὶ πρωτότοκος λέγεται τῶν νεκρῶν, ὡς μόνος αὐτὸς κατάρξας τῆς τοιαύτης ἡμῖν τῶν ἀγαθῶν χάριτος k.
“ τῆς βασιλείας τῶν ἀνθρώπων. εἰ δὲ τοῦτο ἐπὶ τῆς θεαρχικῆς 5 νοεῖται καὶ ἐνορᾶται κυριότητος, τίς ὁ ἀντιστατῶν λόγος ὁ πάντα k τὰ θεοπρεπῶς λεγόμενα ἐπὶ τῆς ὑπερουσίου τριάδος μὴ καθ’ ἑκάστης λέγων m τῶν τριῶν ὑποστάσεων ἐξιδιοῦσθαι n καὶ ἐναρμόττεσθαι, πλὴν ταῦτα ο ἃ τὴν προαγωγὴν τούτων, ἤγουν P τὴν ὑποστατικὴν γνώρισιν, ἐμποιοῦνται, ἀλλ’ ἀποτεταγμένως κατατολμῶν
εἰς ἐξιδιάζουσαν ἑαυτῇ θείαν ἐνέργειαν ἑκάστην ὑπόστασιν τῶν τριῶν μεταχωροῦσαν παραληρεῖν ; καὶ ταῦτα Γρηγορίου μὲν τοῦ θείου τὸν λόγον q τὴν χρῆσιν, τοῦ, “ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος “ καὶ ὁ παντοκράτωρ r ” εἰς τὸν υἱὸν ἐξειληφότος, ὡς ἐφαρμοζόντων τῶν θεοπρεπῶν ὀνομάτων καὶ κοινῇ καὶ ἰδίᾳ ταῖς τρισὶν ὑποστάσεσ;
δῆλον δὲ, καὶ ἐξ ὧν τὸν τρισάγιον τῶν Σεραφὶμ ὕμνον κατὰ μὲν τὸ Εὐαγγέλιον, εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι· ὃν ὁ Παῦλος s δημηγορῶν ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα ἀπένειμεν· ἡμεῖς δὲ πατροπαραδότως ἐν τῇ φρικτῇ καὶ ἀναιμάκτῳ θυσίᾳ εἰς Πατέρα. ὥσπερ ὁ μακάριος t Ἐπιφάνιος ἐν τῷ λόγῳ τῷ εἰς τὸ
Πνεῦμα τὸ Ἅγιον u διέξεισι.
ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ, καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
τῷ ῥηθησομένῳ ἐξενήνεκται, ὃ καλεῖται ἀλλοίωσις. γίνεται δὲ τοῦτο, ὅτε τῇ προκειμένῃ φράσει ἡ ἐπιφερομένη ἔννοια μὴ ὁμοιοπτώτως τοῖς φθάσασιν ἐπενεχθῇ, ἀλλὰ πρὸς τὴν ἐπαγομένην ἔννοιαν μεταληφθῇ. δοτικῆς γὰρ πτώσεως προλειφθείσης ἐν τῷ, “ λούσαντι ἡμᾶς “ ἐπήγαγε, τὸ, “ ἐποίησεν ἡμᾶς ἐλλειπτικῶς τοῦ
ἀναφορικοῦ i ἄρθρου. ἦν γὰρ τὸ ἀνελλειπὲς k οὕτω, “ τῷ λούσαντι “ ἡμᾶς ἐν τῷ αἵματι αὐτοῦ, καὶ ποιήσαντι ἡμᾶς.’ κἂν μὲν ἡ ἐπιφερομένη ἔννοια ὁμοιοπτώτως ἐπήνεκτο οὕτω προαγομένη, ᾧ καὶ ἐποίησεν ἡμᾶς, οὐδὲν νῦν ἡμῖν περὶ τούτου προὔκειτο ζήτημα. ἐνέργειαν δὲ ὑποστήσαντος διὰ “ ἐποίησε, ῥήματος, ἀναγκαίως
ἐπ’ εὐθεῖαν πτῶσιν ἀποκλίνομεν, τὸν ἐνεργοῦντα ἐπιποθοῦντες μαθεῖν, τούτου δὲ πῶς ἂν ἐτυγχάνομεν, μὴ τῆς ὀνομαστικῆς πτώσεως παραλαμβανομένης ; δι’ ὅπερ τὸ ἐλλειπὲς ἄρθρον, ἡ ὀνομαστικὴ εὐθεῖα παρέσχεν οὕτως ἐξακούεσθαι ἀνελλειπῶς, ὃς “ καὶ “ ἐποίησεν ἡμᾶς βασιλείαν, οἱονεὶ ἀνήγαγεν ἡμᾶς εἰς βασίλειον
δόξαν. ἣν δόξαν, ἡ ἐχομένη ἔγγραφος λέξις ἱκανὴ παραστῆσαι.
ἠγάπησεν, ἑαυτὸν δοὺς ἀντίλυτρον ἡμῶν, ὡς ἀμνὸς σφαγιασθεὶς, καὶ τῷ διὰ σταυροῦ αὐτοῦ αὐτοῦ l καὶ ὕδατι λούσας ἡμᾶς, ἤγουν καθαρὰς τὸν τῶν ἁμαρτιῶν ῥύπον ἡμῶν ; καὶ οὐ μέχρι τούτου τὴν εἰς ἡμᾶς αὐτοῦ στήσας εὐεργεσίαν, ἀλλὰ καὶ βασιλείαν ἡμῖν δωρησάμενος ; καὶ τίς ἡ βασιλεία; ὅθεν ἡ δόξα ἡ δοθεῖσα m
ἡμῖν παρὰ Χριστοῦ, τοῦ γενέσθαι ἡμᾶς ἱερεῖς τοῦ Θεοῦ καὶ προφήτας, τοὺς οὐδὲν προεισενεγκόντας τῆς τοιαύτης ἐπάξιον n ἀγατῷ 7 θοδότου καὶ θείας τῷ ὄντι δωρεᾶς. ἀφ’ ὧν δωρεῶν, οὐ μόνον τῆς ἐν τῷ παρόντι βίῳ ο δόξης ἐπήβολοι, ἀλλὰ καὶ τῆς μελλούσης τυχεῖν εὐέλπιδες καθιστάμεθα.
κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναὶ, ἀμήν.
ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ω, λέγει Κύριος ὁ Θεὸς, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
αὐτὸς ἐλεύσεται, οὐχ ὡς τὸ πρῶτον ἐν παραβύστῳ r καὶ συνεσκιασμένως, ὃ καὶ ὁ προφήτης Δαβὶδ διὰ τῆς τοῦ ὑετοῦ ὡς ἐπὶ πόκον ἀψοφητὶ ἠνίξατο καταβάσεως, ἀλλὰ παρρησίᾳ, καὶ φανερῶς ἐν τῇ πατρικῇ δόξῃ s, ὥστε παντὶ ὀφθαλμῷ ὀφθῆναι κριτὴς ἀδέκαστος ἁπάντων. νεφελῶν δὲ κἀνταῦθα λόγος, ὡς ἐν τῇ ἀπὸ
γῆς t αὐτοῦ πρὸς οὐρανοὺς ἀνόδῳ u. Λουκᾶς Χ ἐν ταῖς Πράξεσι γράφει νεφέλην τὸν Κύριον ὑπολαβεῖν. Μάρκος δὲ ἐν τῷ ὑπ’ αὐτοῦ γραφέντι εὐαγγελίῳ τὸν Κύριον αὐτὸν εἰσάγει περὶ ἑαυτοῦ λέγοντα. “ καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν “ νεφελῶν τοῦ οὐρανοῦ,’’ τῶν νεφελῶν ἐνταῦθα, εἴτε διὰ τὸ κοῦφον
τὰς μεταρσίους καὶ ἀγγελικὰς δηλούντων δυνάμεις, ὡς καὶ Δαβὶδ ὁ θεοπάτωρ νέφη y τὴν ἐπίβασιν αὐτῷ τῷ θείῳ ὑποτιθείς. ἢ καὶ τοὺς θείως καὶ πνευματικῶς ζῆν ἑλομένους ἀνθρώπους δηλῶν, περὶ ὧν καὶ ὁ αὐτὸς οὕτως a φησίν. “ ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ “ αἱ νεφέλαι διῆλθον. καὶ ὁ Ἀμῶς καὶ ῾Ησαΐας περὶ τῶν αὐτῶν.
“ τίνες οἵδε ὡς νεφέλαι πέτανται, καὶ ὡς νεοσσοὶ ἀετῶν ; ” δῆλον γὰρ ὡς περὶ τῶν θεοφιλῶς βιούντων ταῦτα φησὶ τροπικῶς, ὃ καὶ μᾶλλον παραδεκτέον, εἴγε καὶ τὸ παρὸν ἱκανὸν τεκμηριῶσαι ῥητὸν, μετὰ τῶν νεφελῶν φάσκον ἔρχεσθαι τὸν κριτὴν, ἀλλ’ οὐχ ὑπὸ τῶν νεφελῶν ἐποχούμενον. ᾧτ’ καὶ Παῦλος συνᾴδει, “ ἁρπαγήσεσθαι
8 “ ἡμᾶς ἐμπεδῶν, “ εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, ” τούς κατὰ Παῦλον δηλαδὴ βεβιωκότας, τοῦ πάντοτε συνεῖναι Κυρίῳ. εἰ δὲ καὶ νεφέλας τῷ ὄντι νοεῖν τισὶ βέλτιον δοκεῖ τοιαύτας a, οἵας καὶ ἐν τῷ Θαβὼρ ὄρει καλύψαι τὸν Κύριον καὶ τοὺς αὐτοῦ μαθητὰς ὁ λόγος θρυλλεῖ b, οὐδὲν περὶ τούτων c διοίσεσθαι δεῖ. ἐρχόμενον δὲ
τὸν Κύριον δόξῃ τοιαύτῃ, ὀφθῆναι φησιν ὑπὸ παντὸς ὀφθαλμοῦ, καὶ τῶν τὴν παρουσίαν αὐτοῦ πιστῶς ἐλπισάντων, καὶ τῶν ἀπ’ ἐλπίδος αὐτὴν θεμένων· ὧν τοὺς μὲν εὐφρανθῆναι, τοὺς δὲ κόψεσθαι παγγενῆ. τοὺς δὲ d ἐκκεντήσαντας λέγει e τοὺς κατὰ τὸ σταυρικὸν αὐτοῦ πάθος, ἥλοις τε καὶ τῇ λόγχῃ τρώσαντας αὐτὸν f
καὶ σὺν τούτοις, τοὺς ἀπ’ ἐκείνων βλασφήμως αὐτῷ ἐπιτιθεμένους g. τούτοις δὲ τοῖς εἰρημένοις τὸ βέβαιον ἐπιμαρτυρῶν, ἐπεσφράγισε διὰ τοῦ εἰπεῖν h, “ ναὶ καὶ ἀμήν.’’ τοῦ ναὶ μὲν, ἐξ Ἑλληνικῆς συνηθείας τὸ ἀμετάπτωτον τῶν εἰρημένων ἐξακριβοῦντος. τοῦ δὲ ἀμὴν, παρ’ Ἑβραίοις, εἰς τὸ μηδὲν i ἂν γενέσθαι ἐμποδὼν μὴ ἐκβῆναι τὰ
ἠπειλημένα, ἐπαγομένου.
τριάδι λεγόμενα i, τὰ αὐτὰ πάλιν ἀδιαστάλτως καὶ καθ’ ἑκάστης ἐναρμόττειν τῶν ὑποστάσεων, εὐσεβὲς, ἀλλ’ οὐκ ἀσεβὲς, τοῦτον αὐτὸν αὖθις εἰσάγει μετὰ τὸ τὴν ἐσχάτην ἐπέλευσιν αὐτοῦ γνωρίσαι αὐτῷ, καὶ ὅπως αὕτη ἔσται, ἔτι καὶ ταῦτα γνωρίσαντα.
9 τοῦ ἐσχάτου τὸ ἀτελεύτητος. ἐπειδὴ γὰρ οὐκ ἔστι παρὰ ἀνθρώποις ἄναρχόν τι καὶ ἀτελεύτητον, τῇ πη ἡμῖν ἀρχῇ τε καὶ τῷ τέλει ἀντὶ τοῦ ἄναρχος καὶ ἀτελεύτητος κατεχρήσατο. τοῦτο καὶ διὰ Ἡσαΐου ἔλεγεν. “ἐγὼ Κύριος ὁ Θεὸς πρῶτος n, ἐγὼ καὶ μετὰ “ ταῦτα. ” καὶ ἵνα μή τις τὴν ἀρχὴν ἐξ οὐκ ὄντων εἰσαχθῆναι o ὑπολάβοι,
ἐπιφέρει νῦν τὸ, “ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.’’ τι δὲ ταῦτα δύναται, εἴρηται, ὅτι ὡς διαιωνίζοντα Ρ κατά τε ἀρχὴν καὶ τέλος· κατ’ ἀρχὴν μὲν 1, ἀνελλειπῶς, κατὰ τέλος δὲ r, ἀδιαδόχως. ὁ δὲ ταῦτα, καὶ παντοκράτωρ, ὡς πάσης κτίσεως αἰσθητῆς κατάρχων καὶ νοητῆς, ὁ συναΐδιος s τῷ Πατρὶ, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ
τὰ ἔργα. πρὸ βραχέως δὲ τοῖς ταπεινοτέροις καὶ ἀνθρωπικοῖς ἐνδιατρίβων, νῦν καὶ τῶν θειοτέρων καὶ ἀξιοθέων ἐφάπτεται. ὃ καὶ ἀρχόμενος τῆς προκειμένης πραγματείας ποιεῖ. ἀλλ’ ἐκεῖ μὲν οὐχ οὕτω τρανῶς, ἐνταῦθα δὲ πεπαῤῥησιασμένως, καὶ οἷα εἰκὸς τὸ περὶ τῶν θείων ἐρεῖν, ἐκ τῶν ἁγίων λαβόντα προφητῶν τὸ
ἐνδόσιμον.
Commentarius In Apocalypsin. Catenae (Novum Testamentum). ed. J.A. Cramer. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.