ΚΕΦ. Ε.
τὸ λαλεῖν σοφίαν· ἀπόβλητον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ’ς κομιδῆ τὸ κεχρῆσθαί τισιν ἣ εὐτραπελίαις, ἤγουν αἰσχρορημοσύναις, αἳ οὐκ ἀνῆκον, καθά φησιν, ὁ πάνσοφος Παῦλος· φίλον δὲ αὐτοῖς καὶ διὰ σπουδῆς γεγόνασι τούτου εὐηγορεῖν· διαμέμνηται γὰρ κατὰ τὸ εἰκὸς τῆς ἁγίας λεγούσης γραφῆς· “ ὁ
“ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκού- “ ουσι.’’ Καὶ πάλιν—ἀποδέχεται μὲν ἡ θεόπνευστος γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. ἔφη μὲν γὰρ “ εἴτις ἐν λόγῳ οὐ πταίει, “ τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.”
ψάλλει δέ που καὶ Δαβὶδ, “ θοῦ, Κύριε, φυλακὴν τῷ στόματι “ μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Καὶ πάλιν— “ Εἶτα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ “ μου.’’ ἀρίστη γὰρ φυλακὴ τὸ ἄπταιστον ἔχειν τὴν γλῶσσαν.
βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ
σῶμα μετάγομεν αὐτῶν. ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἃν ἡ ὁρμὴ τοῦ εὐθόνοντος βούληται.
“ ἡμῶν σπιλοῦσα τὸ σῶμα, καὶ ἀνάπτουσα ἡμῖν τὸν τροχὸν τῆς “ γεέννης·” τουτέστι καὶ ἐκκαίουσα καὶ κατατρέχειν ἡμῶν ποιοῦσα τὸ πῦρ· ἀλλὰ καὶ αὐτή, φησι, φλογίζεται ὑπὸ τῆς γεέννης. πῶς γὰρ οὐ φλογίζεται δεσμουμένων τῶν ἀσεβῶν χεῖρας καὶ πόδας, καὶ βαλλομένων εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ
καὶ τοῖς ἀγγέλοις αὐτοῦ. διὰ τοῦτο καὶ ὁ Ψαλμῳδὸς ἐβόα· “ θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου·” ἵνα μὴ πάθῃ ὅπερ ἡ γλῶττα τοῦ πλουσίου φλεγομένη οὐδεμιᾶς ἔτυχε παραμυθίας.
ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει· καὶ ἡ
γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας.
σκιρτᾶν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται.
δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ—καὶ τὰ ἑξῆς.
σπίλοῖ τὴν γλῶσσαν, ἀλλ’ ἡ γλῶσσα τὸν τροχὸν, τὸν τροχοειδῆ δηλονότι χρόνον. τὴν γὰρ προαίρεσιν αἰτιᾶται, καὶ τὴν προπέτειαν ἀναστέλλει· ὑφ’ ἧς ὁ βίος ἡμῶν ἐκτραχύνεται, καὶ μυρίαις ἀνωἀνωμαλίαις ὑποπίπτει· διὸ καὶ ἐπήγαγε· “ καὶ φλογιζομένη ὑπὸ “ τῆς γεέννης·” οὐκ ἃν τοῦτο προσθεῖσα· εἴγε ἄκουσα ἡ γλῶσσα ἐκινεῖτο. ὅτι δὲ τροχὸν τὸν χρόνον ἐκάλεσε διὰ τὸ τροχοειδὲς καὶ κυκλικὸν σχῆμα, εἰς ἑαυτὸν γὰρ ἑλίττεται, ἐγγυᾶται ὁ μελῳδὸς, στέφανον αὐτὸν καλέσας καὶ εἰπὼν πρὸς τὸν Θεὸν, “ εὐλόγησον “ τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.’’ κἀνταῦθα γὰρ
ἀπὸ τοῦ κυκλικοῦ σχήματος στέφανος εἰκότως ὁ χρόνος ὠνόμασται.
κατηγορεῖ, καὶ ἐπιορκεῖ, καὶ ψεύδεται, καὶ ψευδομαρτυρεῖ, καὶ πολλοὺς ἀδίκως εἰς πῦρ βάλλει, καὶ εἰς ξίφος καὶ εἰς πέλαγος ὠθεῖ. κόσμον δὲ οἶδε καλεῖν ἡ γραφὴ τὸ πλῆθος· “ ὁ κόσμος γάρ,’’ φησι, “ αὐτὸν οὐκ ἔγνω,” τουτέστι τὸ πλῆθος. ἡ γλῶσσα οὖν, φησι, πῦρ ἐστι, πλῆθος ἀδίκως κατακαίουσα, ἣ πλήθους πυρὸς
ἀδίκου δοχεῖον. ἐπειδὴ δὲ πολλοὶ τῇ κακίᾳ συμπράττοντες, καὶ τὴν ἀδικίαν σεμνύνοντες, δεινότατοι ὄντες ῥητορεύειν ἐπὶ πράξεσι πονηραῖς καὶ παρανόμοις, λόγων εὐπρέπειαν ἐχόντων οὐκ ἀπψπυροπῦντες λανθάνουσι κα· ἑαυτῶν τὴν ψῆφον τιθέμενοι, καὶ δεῖγμα τῆς ἑαυτῶν προαιρέσεως, τῆς ἐπὶ τὰ φαῦλα ῥεπούσης, διὰ τῶν
λόγων τούτων ἐκφέρουσιν· ἴσως στηλιτεύων αὐτοὺς τοῦτο ἔφη, “ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ” ὡσανεὶ ἔλεγεν, ὁ τῆς εὐγλωττίας πυρσὸς, ὅταν τοὺς μεγάλα πταίοντας κοσμεῖ, ἐγκαλλώπισμα δοκεῖ τῆς ἀδικίας. χρὴ τοιγαροῦν τῇ δεινότητι κεχρῆσθαι, οὐ πρὸς τὸ τὴν ἀδικίαν κοσμεῖν, ἀλλὰ πρὸς τὸ τὴν ἀρετὴν
σεμνύνειν, τὴν καὶ χωρὶς λόγων ὑπέρλαμπρον.
προχειροτάτη· καὶ πολύτροπος ἡ ἁμαρτία ἡ διὰ γλώσσης ἐστιν ἐνεργουμένη, ἐν ὀργαῖς, ἐν ἐπιθυμίαις, ἐν ὑποκρίσεσιν, ἐν δίκαις, ἐν ἀπάταις· καὶ τι δεῖ παντὶ τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώττης ἁμαρτανομένων; ἐξ αὐτῆς γὰρ αἰσχρολογίαι, εὐτραπελίαι, μωρολογίαι, τὰ οὐκ ἀνήκοντα καταλαλιαὶ, λόγος ἀργὸς, ἐπιορκίαι,
ψευδομαρτυρίαι, ταῦτα πάντα τὰ κακὰ καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστι δημιουργήματα. ἐπεὶ οὖν ”ἐκ τῶν λόγων σου ”δικαιώθησῃ,“ παῦσον τὴν γλῶσσαν σου ἀπὸ κακοῦ, καὶ χείλη σου μὴ λαλῆσαι δόλον·” ἀντὶ τοῦ, ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακονίαν τοῦ λόγου σοι δεδομένον, σχολάζειν ἀπὸ τῆς πονηρᾶς
ἐργασίας ποίησον.
πρὸς ἄλλο, δεικνὺς αὐτῆς τὸ κακόν. λέγει οὖν ὡς ἄτοπον, πάντων μὲν ἡμᾶς κρατεῖν χερσαίων τε καὶ ἀερίων καὶ ἐναλίων, τῆς δὲ οἰκείας γλώττης μὴ κρατεῖν.
ἑξῆς· πῶς οὖν τούτων πάντων δαμαζομένων ἀδάμαστος ἡ γλῶσσα; “ πᾶσα φῦσις’’ εἶπε· τὸ δὲ “ πᾶσα ” καὶ αὐτῆς τῆς γλώττης ἐστὶ περιληπτικόν· εἰ δὲ ἀνοίκειαk τῆς ἑαυτοῦ φύσεως ὁ ἄνθρωπος δαμάζει θηρία, πόσῳ μᾶλλον τὸ τῆς ἑαυτοῦ φύσεως μέλος εὐχερῶς δαμάσαιεν τὴν γλῶσσαν; ἀλλ’ ὡς τῶν πρὸ τούτου καὶ μετὰ τούτῶν
γεγραμμένων ἀκούσωμεν· “ τὴν γλῶσσαν, ” φησὶν, ” οὐδεὶς “ δύναται ἀνθρώπων δαμάσαι, καὶ τὰ ἑξῆς· εἶτα ἐμφαῖνον ὡς ῥᾴδιον εἴη πρὸς τὸ δοκοῦν τῆς φωνῆς ἄξαι τὸ πλῆκτρον, ἐπάγει λέγων· “ οὐ χρὴ, ἀδελφοὶ, ταῦτα οὕτως γίνεσθαι. τι λέγεις; τί παραινεῖς τὰ ἀδύνατα; εἰ γὰρ οὐδεὶς δύναται δαμάσαι, διατί μὴ
δεῖν ταῦτα γενέσθαι; ἀνέφικτα γάρ τις προσταχθεὶς, ἀπειθήσας ἀναίτιος· ἀλλ’ ἐπειδὴ φησὶ “ δύναται,’’ τούτου χάριν εἶπον, οὐ χρὴ ταῦτα οὕτως γενέσθαι· εἰ γὰρ ἀνίκητον γλῶσσα, πῶς ὑπὸ 1 Παύλου νενίκηται; πῶς τὰ βλάσφημα χείλη γέγονε θεολογικά; πῶς ἣν ἠκόνησε κατὰ Χριστοῦ λοιδορίαις, ταύτην ἐπλήρωσε ταῖς ὑπὲρ Χριστοῦ ῥητορίαις;
ἀποτέμωμεν.
καὶ λοιδορεῖν καὶ διαβάλλειν ἐθίζηται.
Θεοῦ γεγονότας· ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα.
μᾶλλον οἱ κατευχόμενοι. ἀνάγκη γὰρ ὑβρίζειν τὸν εὐχόμενον. ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· προσέρχῃ τὸν Θεὸν, ἵλεων ποιῆσαι, καὶ ἑτέροις κατεύχῃ; ἐὰν μὴ ἀφῇς, οὐκ ἀφηθήσεταί σοι.
μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαιὰς ποιῆσαι, ἣ ἄμπε- λος σύκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ ποιῆσαι ὕδωρ.
σοφίᾳ1 ἀνθρωπίνη.
ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πρᾳΰτητι σοφίας. εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῆ καρδίᾳ ὑμῶν, μὴ
κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος,
ψυχικὴ, δαιμονιώδης· ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοὴν, μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ.
εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν
ἀγαθῶν ἀδιάκριτος καὶ ἀνυπόκριτος. καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνη σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
διαλέγεται ὁ Παῦλος.
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.