ΚΕΦ. ΙΑ.
τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιων.
ἡμεῖς, ἃν μὴ τῇ συνεχεῖ μηνήμῃ τὰ καταβληθέντα περιστείλωμεν· καὶ γὰρ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥαθυμία ἀπόλλυσι· καὶ ὁ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι πνίγουσι. ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰς
ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς. πᾶσαν λύμην κωλύοντα καὶ ἀποτειχίζοντα καὶ ἀναιροῦντα· ἀλλ’ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ᾿
εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ τῶν μαθητῶν. ἡμῶν μὲν οὖν ἐστὶ καταβάλλειν τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα.
“ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν.’’
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.