ΚΕΦ. Η.
ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ
σε, καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.
ὥ· “ καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνον τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακρο- θυμία; ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς, ὅτι πολλάκις ἐκκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίαν· καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὀλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλέον τι ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ
οὕτως ἀσχάλλουσιν.
ὁ υἱὸς ὂν, φησι; μάλιστα μὲν αὐτὸς, πλὴν οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὄμνυσι, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ’ ἑαυτοῦ, λέγων, “ ἀμὴν, “ ἀμὴν, λέγω ὑμῖν·” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει, καὶ τῶν ὅρκων
τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ “ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· τί ἐστι, “ καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος;” ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις.
βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ.
μεσίτην γεγονέναι,
ὤμοσε, τουτέστι καθ’ ἑαυτοῦ· ἀλλ’ ἐκεῖνοι μὲν ὡς μείζονος, οὕτος δὲ οὐχ ὡς μείζονος, καὶ ὁμοίως ἐποίησεν· οὐ γὰρ ἴσον ἄνθρωπον καθ’ ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει· ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται;
τῷ μεθ’ ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν.
μείζονος ὀμόσαι· ἀλλ’ ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν· ὥσπερ οὖν ὄμνυσι δι’ ἡμᾶς, κα. τοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι, οὕτω καὶ τὸ “ ἔμαθεν ἐξ ὧν “ ἔπαθεν” εἴρηται· ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον τὸ διὰ τῆς πείρας ἐλθεῖν. τί ἐστι “ τῆς προ-
“ κειμένης ἐλπίδος;” ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα· ὥστε τὰ μετὰ τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων.
βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος,
ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
καὶ πιθανώτερον. ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μύριοι παρασαλευθῶσιν ἄνεμοι, ἀλλ’ ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ, οὕτω καὶ ἡ ἐλπίς. καὶ ὅρα τί σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε, θεμέλιον, ὅπερ ἀπῆδεν, ἀλλ’ ἄγκυραν· τὸ γὰρ ἐν σάλῳ ὃν, καὶ οὐ σφόδρα δοκοῦν
ἡδρᾶσθαι, ἐπὶ τῆς ὑγρᾶς ὡς ἐπὶ γῆς ἕστηκε, καὶ σαλεύεται καὶ οὐ σαλεύεται· ἐπὶ μὲν γὰρ τῶν σφόδρα στερρῶν καὶ φιλοσόφων εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς, λέγων, “ ὅστις ᾠκοδόμησε τὴν “ οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.” ἐπὶ δὲ τῶν ἀπαγορευόντων καὶ ὀφειλόντων διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν
ὁ Παῦλος· ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος, ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι· ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. “ εἰσερχομένην εἰς τὸ “ ἐσώτερον τοῦ καταπετάσματος,” ἀντὶ τοῦ διικνουμένην εἰς τὸν οὐρανόν. εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ἦ,
ἀλλὰ καὶ ἀληθὴς σφόδρα· μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι “ πρόδρομος ὑπὲρ ἡμῶν “ εἰσῆλθεν Ἰησοῦς·” ὁ δὲ πρόδρομος τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. καὶ οὐκ εἶπεν ἁπλῶς, εἰσῆλθεν, ἀλλ’ “ ὅπου “ πρό δρόμος ὑπὲρ ἡμῶν εἰσῆλθεν,” ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν·
“ κατὰ τὴν τάξιν,” φησὶ, “ Μελχισεδὲκ ἀρχιερεὺς γενό- “μένος εἰς ’τον αἰῶνα.”
τοῦτο εἰς τὸ κάτα σάρκα εἴρηται· χρὴ τοίνυν καὶ τοὺς ὢν ἐστιν ἱερεὺς, σφόδρα εἶναι βελτίους, καὶ ὥσπερ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ Ἰουδαίων τὸ μέσον· ὅρα γάρ· ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν.
ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ, περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτα, ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευιτικῆς φιλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ· κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου m τῆς ἱερωσύνης τῆς ἐν νόμω.
Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.