ΚΕΦ. ΚΑ.
εἰσάγοντας· τῇ γὰρ πίστει πάντα καθαρά· πίστεως οὖν δεῖ, οὐ βρωμάτων.
ἔξω τῆς παρεμβολῆς· διὸ καὶ ὁ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου ὅς τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθεν.
μετερρίκησε r δὲ ὥσπερ ἐπὶ τὰ ἔθνη λοιπὸν ἡ ἀφαγνίζουσα χάρις, καὶ ὡς ὁ Παῦλός φησιν, “ οἱ μακρὰν ὄντες γεγόνασιν ἐγγύς·” εἰδες τὸν τύπον λάμποντα περὶ ἁμαρτίας, φησι, καὶ ἔξω τῆς “ πύλης ἔπαθεν· τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν, φέροντες τὸν “ ὀνειδισμὸν αὐτοῦ,” τουτέστιν, τὰ αὐτὰ πάσχοντες, κοινωνοῦντες
αὐτῷ ἐν τοῖς παθήμασιν. ὡς κατάδικος ἐσταυρώθη ἔξω· μὴ τοίνυν μηδὲ ἡμεῖς αἰσχυνώμεθα ἐξιέναι “ τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες,” τουτέστι ’τον σταυρὸν, συσταυρούμενοι αὐτῷ, κα νεκροῦντες εαυτοὺς ἀπὸ τοῦ κόσμου, ἵνα καὶ ἡμῖν τὸ πάθος αὐτοῦ ἀφθαρσίας καὶ καθαρισμοῦ πρόξενον γένηται· εἰ δὲ καὶ τοὺς ἔχοντας τὰ
σωματικὰ μολύσματα ἐξωθεῖσθαι τῆς παρεμβολῆς ὁ νόμος ἐκέλευεν, ταῦτα δὲ τυπικῶς τὸν τῶν ψυχῶν μολυσμὸν ἐδήλου· ἔξω τῆς παρεμβολῆς ἔπαθεν ὁ Χριστὸς, ὅτι ὑπὲρ τῶν ἁμαρτωλῶν πέπονθεν· “ αὐτὸς γὰρ τὰς ἀνομίας ἡμῶν ᾐρε καὶ τὰς νόσους ἐβά- “ στασεν·” καὶ ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον, καὶ
μετὰ ἀνόμων ἐλογίσθη, ἵνα τοὺς ἁμαρτωλοὺς ἡμᾶς τοὺς πρὸς αὐτὸν ἐξιόντας διὰ τῆς πίστεως ἁγιάσῃ. ἕψεται πάντως ταϊς τοῦ πιστεύειν ὁμολογίαις ἡ χάρις, καὶ τῶν πλημμελημάτων ἡ ἄφεσις.
λουσαν ἐπιζητοῦμεν· δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τουτέστιν, καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
τὸ λυμηρὸν8, μηδὲν ἀπονενοημένον, τουτέστιν μετ’ αἰδοῦς καὶ εὐλα- βείας· ψυχὴ γὰρ ἐν ταῖς θλίψεσιν ἀπογινώσκει καὶ ἀπαναισχυντεῖ, ἀλλὰ μὴ ἡμεῖς.
ἀπόντας· εἰ δὲ ἕτεροι τὰ ὑπάρχοντα ὑμῶν ἡρπάκασιν, ἐκ τῶν ἐνόντων τὴν φιλοξενίαν ἐπιδείκνυσθε.
ταῖς χρείαις αὐτῶν ἀρκεῖν αἱρουμένους.
τοῦ Υἱοῦ ἐστιν ἡ χάρις δῆλον· ἐπεὶ πῶς ἐστι τι μὴ ἴση ; “ ἵνα “ πάντες,” φησὶ, “ τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πα- “ τέρα· ποῦ ἴση ἡ τιμή ; “ καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.”
γὰρ ὑπὸ μηδενὸς ἄγεσθαι, ἢ ὑπὸ κακοῦ ἄγεσθαι· πῶς οὖν ὁ Παῦλός φησι, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν,” ἀνωτέρω εἰπὼν, “ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν 2 “ πίστιν,” τότε εἶπεν “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπεί- “ κετε;” τί οὖν φησιν ; ὅταν πονηρὸς ᾖ, μὴ πειθώμεθα ; πονηρὸς πῶς λέγεις ; εἰ μὲν πίστεως ἕνεκεν, φύγε αὐτὸν καὶ παραίτησαι, μὴ μόνον ἃν ἄνθρωπος ᾖ, ἀλλὰ καὶ Ἄγγελος ἐξ οὐρανοῦ κατιών· εἰ δὲ βίου ἕνεκεν, μὴ περιεργάζου· ὁ οὖν Παῦλος πρότερον αὐτοὺς
συνέστησεν, καὶ τότε φησὶ, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ “ὑπείκετε.”
ἀγρύπνους καὶ νηφαλαίους· διὰ τοῦτό φησιν, “ ἵνα μετὰ “ χαρᾶς τοῦτο ποιῶσι, καὶ ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.” ὁρᾷς ὅτι τὸν ἄρχοντα καταφρονούμενον.
Προσέταξεν ὁ Θεός.
Σινὰ ὄρει τὸν νόμον ἐδεδώκει, εἰκὸς δὲ ἦν τινὰς ὑποτοπῆσαι περιγεγράφθαι τὸ θεῖον, ἐκέλευσε γενέσθαι σκηνὴν, ἵνα ἐκεῖθεν τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν ἐκπαιδεύει τὸν λαὸν τὴν εὐσέβεια,. ὡσπερ γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς ἀπειληφότων γῆν, ἔων γενέσθαι προσέταξεν, καὶ τὰς θείας ἐκεῖ γενέσθαι λειτουργίας ἐνομοθέτησεν, ἵνα
μὴ ἀδεῶς τοῦτο δρῶντες, τῇ τῶν ἀλιτηρίων δαιμόνων περιπέσωσι πλάνῃ, οὕτως ὁδοιποροῦσι καὶ τὴν ἔρημον διαβαίνουσι σκηνὴν ποιῆσαι προσέταξεν, μεταβῆναι καὶ αὐτὴν δυναμένην, ἵνα καὶ τὰς προσευχὰς καὶ τὰς ἱερουργίας ἐν ταύτῃ προσφέρωσι. καὶ ταῦτα δὲ τῆς αὐτῶν ἕνεκα γεγένηται χρείας. ἐπειδὴ γὰρ ἐν τῷ ὄρει τοῦ
μεγάλου Μωϋσέως πλείους διατρίψαντος ἡμέρας, πρὸς τὸν Ἀαρὼν ἔφασαν, “ ποίησον ἡμῖν θεοὺς οἳ προπορεύονται ἡμῶν,” καὶ τὴν εἰκόνα τοῦ μόσχου κατασκευάσαντες, ἐβόων χορεύοντες, “ οὗτοι οἱ “ θεοί σου Ἰσραὴλ οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου,” τὴν σκη- νῆν ταύτην προσέταξεν ὁ Θεὸς, καὶ ἀπαιρόντων ἡγεῖσθαι νενομοθέτηκεν, καὶ αὐλιζομένων ἵστασθαι, ὥστε καὶ τοὺς ἱερέας τὰς θυσίας ἐν αὐτῇ ἐπιτελεῖν. εἶχεν δὲ αὕτη τῆς κτίσεως τὴν εἰκόνα. ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεὸς, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισεν τὰ ὑπερῶα
τῶν κάτω, μίαν μὲν προσέταξεν γενέσθαι τὴν σκηνὴν, τριάκοντα μὲν πήχεων τὸ μῆκος, δώδεκα δὲ τὸ εὖρος ἔχουσαν· ἐν μέσῳ δὲ τὸ παραπέτασμα διατείνας ἐν τύπῳ τοῦ στερεώματος, διχῆ διεῖλεν αὐτήν· καὶ τὸ μὲν παρὰ τὴν θύραν μέρος ἐκάλεσεν ἅγια, τὰ δὲ τοῦ παραπετάσματος ἔνδον ἅγια ἁγίων ὠνόμασεν· καὶ ὥσπερ λέγει
Δαβὶδ, “ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκεν τοῖς “ υἱοῖς τῶν ἀνθρώπων,” οὕτως ἔξω μὲν τοῦ καταπετάσματος εἰσὶ τῇ τὸν s ἦν τοῖς ἱερεῦσι, τὰ δὲ ἔνδον ἄψαυστα ἦν καὶ ἄδυτα· καὶ ἀνάκτορα, τὸν ἀρχιερέα γὰρ μόνον ἅπαξ τοῦ ἔτους νόμος ἦν εἰσιέναι ἐκεῖ· ἦν δὲ ἐκεῖ τὰ τῶν χερουβεὶμ εἰκάσματα τύπον τῶν
ἀσωμάτων δυνάμεων ἔχοντα· ἐν μέσῳ δὲ τούτων ἡ κιβωτὸς ἔκειτο, τὰς πλάκας ἔχουσα τοῦ νόμου καὶ τὴν στάμνον τοῦ μάννα καὶ τὴν ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν· ἐπέκειτο δὲ ταύτῃ τὸ ἱλα- στήριον ταῖς πτέρυξι τῶν χερουβεὶμ σκιαζόμενον· ἐν τούτῳ δὲ ὁ τῶν ὄντων Θεὸς τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. ἐπειδὴ γὰρ ἡ θεῖα
φύσις ἀνείδεός τε καὶ ἀσχημάτιστος ἀόρατός τε καὶ ἀπερίληπτος, καὶ τῆς τοιαύτης οὐσίας εἰκόνα τεκτήνασθαι παντάπασι τῶν ἀδυνάτων, τὰ σύμβολα τῶν μεγίστων αὐτοῦ δωρεῶν ἔνδον κεῖσθαι προσέταξεν. αἱ μὲν γὰρ πλάκες τὴν νομοθεσίαν ἐδήλουν, τὴν δὲ ἱερωσύνην ἡ ῥάβδος, τὸ δὲ μάννα τὴν ἐν ἐρήμῳ τροφὴν καὶ τὸν
ἀχειροποίητον ἄρτον· τὸ δέ γε ἱλαστήριον τῆς προφητείας σύμβολον ἦν· ἐκεῖθεν γὰρ αἱ προρρήσεις ἐγίνοντο. ὥσπερ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται, οὕτω διὰ τούτων ὁ μεγαλόδωρος ἐγνωρίζετο· τὸ μὲν οὖν ἔνδον τῆς σκηνῆς· διὸ καὶ ἅγια τῶν ἁγίων ὠνόμαστο· καὶ ὅτι τοῦτο
ἀληθὲς, μάρτυς ὁ θεῖος Ἀπόστολος, οὑτωσὶ λέγων· “ οὐ γὰρ εἰς “ χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, “ ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμ . . ανισθῆναι τῷ προσώπῳ τοῦ “ Θεοῦ ὑπὲρ ἡμῶν·” καὶ πάλιν περὶ τῆς θείας ἐλπίδος διαλεγό- 3 μένος καὶ ταῦτα προστέθηκεν, “ ἣν ὡς ἄγκυραν ἔχομεν ἀσφαλῆ “ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ κατα- “ πετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς γενό- “ μένος ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.” οὐκοῦν τὰ μὲν ἔνδον τοῦ καταπετάσματος τὴν τῶν ἐπουρανίων εἶχον εἰκόνα, τὰ δὲ
ἐκτὸς τῶν ἐπιγείων, διὸ καὶ τοῖς ἱερεῦσι διηνεκῶς ἦν βατά. εἶχε δὲ ταῦτα λυχνίαν μὲν ἐν τῷ νοτίῳ μέρει κειμένην ἑπτάκαυλον, ἰσαρίθμους ἔχουσαν λύχνους ἐπικειμένους· ἐδήλουν δὲ οὗτοι τῶν ἡμερῶν τῆς ἑβδομάδος τὸν ἀριθμόν· τράπεζαν δὲ . . . . ἐφ’ ἧς ἄρτους προκεῖσθαι προσέταξε δυοκαίδεκα, καὶ φιάλας χρυσᾶς πλήρεις
λιβανωτοῦ καὶ ἀλῶν t. ἐν δὲ τῷ μέσῳ τῆς λυχνίας καὶ τῆς τραπέζης χρυσοῦν ἔκειτο θυμιατήριον· ταῦτα δὲ ἦν συντάγματα τῶν ἀπὸ γῆς τοῖς ἀνθρώποις δεδωρημένων καρπῶν. πρὸ δὲ τῆς σκηνῆς ἔξω τὸ χαλκοῦν ἦν θυσιαστήριον, τὸ γὰρ προσφερόμα δεχόμενον θύματα .... εἶναι ταῦτα . . . Θεῷ· ὅθεν .... συνεχώρησεν
.... ἀσθένειαν. ἔξω δὲ τῆς σκηνῆς ἱερουργεῖσθαι προσέταξεν, ὡς τοῖς ἔνδον ἀπονεμηθεῖσαν, λειτουργίαν ἔπιτε . . θυμίαμα γὰρ καὶ λυχνιαῖον φῶς προσφέ ...... τῆς ἁγίας τραπέζης λειτουργί .... κοντα πήχεα ἦν τὸ μῆκος τῆς σκηνῆς, καὶ δέκ’ . . . τὸ εὖρος, καταμαθεῖν εὐπ . . σέ· εἴκοσι γὰρ σανίδας εἶχε τὸ νότιον
μέρος, καὶ τοσαύτας τὸ βόριον. σανίδας γὰρ τοὺς στύλους ὠνόμασαν οἱ ἄλλοι ἑρμηνευταί· ἑκάστης δὲ σανίδος πῆχυν ἐχούσης καὶ ἥμισυ πήχυος λ΄ πήχεις αἱ εἴκοσι σανίδες ἐπλήρουν. οὕτω πάλιν τὸ πρὸς δυσμὰς ἀποβλέπων ἓξ εἶχεν σανίδας τὸ αὐτὸ μέτρον ἐχούσας καὶ δύο γωνίας· ἱρ’ δὲ πήχεις ἐκ τούτων συναγόμενοι,
οἱ μὲν δέκα τὸ ἔνδον εὖρος ἐπλήρουν, οἱ δὲ ἄλλοι δύο τὸν ἑκατέρωθεν πλευρῶν τὰς ἁρμονίας ἐδέχοντο· ἐκ μέντοι τοῦ ἑῴου μέρους τὴν θύραν γενέσθαι προσέταξεν, ἵνα καὶ αὐτὸν ...... οἷόν τινα προσκέντησιν προσφέρει τοῖς προπυλέοις εὐθὺς ἐκεῖσε τὰς ἀκτῖνας ἐκπέμπων, καὶ οἱ τῷ Θεῷ μόνῳ λατρεύειν προστεταγμένοι,
ὄπισθεν τὸν ἥλιον ἔχουσι πρὸς τὴν σκηνὴν τετραμμένην, καὶ μὴ τοῦτον, ἀλλὰ τὸν τούτου ποιητὴν προσκυνῶσι. δρυφάκτῳ τοίνυν ἡ σκηνὴ προσεώκει, σανίδας ἔχουσα πάν . . . ἡρμοσμένας ἀλλήλαις εἶχον . . . βάσεις ἀργυρᾶς καὶ τὰς κεφαλίδας ὡσαύτως· καὶ αὗ- 4 τᾶι δὲ αἱ ἔνδοθεν καὶ ἔξωθεν ἦσαν εἰλϊμμέναι χρυσῷ· τὸν δὲ ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων ἐκ διαφόρων κατεσκευασμένων χρωμάτων· τὸ μὲν γὰρ ἦν ἁλουργὸν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς, τὸ δὲ ὑακίνθῳ προσεοικός· ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χρόαν. καὶ ταῦτα δὲ τῶν δ΄ στοιχείων ἦν αἰνίγματα· ὁ μὲν γὰρ ὑάκινθος
τῷ ἀέρι προσέοικεν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρὶ, τὸ δὲ ἁλουργὸν μηνύει τὴν θάλασσαν· ἐκείνη γὰρ τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα· ἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγεται. καὶ δέρρεις δὲ εἶχε τριχίνας ἐπικειμένας, καὶ μέντοι καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν
ἀπείργειν καὶ τὸν φλογμόν. καὶ τοῖς ἱερεῦσι δὲ παντοδαπὸν περιέθηκεν κόσμον· τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα — desunt reliqua.
Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.