ΚΕΦ. Ις.
ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
ἀοράτων πληροφορῆται τις, πίστις εἶναι δύναται· ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται, μᾶλλον δὲ οὐ χαρίζεται, ἀλλ’ αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδὲ ἐστὶν ἐν ὑποστάσει, ἀλλ’ ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρα ψυχῇ, τοῦτό ἐστιν
“ ὑπόστασις πραγμάτων.” εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τι δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως ; οὐ τῶ δίκαιοι εἶναι, εἰ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται, ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί.
ἀπαλλαγὴν, τῆς παρ᾿ αὐτοῦ δικαιώσεως ἀξιούμενος· ὅθεν ὁρισάμενος αὐτὴν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει, “ ἐν ταύτῃ γὰρ ἐμαρ- “ τυρήθησαν οἱ πρεσβύτεροι.”
Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξαντο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν, τῶν θλίψεων ὀλιγοψύχουν λοιπὸν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν αὐτῶν παρεκάλεσεν εἰπὼν, “ μνήσθητε τὰς προτέρας ἡμέρας·” ἔπειτα ἀπὸ τῆς γραφῆς λεγούσης, “ ὁ δὲ δίκαιος ἐκ πίστεως ζή-
“ σεται,” ἔπειτα ἀπὸ λογισμῶν, εἰπών· “ ἔστι δὲ πίστις ἐλπιζο- “ μένων ὑπότασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·” νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν καὶ θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς· καὶ δείκνυσιν ὅτι τὰ
μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦνται· δῆλον γὰρ, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα· πόθεν ; ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν· ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ τοὐναντίον, ὡς ἐκ φαινομένων
τὰ φαινόμενα εἶναι, πίστεως δὲ δηλονότι ἔργον.
καὶ ὕστερον ᾐνίξατο· ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἣ διακοσίων ἀντέστησεν· εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπὸν, φησίν· “ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος·” καὶ θέα τίνα πρῶτον τίθησιν· τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ· οἰκεῖον τὸ πάθος· καὶ γὰρ ὑμεῖς ταῦτα, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ-
λετῶν, καὶ ὑπὸ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ Θεὸν φθονηθέντος, δεικνὺς ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται, ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ’ ὧν ἐτίμησεν· θυσίαν δὲ ἐνταῦθα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν· καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν ὅτι οὐκ ἀπεδέχθη,
ξατο καὶ ε7πεν πρὸς τὸν Κάιν, οὐκ ἃν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ; οὐκοῦν ὁ Ἅβελ καὶ ὀρθῶς προσήνεγκε καὶ ὀρθῶς διεῖλεν, ἀλλ’ ὁμ́ως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν ; ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην ἢν ὁ πατὴρ ὑπέμεινεν διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο ἁ
κατορθώσας· καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν, ᾧ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος, καὶ ταῦτα κατόρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εῃεν καὶ . . . ἐτίμησε τὸν Θεόν· εἰς τὸν πατέρα καὶ τὴν μητέρα ; ἀλλ’ ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν· ἀλλ’ εἰς τὸν ἀδελφόν ’, ἀλλὰ καὶ οὗτος ἠτίμασεν, ὥστε παρ’ ἑαυτ . . . ἀγαθὸν
ἐξεῦρε, καὶ ὁ τοσαύτης τιμῆς ἄξιος, ἐσφάγη· πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη ετͅναι δίκαιος ; λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ “ ἐπὶ Ἅβελ ἐπέβλεψεν, καὶ ἐπὶ τὰς θυσίας “ αὐτοῦ ὁ Κύριος, καὶ ἐνεπύρισεν,” εἶπεν· ὁ τοίνυν καὶ διὰ λόγων καὶ δι’ ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι’ αὐτὸν ὁρῶν ἀναιρού-
μένον, οὐκ ἤμυνεν, ἀλλ’ εἴασεν· τὸ δὲ ὑμέτερον, οὐ τοιοῦτον· πῶς γὰρ οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα, ὥστε ἐκεῖνο ὄντως πίστις ἢν, καὶ ἀπὸ πίστεως τὴν ἀρετὴν εἵλετο· τί ἐστι " καὶ δι’ “ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ;” ἵνα μὴ εἰς πολλὴν
αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς· πῶς ; ἡ ἐπισκοπὴ ἡ παρ’ αὐτοῦ, φησὶ, πολλὴ ἐστί· “ καὶ ἔτι “ λαλεῖ,” τουτέστιν ἀνεῖλεν αὐτὸν, ἀλλ’ οὐ συνανεῖλεν αὐτοῦ τὴν δόξαν καὶ τὴν μνήμην· τοῦτο δὲ καὶ τοῦ ζῆν σημεῖόν ἐστιν· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίους εἶναι, λαλεῖ· οὐ τοσοῦτον γὰρ
ἀνύει λόγος, ὅσον τὸ πάθος τοῦ ἐκείνου.
ὑμᾶς, μὴ θορυβεῖσθε· πῶς πίστει μετετέθη Ἐνώχ ; ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις· εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει ;
τὰς ἀμοιβάς. πόθεν οὖν ἡ εὐαρέστησις ; “ πιστεῦσαι γάρ’ φησὶ, “ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστιν,” οὐ τὸ τι ἐστιν· τοῦτο γὰρ λογισμῷ καταλαβεῖν ἀδύνατον· εἰ ὅτι μισθαποδότης ἐστιν πίστεως χρείαν ἔχει καὶ οὐ λογισμῶν, πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι ; πολλοὶ δὲ ζητοῦσι, ποῦ μετετέθη ὁ Ἐνὼχ,
καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, καὶ πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματι· ἀλλὰ περιττὸν ταῦτα ζητεῖν· οὐ γὰρ προσέθηκε ταῦτα ἡ γραφή· τοῦτο μὲν γὰρ γέγονε τὸ τῆς μεταθέσεως· ἐκ προοιμίων εὐθέως τῆς ἀνθρωπίνης ψυχῆς λαμβανούσης ἐλπίδα τῆς καταλύσεως τοῦ
θανάτου· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον· διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησεν.
καὶ προτροπή· ὅταν μὴ μόνον οἱ πιστεύοντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες· τι δέ ἐστι “ χρηματισθείς ” τουτέστι, πρόρρησιν λαβών· χρηματισμὸς δὲ τίνος ἕνεκεν λέγεται ; καὶ γὰρ ἀλλαχοῦ φησιν· “ ἦν “ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος·” καὶ πάλιν· “ καὶ
τί φησιν ὁ χρηματισμός ;” ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον ὥσπερ γὰρ Θεὸς χαρὰ, οὕτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; ἡ προφητεία λέγεται χρηματισμός· “ περὶ “ τῶν μὴ βλεπομένων,” φησὶ, τουτέστι, τοῦ ὑετοῦ “ εὐλαβηθεὶς “ κατεσκεύασε κιβωτόν·” ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο· ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν, ἀλλ’ ὅμως ἐφοβήθη ἐκεῖνος, καὶ κατεσκεύασε κιβωτόν· “ εἰς “ σωτηρίαν τοῦ οἴκου αὐτοῦ·” πῶς ; “ δι’ ἧς κατέκρινε τὸν “ κόσμον,” ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως· οἱ γε οὐδὲ διὰ
τῆς κατασκευῆς ἐσωφρονίζοντο.
μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης.
μὴ ἐπιστάμενος που ἔρχεται· πίστει, παρῴκησεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας
μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.
ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο· τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται· καὶ τί θαυμαστὸν εἰ αὐτὸς ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτως κατῴκησεν· ὥν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν· εἶπεν γὰρ “ σοὶ δώσω τὴν γῆν ταύ-
“ τὴν καὶ τῷ σπέρματι σου·” εἶδε τὸν υἱὸν ἐκεῖ κατοικοῦντα· καὶ ὁ ἔγγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη· τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκ . . σθαι, καίτοι καὶ πρὸς .... ἧται ὅτι σοὶ καὶ . . . τι σου, οὐ διὰ τοῦ σπέρμ’ ...
σοὶ, ἀλλὰ “ σοὶ καὶ τῷ σπέρματι σου·” καὶ οὔτε αὐτὸς ....... . . σαὰκ, οὔτε ὁ Ἰακὼβ . . . σαν τῆς ὑποσχέσεως ὁ . . γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ . . . νετο· οὗτος δὲ καὶ ἐξ ἔπι . . δεδωκὼς, καὶ τὰ μὲν εἰ . . τὰ δὲ εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν· διὰ τοῦτό φησιν, ὅτι μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.
καὶ οὐχ εὑρίσκετο τοῦ μὴ ἰδεῖν θάνατον, λέγει, “ κατὰ πίστιν ἀπέ- “ θάνον οὗτοι πάντες,” καὶ πάλιν, “ μὴ κομισάμενοι τὰς ἐπαγγε- “ λίας,” τὸν Νῶε εἰληφέναι φησὶν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἄβελ ἔτι λαλεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς, καὶ, φησὶ, “ κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι
“ τὰς ἐπαγγελίας.” τί οὖν ἐστιν ; ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον· “ κατὰ πίστιν ἀπέθανον,” ἀλλ’ ἐπειδὴ ἐξῃρημένου ἐκείνου ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας· τὸ δὲ “ μὴ “ κομισάμενοι τὰς ἐπαγγελίας,” ἀληθὲς τυγχάνει· οὐ γὰρ τοῦτο ἤμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε· ποίας δὲ καὶ ἐπαγγελίας
φησίν ; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς, οἱ δὲ περὶ Νῶε καὶ Ἄβελ καὶ Ἐνὼχ ποίας ἐπαγγελίας ἔλαβον ; ἣ τοίνυν περὶ τῶν τριῶν φησι τούτων, ἣ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε· ἀλλὰ καὶ
ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο· γεύματα δέ τινα ἦν τῶν μελλόντων· δίδωσι γὰρ καὶ ἐνταῦθα.
οὐρανῶν, περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυξεν· τὰς γὰρ ἐπαγγελίας ταύτας, φησίν· ἢ τοῦτό φησιν, ἣ ὅτι οὐκ ἔλαβον μὲν αὐτάς· θαρρήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον τῇ πίστει μόνῃ, πόρεν ἀυτὰς ιοοντες, πρὸ τεσσάρων γενέων μέτα γὰρ τοσαύτας ἀπῆλθον ἐξ Αἰγύπτου· καὶ ἀσπασάμενοι, φησὶν, καὶ ἡσθέντες·
οὕτως πεπεισμένοι ησαν πέρι ἀυτῶν.
ἡ γελάσασα ; ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως γέγονεν· τὸ γὰρ εἰπεῖν “ οὐκ ἐγέλασα,” ἀπὸ πίστεως γέγονε· τοιγαροῦν διὰ τοῦτο κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις.
σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν.
ἡ ἀναρίθμητος. ὅθεν, φησὶ, “ καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ “ πάντες·” οὐ τοῦτο μόνον λέγει ὅτι ἐγέννησεν, ἀλλ’ ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· ὡς τὰ ἄστρα, φησίν· πῶς οὖν αὐτοὺς ἀριθμεῖ; ἤτοι τὴν ὑπερβολήν φησιν, ἤτοι τοὺς ἀεὶ γενομένους.
ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς· οὕτως καὶ πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ.
μέγα καὶ ὄντως μέγα καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον· πῶς ; ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων Θεὸς, ᾗ ἔκτισεν καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων, οὐχ οὕτως, ἀλλ’ ὡς φίλος τις γνήσιος· ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος· ὁ τῆς οἰκουμένης καλούμενος Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοσούτων εἰσὶν ἀντίρροποι οἱ ἅγιοι.
πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ, οἷόν τι λέγω, εἶπεν, “ ἔξελθε ἐκ τῆς γῆς σου, “ καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ οὐκ “ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός·” ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; πάλιν φησίν· “ ἐν Ἰσαὰκ
“ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσεν,” καὶ πάλιν λέγει, ὅτι θῦσόν μοι τοῦτον τὸν μέλλοντα τὴν οἰκουμένην ἅπασαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν εἰδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας ἐναντίας ταῖς ἐπαγγελίαις ; καὶ οὐδὲ οὕτως ἐθορυβήθη οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξω τῆς ἐπαγγελίας
ὑπομένετε· εἶπε γὰρ ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, λαὶ ὅσα τοιαῦτα· ἐκεῖνος ἐναντία ὣν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ’ ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμ- φωνα· ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος
εἰπὼν, “ λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός·” ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν, ὅτι οὐκ ὄντα ἐχαρισατο, καὶ νεκρὸν ἤγειρεν ἄπο τῆς ἀύτης, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει ἐπέπειστο· ὁμοίως γὰρ ἄπορον ἦν ἀνθρωπινῷ λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης
πρὸς παιδοποΐαν δοῦναι παιδίον, καὶ σφαγιασθὲν ἀναστῆσαι· στῆσαι· ἀλλὰ προωδοποίει ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσι· καὶ ὅρα τὰ μὲν χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ· ὑμῖν δὲ τοὐναντίον φησί· τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα· εἰ δὲ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποσώσει· καὶ ἕτερον δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν “ ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ·” τι οὖν ; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν ; τίνος οὑν ἕνεκεν ἐπείραζεν αὐτόν ; οὐχ 7να αὐτὸς
μάθη, ἀλλ’ ἵνα τοῖς ἄλλοις δείξη, καὶ κατάδηλον αὐτοῦ τὴν ἀν- δρείαν ἅπασι καταστήσῃ· εἶτα ἐπεξέρχεται τῷ νοήματι· οὐκ εἶχεν φησὶ, τὶς εἰπεῖν, ὅτι ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαρρῶν τοῦτον προσήνεγκε καὶ τὸν μονογενῆ προσέφερε, φησὶν, ὁ τὰς ἐπαγγελίας
δεξάμενος· τί οὖν ὁ Ισμαὴλ, πόθεν ἦν ; μονογενῆ λέγω, φησὶν, ὅσον κατὰ τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν εἰπὼν “ μονογενῆ· ’ “ ἐν laaaK κληθήσεται σοι σπέρμα,” τουτ- ἐστιν, ἐξ αὐτοῦ· ειἶτα, ἵνα μή τις νομίσῃ ὅτι ἀπογνοὺς τοῦτο ποιεῖ, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐκείνην ἐξέ-
βάλεν, ἀλλὰ μάθῃ ὅτι καὶ τοῦτο πίστεως ἦν, φησὶν, ὅτι κἀκείνην ε7χε τὴν πίστιν, καίτοιγε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ’ οὐκ ἐμάχετο· οὐ γὰρ λογισμὸς ἀνθρώπινος ἐμέτρει τοῦ Θεοῦ τὴν δύνα. μιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεψεν, “ ὅτι καὶ ἐκ νεκρῶν ἐγεί- “ ῥεῖν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,”
τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησὶν, πῶς· τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὕτως ἐσώθη, ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλα βεν, ἀντ’ ἐκείνου σφάξας ἐκεῖνον· ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι σφαγιαζόμενος· καὶ θέα μοι τὴν φιλανθρωπίαν ὅση· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι
χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ’ ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ πράγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδοὺς υἱὸν, εἴ γε ἄνθρωπος, πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι νομισθῇ τοῦτο μόνον ποιεῖν, ἀλλ’ ὀφειλῇ.
Ἠσαῦ· πρότερον ἔθηκεν τὸν Ἰακὼβ, εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν.
“ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.” ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι ; καὶ σφόδρα· εἰ γὰρ διὰ τοῦτο οὐκ ἀπεκαλύπτετο ὁ υἱὸς, διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο· τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν,
τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἣ οὐ τοῦτο, φησὶν, ἀλλὰ πίστει περὶ μελλόντων· οὐ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ μελλόντων τῶν ἐνταῦθα· πῶς γὰρ ἄνθρωπος καθήμενος ἐν ξένῃ τοιαύτας εὐλογίας ἐδίδου ; ἀλλὰ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν. ὁρᾷς ὅτι ὅπερ ἔφην, ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ
τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώναντο τῆς εὐλογίας, ἀλλ’ εἰς ἐγγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν· εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα· ὁ μὲν γὰρ ἐν δουλεία καὶ θητεία καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις ’τον ἀπάντα διεγένετο χρόνον· ἐρωτώμενος τε πάρα του
Φαραὼ, φησίν· “ μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν,” ἐκεῖνος δὲ ἐν αὐθεντείᾳ καὶ ἀδείᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός· ποῦ οὖν ἐξεβλήθησαν αἱ εὐλογίαι, ἀλλ’ ἣ ἐν τῷ μέλλοντι; ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπέλαυον, οἱ δὲ δίκαιοι τοὐναντίον ; οὐ μὴν πάντες. ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος
ἢν, καὶ ἀπέλαυσεν καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν· προ- τίθησι δὲ τὸν Ἰακὼβ τοῦ Ἠσαῦ, ἀπὸ τῆς ἀρετῆς.
μόνον ετͅπεν, ἀλλὰ καὶ ἐθάρρει τοῖς λεγομένοις· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησὶ, “ καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ,” τουτἐστιν καὶ γέρων ὣν ἤδη προσκυνεῖ τῷ 1ωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ· καὶ διὰ τοῦτο ἐξέβη μὲν
ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν· πίστεως οὖν ἔστι μόνης τὰ κατὰ τὸν Ἰακώβ· καὶ ὁ Ἰωσὴφ δὲ τούτων ἀκούσας, καὶ τῆς ὑποσχέσεως τοῦ Θεοῦ τῆς πρὸς τὸν Ἀβραὰμ, “ σοὶ δώσω καὶ τῷ σπέρματι “ σου τὴν γῆν ταύτην, ’ ἐν ἀλλοτρίᾳ ὣν καὶ οὐδέπω ὁρῶν ἐκβεβη-
κυῖαν τὴν ὑπόσχεσιν, οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐντείλασθαι, καὶ τοὺς ἄλλους ἐνάγων εἰς πίστιν, ὥστε προσδοκᾷν τὴν ἐπάνοδον.
“ σασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.”
πρὸς τὴν πίστιν ἐπεσπάσατο· οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν σπαργάνων πολλὴ τῷ δικαίῳ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἣ καὶ τὴν βάρ- βᾶρον ἐκείνην τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέρρωσεν, καὶ εἷλεν καὶ ἐπεσπάσατο· καί τοι γ ἡ πίστις οὐχὶ καινὴν ε7χεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι ; ἀλλ’ ὑμεῖς, φησὶν, ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέ- χυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων
προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεως ἢν καὶ ὑπομονῆς.
υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας
ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.
“ Αἰγύπτου θησαυρῶν,” τὸν οὐρανὸν καἰ τὰ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τι ; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τὸ γὰρ διὰ Χριστὸν ὀνειδρ ζεσθαι βέλτιον ἡγήσατο τοῦ μὴ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ μισθὸς ἦν· “ μᾶλλον ἑλόμενος,” φησὶν, “ σνγκακου- “ χεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ·” ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν
πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων ἕλετο, καὶ ἑκὼν ἑαυτὸν ἔρριψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῶ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν· ἣ πρόσκαιρον, φησὶν, “ ἔχειν ἁμαρτίας ἀπόλαυσιν·” ἁμαρτίαν ε7πεν, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχηθῆναι, μέγα ἀγαθὸν τὴν κακουχίαν ἡγούμενος· τι ἐστι “ τὸν
“ τοῦ Χριστοῦ ; τουτέστι τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν, “ εἰ υἱὸς ε7 τοῦ Θεοῦ ’ ὑπὸ τούτων, ὑπὲρ ὧν ἐσταυροῦτο· ὅταν τις παρ’ ωτν εὐεργετῇ ὀνειδίζεται· ἐνταῦθα αὐτοὺς ἀνέ- στῆσεν, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπαθεν, καὶ ὁ Μωϋσῆς παρὰ τῶν ἰδίων, παρ’ ὧν καὶ ὑμεῖς.
διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο· πρόσεχε δὲ καὶ τῷ εἰρημένῳ, τὸ “ μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως·” φοβουμένου γὰρ ἦν, μὴ ἅψασθαι τῆς προστασίας· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν· οὖ γὰρ εἶπεν ὅτι ζητεῖ με καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι,
ὥστε καὶ τὸ φυγεῖν πίστεως ἢν, ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν· τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν, τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους καὶ λέγειν, ἴδωμεν εἰ σώζει με ὁ Θεός· ταῦτα δὲ πάντα γέγονεν, ὅτι τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει.
αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ ἀυτῶν.
μέσοις Αἰγυπτίοις, καὶ ἐπ’ ὀλέθρῳ τοσούτῳ ἀσινεῖς ἐφύλαττε τοὺς Ἰουδαίους, πολλῷ μᾶλλον ἡμᾶς διασώσει οὐκ ἐπὶ φλιῶν, ἀλλ’ ἐν ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριομένους τοῦ Χριστοῦ. ἐφοβήθη τὸ αἷμα ὁ Ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε τὸν δεσποτικὸν θάνατον ἐννοήσας, ὑμεῖς δὲ αὐτοῦ τοῦ Χριστοῦ ἔχοντες τὸ αἷμα,
οὐ θαρρεῖτε ;
κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ’ ἡ πίστις πάντα δύναται. ὁρᾷς πανταχοῦ οὐχὶ ἀκολουθίᾳ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γενόμενα ; οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον
ἅπαντα λόγον ἐκίνησεν, δεικνὺς, ὅτι οὐ νῦν ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται.
ἐκείνη τῶν ἀνδρῶν ἤκουεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε· τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε πάντων γὰρ ἀπολωλότων μόνη διεσώθη.
ἀποκναίει ’τον ἀκροατὴν.
πόρνην θεὶς, τούτους οὐ θήσει ; μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ’ εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πιστει.
καὶ οὐδὲ οὕτως ἀπέγνωσαν· τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα· “ ἔφυγον στόματα μα- “ χαίρας·” περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν.
τοῦτο λέγεται, ὁ ἀποκεφαλισμός.
διό φησι, τοῦτο μὲν ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ ὅτι καὶ πρὸς αὐτὴ, τὴν τελευτὴ, ἴσχυεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστίν· εἰπὼν δὲ τὰ κατὰ τοὺς Ἀποστόλους ὅτι “ ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν Ἀποστόλων
δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος καὶ μάλιστα θαυμασθέντος φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν.
ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἄξιος ἦν ὁ κόσμος.
καὶ ταῖς ὀπαῖς τῆς γῆς.
ὑμεῖς τί ἐστι καὶ ὅσον ἐστὶν τὸν Ἀβραὰμ καθῆσθαι καὶ τὸν Ἀπόστολον Παῦλον, περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν· ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν· περὶ ἡμῶν γὰρ, φησὶν, ὅτι κρεῖττόν τι προσβλέψατο ὁ Θεὸς, ἵνα μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἵνα ὥρισε
πασι τῶν στεφάνων τίν καῖρον· καὶ οὐκ εἶπεν ἴνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ’ “ ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι,” προέλαβον κατὰ τοὺς ἀγῶνα,; ἀλλ’ οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους, οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ’ ἡμᾶς ἐτίμησεν.
Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.