ΚΕΦ. Α.
πρὸς πάντας τοὺς ἁγίους· ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται, ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστὸν Ἰησοῦν.
ἄνδρα θαυμάσας καὶ ἐπαινέσας, ἐπὶ τοῖς κατορθώμασι καὶ τῆς ἑαυτοῦ ἀγάπης δείξας τεκμήριον οὐ μικρὸν, τὸ διὰ παντὸς αὐτοῦ μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ εἰπὼν ὅτι πολλοὶ ἀναπαύονται, καὶ πᾶσιν ὑπακούει καὶ πείθεται, τότε καὶ ἑαυτὴν τελευταίαν τίθησιν· οὐκ εἶπε δὲ ἡ πίστις σου, ἀλλ’ “ ἡ κοινωνία τῆς πίστεως
“ σου,” συνάπτων αὐτὸν ἑαυτῶ, καὶ ἓν σῶμα δεικνὺς, καὶ τούτῳ μάλιστα αὐτὸν δυσωπῶν.
φησιν, “ ὅτι τὰ σπλάγχνα τῶν ἁγίων,” ὡς ἃν εἰ περὶ παιδίου ποθεινοῦ τοῖς πατράσιν ὄντος καὶ ἐπεράστου· οὕτως ἡ ἀγάπη δείκνυσιν αὐτὸν καὶ σφόδρα ἀγαπώμενον παρ’ αὐτῶν.
λεγομένων πλήξει τὸν ἀκροατήν· ὅθεν ἐκ περιουσίας πολλὴν τίθεται τὴν προδιόρθωσιν. ὡς ἃν εἰ ἔλεγεν, παρρησίαν ἡμῖν ἔδωκας οὐ, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν Χριστῷ, οὐχ ὡς ἐν τῷ κόσμῳ λαμπρότερος ὣν, ἀλλὰ διὰ τὴν πίστιν τὴν εἰς τὸν Χριστὸν, καὶ τότε ἔθηκε τὸ ἐπιτάσσειν σοι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ
τὸ ἀνῆκον, τουτέστιν εὔλογον πρᾶγμα· διὰ ταῦτα μὲν οὖν οἶδα, ὅτι καὶ ἐπιτάττων ἀνύω μετὰ πολλῆς τῆς ἐξουσίας, πλὴν ἐπειδὴ περὶ τοῦ πράγματος πολλὴν ποιοῦμαι σπουδήν.
θυμοὺς τῶν δεσποτῶν κατὰ τῶν ἀποδεδρακότων οἰκετῶν, καὶ μάλιστα ὅταν μετὰ κλοπῆς τοῦτο ἐργάσωνται· παρασκευάσας οὐν αὐτοῦ τὴν ψυχὴν πρὸς πᾶσαν ὑπακοὴν, τότε ἐπάγει τὴν δέησιν, καί φησι,
Catena In Epistulam Ad Philemonem (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.