ΚΕΦ. Β.
μάλιστα οἱ ἐκ τῆς περιτομῆς, οὓς δεῖ ἐπιστομίζειν.
μηδὲ διάταττε τούτοις, ἀλλ’ ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν· “ οἴτινες,” φησὶν, “ ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. εἰ γὰρ τὴν μὲν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθέκαστον
αἴτιος γενήσεται.
ὀρθῶς ἔχουσαν μαρτυρίαν παρήγαγε. φέρε γοῦν καὶ ἑτέραν ζήτησιν προσθέντας, οὕτως κυρίαν τὴν λύσιν ἐπαγάγωμεν. καὶ γὰρ ὅτε τοῖς Ἀθηναίοις διελέγετο, μεταξὺ τῆς δημηγορίας φησὶν, “ ἀγνώ- “στῳ Θεῷ·” καὶ πάλιν, “ τοῦ γὰρ καὶ γένος ἐσμὲν, ὡς καί “ τινες τῶν καθ’ ὑμῶν ποιητῶν εἰρήκασι.” καὶ τίς καὶ πόθεν ἐστὶν “ ὁ εἰρηκὼς, ἀναγκαῖον εἰπεῖν πρὸς ὑμᾶς· ἔχει δὲ οὕτως ἡ ὑπό- “θεσις. οἱ Κρῆτες τάφον ἔχουσι τοῦ Δῖός, ὁ ποιητὴς οὖν φησὶ,
οὐ τοῦτο εἶπεν, ἀλλ’ ἀπλάστως ἔλαβε τὴν μαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσμένον· διὰ τι γὰρ μὴ ἐπήγαγε, “ καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο ; Οὐ τοῦτο οὖν εἶπεν ὁ Παῦλος, ἀλλ’ ὅτι ὁ δεῖνα καλῶς εἶπεν, ὅτι ψεῦσται εἰσι. πόθεν οὖν διισχυριζόμεθα ὅτι οὐκ ἔστι Θεὸς ὁ Ζεύς ; ἐκ
μυρίων ἑτέρων· οὐ γὰρ δεῖ ἀπὸ τῆς τῶν Κρητῶν μαρτυρίας τοῦτο παράγειν· τι δή ποτε δὲ ἀπὸ τῶν Ἑλληνικῶν παράγει τὰς μαρτυρίας; ὅτι τούτοις μάλιστα ἐντρέπομεν αὐτούς· ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς κατηγορίας, ὅτι τοὺς παρ’ αὐτοῖς θαυμαστοὺς τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. διὰ τοῦτο καὶ ἑτέρωθι
κέχρηται ἀγνώστῳ Θεῷ. οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς παρέλαβον, ἀλλὰ κατὰ χρόνους, στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι Θεὸν, ὑπ’ αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκείνων ὦσι εὐκαθοσίωτοι, τοιοῦτον ἔστησαν τὸν βωμὸν, ἐπιγράψαντες ἀγνώστῳ Θεῷ. εἶπεν οὖν ὁ Ἀπόστολος, ὅτι
ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· πάλιν “ τοῦ γὰρ καὶ γένος ἐσμὲν,” εἴρηται περὶ τοῦ Διός. φησὶ γὰρ, “ πλήρεις μὲν Δῖός ἀγυιαὶ, πλήρεις δὲ θάλασσαι·” εἶτα μετὰ μικρὸν, “ τοῦ γὰρ γένος ἐσμέν.” Ἄρατος αὐτὰ εἶπεν. πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ Δῖός εἰρημένα ἕλκει εἰς τὸν Θεὸν τὸν
τῶν ὅλων ; οὐ τὰ περὶ τοῦ Δῖός εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῶ Διῒ, ταῦτα ἀποδίδωσι, τῶ Θεῶ· ἐπεὶ καὶ τὸ Θεὸς 1 ὄνομα αὐτοῦ μόνου ἐστὶ, καὶ παρανόμως ἐπίκειται τοῖς εἰδώλοις. ἀλλὰ πόθεν ἐχρῆν αὐτοῖς διαλεχθῆναι ; ἀπὸ προφητῶν ; ἀλλ’ οὐκ ἃν ἐπίστευσαν, ἐπεὶ καὶ Ἰουδαίοις οὐδὲν ἀπὸ τῶν εὐαγγελίων φθέγγεται, ἀλλ’ ἀπὸ προφητῶν· διὰ τοῦτο φησιν, “ ἐγενόμην τοῖς “ Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον
“ ὡς ὑπὸ νόμον·” καὶ τοῦτο καὶ ὁ Θεὸς ποιεῖ, οἷον ἐπὶ τῶν μάγων· οὐ δι’ ἀγγέλου αὐτοὺς ἄγει, οὐ διὰ προφήτου, οὐ δι’ ἀποστόλου, οὐ δι’ εὐαγγελιστοῦ, ἀλλὰ πόθεν ; δι’ ἄστρου. ἐπειδὴ γὰρ περὶ ταῦτα τὴν τέχνην εἶχον, ἐκεῖθεν αὐτοὺς εἵλκυσε. πάλιν ἐπὶ τῶν βοῶν καὶ τῆς κιβωτοῦ, ἐὰν πορευθῶσι, φησὶ,
ταύτην τὴν ὁδὸν, ἀληθής ἐστιν ἡ τοῦ Θεοῦ ἀγανάκτησις, καθάπερ οἱ μάντεις ὑπετίθεντο. οὐκοῦν ἀληθεύουσιν οἱ μάντεις ; ἄπαγε· ἀλλ’ ἀπὸ τῶν οἰκείων αὐτοὺς στομάτων ἐλέγχει καὶ καταπλήττει. πάλιν ἐπὶ τῆς ἐγγαστριμύθου καὶ γὰρ ἐπειδὴ ταύτῃ ἐπίστευσε, διὰ ταύτης ἐποίησεν ἀκοῦσαι τὸν Σαοὺλ τὰ μέλλοντα αὐτὸν καταλαμβάνειν.
τίνος οὖν ἕνεκα ἐπεστόμισε τὸν δαίμονα Παῦλος τὸν λέγοντα, “ οὗτοι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν· οἵτινες κα“ ταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας ;” τίνος δὲ ἕνεκεν καὶ ὁ Χριστὸς κωλύει τοὺς δαίμονας φθέγγεσθαι ; ἐκεῖ μὲν εἰκότως· καὶ γὰρ τὰ σημεῖα προεχώρει, ἐπεὶ καὶ ἐνταῦθα οὐκ ἀστὴρ ἦν,
ἀλλ’ αὐτὸς αὐτὸν ἐκήρυττε, καὶ οἱ δαίμονες δὲ οὐχὶ προσεκυνοῦντο· οὐκ ἦν εἴδωλον τὸ φθεγγόμενον ἵνα κωλυσθῇ· καὶ τὸν Βαλαὰμ δὲ εἴασεν εὐλογῆσαι, καὶ οὐκ ἐκώλυσεν ἐλθεῖν, οὕτως πανταχοῦ συγκαταβαίνει.
τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων, ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσι, καὶ γαστέρες ἀργαί· αὕτη ἡ μαρτυρία ἀληθὴς, οὐκ ἐκείνη.
οὐ γὰρ τὸ ποίημα οὐδὲ τὴν τοῦ ποιητοῦ ἀποδέχεται, ἀλλ’ ὡς παροιμιᾷ τῇ του ποιητοῦ φωνῇ χρησάμενος τύχον καὶ τῶν τότε τῇ φωνῇ κεχρημένων. ὥσπερ οὖν καὶ ἕτερα πολλὰ τῶν παρὰ τοῖς ἀρχαίοις φερομένων ἐν παροιμίαις χρήσει τοῖς ὕστερον ἐγένετο. “ δι’ “ ἣν αἰτίαν,” φησὶν, “ ἔλεγχε αὐτοὺς ἀποτόμως·” ἐπειδὴ πολλάκις
ἐπαινῶν ἐπιείκειαν ἐκδιδάσκει, εὗρε δὲ τοὺς Κρῆτας χρείαν ἔχοντας ὥσπερ κέντρου τῆς ἐπιπλήξεως· διὰ τοῦτο εἶπεν, “ ἀποτόμως ἔλεγχε αὐτοὺς, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει·” ἐλέγχειν οὖν ἀποτόμως οὐ τοὺς ἀλλοτρίους φησὶν, ἀλλὰ τοὺς οἰκείους ἀποτόμως· οὐ γὰρ πᾶσιν ἑνὶ τρόπῳ προσενεκτέον, ἀλλὰ διαφόρως καὶ
ποικίλως καὶ πρὸς τὰ ὑποκείμενα.
ἐστιν, ὥσπερ ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· εἰ γὰρ πιστεύεις τῇ πίστει, τι ἕτερα ἐπεισάγεις ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι ;
φησὶ, “ καὶ ἀπίστοις οὐδὲν καθαρόν.” οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἣ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. λαμβανόντων.
Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·
βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
ῥυποῖ· εἰ γὰρ ἐὰν παραιτοῖτο τὸ καθαρὸν καὶ ἀκάθαρτον ζητῶν, οὐδενὸς ἅψεται, οὐδὲ γὰρ ταῦτα καθαρὰ, ἰχθύες λέγω, ἀνθρωπίνων σωμάτων ἀπογευόμενοι· καὶ ὄρνιθες σκωλήκων καὶ κόπρου καὶ ὅσα τοιαῦτα· οὐδὲν οὖν ἀκάθαρτον, ἀλλ’ αὐτοὶ καὶ ὁ νοῦς καὶ ἡ συνείδησις αὐτῶν, προαίρεσις πονηρὰ, ἀκάθαρτον.
ἐδόκουν, ὡς ἃν κατὰ νόμον τῶν μὲν δέον μεταλαμβάνειν, τῶν δὲ ἀπέχεσθαι· τῶν γεγονότων φησὶν, ἀκάθαρτον οὐδὲν, εἰ δή τις αὐτῶν καθαρᾷ μεταλαμβάνοι τῇ γνώμη· ἐπειδὰν δέ τις δι’ ἀπιστίαν ἔχοι τὴν συνείδησιν μεμολυσμένην, καθαρὸν οὐδὲν τῷ τοιούτῳ· βλάπτεται γὰρ ὑφ’ ἁπάντων ὁμοίως· ὁ γὰρ Θεὸς πάντα
καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουργήσαντος ἅπτεται· καὶ τοῦτό ἐστι — “ Θεὸν ὁμολογοῦσιν εἰδέναι, “ τοῖς δὲ ἔργοις ἀρνοῦνται.” ἀλλὰ μηδὲν τούτων ἕνεκεν σιγήσῃς, κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πρᾶττε. ἄρα οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν·
αἱ γὰρ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσίων καὶ τύποι, νῦν δὲ ταῦτα οὐκ ἀπαιτούμεθα· μετέστη γὰρ εἰς τὴν ψυχὴν τὸ πᾶν. οὐ δεῖ τοίνυν προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι.
Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.