ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.
αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ
καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως· δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγομένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προοιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.”
μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς.
γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ Ρώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυτὸν
δηλοῖ, ἡνίκα ἐγένετό καὶ ἔσται.
Catena In Epistulam II Ad Timotheum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.