ΚΕΦ. Θ.
καὶ παρὰ τῶν ἔξωθεν· τὸ δὲ “πληροφόρησον” ἀντὶ τοῦ πλήρωσον· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ κακοπαθεῖν.
ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον.
κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος· ὡς ἃν εἰ πατὴρ παιδίον αὐτῷ παρακαθήμενον καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθεῖται λέγων, τέκνον, μὴ κλαῖε· ἐζήσαμεν καλῶς εἰς γῆρας ἐλθόντες, καταλιμπανόμενοι· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι
ἀπὸ τῶν ἡμῖν πεπραγμένων. πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας, τρόπαια ἐστήσαμεν, τοὺς πολέμους ἐνικήσαμεν· οὐ μεγαληγορῶν, ἀλλὰ τοῖς ἐγκωμίοις παιδεύων τὸν παῖδα, κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν τὰς ἐλπίδας.
εἰ ἄξια πράττοι τῆς χαρᾶς. ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν.
πολλῇ, δεσμωτήριον ᾤκει καὶ συνεκέκλητο ὑπὸ Νέρωνος, ἰδεῖν ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· καὶ οὐ λέγει ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα λυπεῖ, ἀλλ’ ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μοι τοῦ εὐαγγελίου.
ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις· τοῦτο γάρ ἐστι τὸν παρόντα ἀγαπήσαι αἰῶνα.
ὁ Τῖτος τῶν σφόδρα θαυμαστῶν ἦν.
παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν· καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης.
καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας ἔχειν αὐτά· τὸν δὲ φελόνην ἐζήτει, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρων λαβεῖν· ὁρᾷς γὰρ αὐτὸν πολλὴν ὑπὲρ τούτου ποιούμενον τὴν σπουδήν.
ἐπιτρεχόντων, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας, ὃ καὶ προφητεία ἐστὶν, εἰ ἄρα ἀποδώσει αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ, “ὃν καὶ σὺ φυλάττου, λίαν “γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις.” τουτέστι, πολεμεῖ καὶ ἀνθίσταται· καὶ οὐκ εἶπε, τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι
γε ἐνῆν ταῦτα διὰ τῆς χάριτος ἐργάσασθαι, ἀλλ’ οὐδὲν τούτων εἶπε, οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλὰ παραχωρεῖν κελεύει, τῷ ἐῷ παραχωροῦντα τὴν τιμωρίαν.
ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούση πάντα τὰ ἔθνη, καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.
ἀμήν.
" ριός μοι παρέστη,” φησί· τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμ- πανόμενον ὁ Κύριος οὐκ ἀφίησιν· “ ἐνεδυνάμωσέ με,” φησὶ, τουτέστι, παρρησίαν ἐχαρίσατο, καὶ οὐκ ἀφῆκε καταπεσεῖν. ὁρᾷς προτροπὴν πρὸς τὸν μαθητήν ; “ ἵνα δέ μου τὸ κήρνγμα πληρο- “ φορηθῇ.” ὅρα ταπεινοφροσύνην, οὐ γὰρ ὡς ἄξιος, φησὶν, ἐπικου-
ρίας ἐν, ἀλλὰ διὰ τὸ κήρυγμα, ἵνα πληρωθῇ καὶ εἰς πέρας ἔλθῃ, καὶ ἀκούση, φησὶ, πάντα τὰ ἔθνη· ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ δύναμις, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία· καὶ “ ἐρρύσθην ἐκ στόματος λέοντος.” λέοντα τὸν Νέρωνα λέγει, διὰ τὸ ὠμὸν καὶ θηριῶδες. “ καὶ ῥύσε-
“ ταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν “ βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.” εἰ ῥύσεται, πῶς, φησὶν, “ ἐγὼ ἤδη σπένδομαι , ἀλλ’ ὅρα, τότε μὲν ἐκ τοῦ Νέρωνος ἐρρύσατο, νῦν δὲ οὐκέτι ἐκ τοῦ Νέρωνος· τὸ ἱκανὸν γὰρ τῷ εὐαηελίῳ ἐγεγόνει, ἀλλ’ ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει
καταγνωσθέντα ἔν τινι ἀπελθεῖν, “ καὶ σώσει εἰς τὴν βασιλείαν α αὐτοῦ·” ἐξαρπάσει με, φησὶν, ἔνθεν καὶ φυλάξει· τοῦτο γὰρ τὸ “ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἄρα αὕτη ἐστὶν ἡ σωτηρία. " ᾧ “ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·” ὅρα δοξολογίαν Υἱοῦ ὥσπερ ἤδη Πατρὸς, καὶ ἄλλοτε Πνεύματος.
ταύτῃ διεγείρων πρὸς τὸν ὅμοιον τῷ Ὀντͅσιφόρῳ ζῆλόν.
Ἰουδαίαν ἀπέλιπεν αὐτὸν, ἣ μετὰ τὸ γενέσθαι ἐν Ῥώμη· πάλιν γὰρ εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ καὶ ἐκεῖθεν εἰς ταῦτα τὰ μέρη οὐκ ἴσμεν. “σπούδασον πρὸ χειμῶνος ἐλθεῖν,” ἕως οὗ, φησὶ, ζῶ· ἵνα μὴ τῷ χειμῶνι ἐπισχεθεὶς οὐκ ἴδῃς με.
Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ’ ὑμῶν. τοῦτον τὸν ληνὸν ἱστοροῦσι τινες δεύτερον μετὰ Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων ἐκκλησίας γεγενῆσθαι. τίνος δὲ ἕνεκεν τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται; δηλονότι ὡς ἐκβεβηκότων
ἤδη τὴν γνώμην τῶν κοσμικῶν πραγμάτων, καὶ μᾶλλον λαμπόντων.
Catena In Epistulam II Ad Timotheum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.