ΚΕΦ. Ζ.
“ μονῇ, πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς a, “ τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι παλλοὺς, καὶ τὸ διώκεσθαι.
χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα 1 οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.
ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὣν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυβεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοι εἰσιν, ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ,
ἐὰν καὶ ποτέ ἐστι b τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτημάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἃν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἃν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει.
“εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναι σοι προσήκει τὴν πίστιν· κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἣ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο-
“φίσαι.” τουτέστι,, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα
εὑρίσκων ἐν ταῖς γραφαῖς.
οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά- 2 κλῆσιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἣ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὑν καὶ ἢν· “ἐγὼ “γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων,
δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ἦ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ.
Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς.
τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ “καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασιλείας. ἣ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα.
ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάση μακροθυμίᾳ καὶ διδαχῇ.
περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτιμήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν
ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν.
Catena In Epistulam II Ad Timotheum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.