ΚΕΦ. Ε.
“δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα- “λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι- “καλουμένων τὸν Κύριον,” τουτέστι,, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ.
τῶν ἄλλων.
ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ “δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς
συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεται τι.
τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν “καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν
οἶδας ἀνίατα νοσοῦντα.
πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυμίας
ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.
Catena In Epistulam II Ad Timotheum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.