ΚΕΦ. Α.
πληρωθῶ.
καλῶν, δι’ ἀνθρωπίνη, αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε ἐδίωκον· διὸ φησίν· “ ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν “ ἀπιστίᾳ.”
στέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς, ἱκανὰ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι· νυνὶ δὲ, οὐχ εἰς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ· καὶ ἑτέραν δὲ τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· " ὑπόμνησιν “ λαμβάνων,” φησὶ, " τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.” εἶτα
καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνω- ἄνωθεν ἦν ἀπ’ οἰκίας τῷ Χριστῷ δουλευούσης, “ ἥτις ἐνῴκησεν,” φησὶν, “ ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρὶ σου Εὐνείκῃ.” ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς· πῶς Ἰουδαίας ; πῶς πιστῆς ; ἐξ Ἰουδαίων πιστῆς, οὐκ ἐξ ἐθνικῶν· διὰ δὲ τὸν πατέρα
αὐτοῦ φησὶν, ὅτι ’ Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι τῶν ἐπιμιξιῶν τούτων γινομένων ” ὅρα πόσα ἔθηκεν· ἐγὼ λατρεύω τῷ Θεῷ, φησὶ, συνείδησιν ἔχων ἀληθινὴν, σὺ δὲ δάκρυα· οὐ διὰ τὰ δάκρυα μόνον, ἀλλὰ διὰ τὴν
πίστιν, ὅτι ἀληθείας εἶ ἐραστὴς, ὅτι οὐδὲν δολερὸν παρά σοι· ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλῦον ἦν ἐμὲ ἐλθεῖν ;
ἐννόει ’δει σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ· καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ· ἣν ἔλαβες εἰς προστασίαν τῆς ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν πᾶσαν· ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ
ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται.
πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων, ἐν ταῖς βασιλείαις γέγονε a. “καὶ ἐποίησεν, φησὶ, πνεῦμα δειλίας ἐπ”’ τουτέστι, φόβον αὐτοῖς ἐνέβαλεν. ἀλλὰ σοὶ ἔδωκε τὸ ἐναντίον, αγαπῃ τῇ εἰς αὐτὸν· ἄρα καὶ τοῦτο ἄπο χάριτος ἐστιν· οὐχ ἀπλῶς ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’
ἑαυτῶν· τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν ἀββὰ, ὁ Πατήρ· καὶ τὴν ἀγάπην ἐντίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον φησὶν, ἵνα ἀλλήλους ἀγαπῶμεν. ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν καὶ ἡ ἀγάπη γίνεται· οὐδὲν γὰρ οὕτως ἀγάπην διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη· “σωφρονισμοῦ” δὲ, φησὶν, ἤτοι
τὴν ὑγείαν τῆς διανοίας καὶ τῆς ψυχῆς, ἣ ὥστε σωφρονίζεσθαι ἡμᾶς, καὶ τὰ περιττὰ περικόπτειν.
τοῦ Θεοῦ, καὶ σωφρονεστέρους ἐν τοῖς λογισμοῖς μένειν τοῖς οἰκείοις ποιεῖν.
εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν
Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν
νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν.
καὶ τὰ ὀλέθρια δόγματα ἐπεισάγοντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ· καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήκαυχήματος ἄξια ἃν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. οὐδὲν γὰρ οὕτω τῆς φιλανθρωπίας αὐτοῦ τεκμήριον μέγα, ὡς ὁ σταυρός·
διὸ καὶ Παῦλός φησιν, “ ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ “ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν 1ησοῦ Χριστοῦ·” διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου ἡμῖν πᾶσιν· μὴ οὖν ἐπαισχυνθῇς, ὅτι τὸν ἐσταυρωμένον κηρύττεις· τοῦτο γάρ ἐστι τὸ μαρτύριον· ταῦτα μὲν γὰρ καθ’ ἑαυτὰ θάνατος καὶ δεσμωτήρια
καὶ δεσμὰ, αἰσχύνης ἄξια, ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ, καὶ τὸ μυστήριον εἰδῇ, καλῶς πολλοῦ καυχήματος ἑκάτερα ὄντα εὑρή- εὑρήσει. ὁ θάνατος γὰρ ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, τῇ γῇ συνῆψε τὸν οὐρανὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους Αηέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος
ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν. κἂν αὐτὸς οὖν ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς· διὰ τοῦτο φησι, “ συγκακοπάθγσον,” τουτέστι, μὴ ἐπαισχυνθῇς τῇ πέτρᾳ, ὡς οὐκ ὄντος κινδύνου, εἰ ἐγὼ ὁ νεκροὺς ἀνιστῶν, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην ἐπιδραμὼν, δέδεμαι νῦν τοῦ σταυρωθέντος
ἕνεκεν· εἰ ὁ διδάσκαλος ἡμῶν καὶ δεσπότης σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. μηδὲν οὖν ἀνθρώπινον πάθης, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον.
αὐτοῦ δείκνυσι τὰ τεκμήρια· πῶς ἐσώθης, φησὶ, πῶς ἐκλήθης, κλήσει ἁγία, τουτέστιν, ἁγίους εἰργάσατο, ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον· εἰ τοίνυν καὶ δυνατός ἐστι καλέσαι καὶ ἀγαθὸς, τῷ κατὰ χάριν καὶ οὐ κατ’ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι· “οὐ κατὰ τὰ ἔργα ἡμῶν,
“φησὶν, ἀλλὰ κατ’ δίαν πρόθεσιν·” οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως· οἴκοθεν, ἐκ τῆς ἀγαθότητος αὐτοῦ ὁρμώμενος ἔσωσεν· “κατ’ ἰδίαν,” φησὶ, “πρόθεσιν κα χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων “αἰωνίων,” τουτέστιν ἀνάρχως ταῦτα τετύπωτο ἐν τῷ Χριστῷ
γενέσθαι· πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς.
εὐαγγελίου.
Ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.
ἀξιόπιστον ποιεῖ τὸν λόγον.
διδασκαλίαν. τί δὲ ἢν ἡ παραθήκη; ἡ πίστις, τὸ κήρυγμα· τοῦτο αὐτός, φησιν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει· πάντα πάσχω, ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἃν αὕτη ἀκέραιος σώζηται. ἣ τοὺς πιστοὺς λέγει τὴν παρακαταθήκην, ἣ ἣν ὁ Θεὸς αὐτῷ παρέθετο.
ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωὴ, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ Σωτῆρος ἡ ζωὴ φωτίζεται.
ῥαῖον· ἐπὶ τῷ τὴν ὁλοτελῆ με τότε τοῦ Πνεύματος. κομίσασθαι χάριν, ἧς ἐπ’ ἐλπίδι νυνὶ κεκόμισμαι ταύτην.
ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων· καὶ τοῦτο καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· “εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν·” πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα· μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκε, ἅπερ οὖν ἀναμιμνήσκων αὐτοὺς ἔλεγεν· “ὑποτύπωσιν ἔχε ὑγιαι-
“νόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας.” καθάπερ ἐπὶ τῶν ζωγράφων ἀνετυπωσάμην σοι, φησὶν, εἰκόνας ἀρετῆς, καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ κανόνα κω ἀρχέτυπον καὶ ὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν· ταῦτα οὖν ἔχε, κἂν περὶ τῆς πίστεως, κἂν περὶ ἀγάπη,, κα περὶ σωφρονισμοῦ δέῃ τι βουλεύσασθαι· ἐκεῖθεν λάμβανε τὰ παραδείγματα. ἣ ἐπειδὴ μὴ τὸ τέλειον τῆς γνώσεως δέδοται, ἀλλ’ ὅσον ἐχωροῦμεν ἐν ὑποτυπώσεως λόγῳ· οὐ γάρ ἐστιν ὅρος ἡ ὑποτύπωσις, ἀΛλὰ διαζωγράφησίς τις τῆς τῶν πραγμάτων φύσεως· διὰ τοῦτό φησιν, “ὑποτύπωσιν ἔχε ὑγιαι-
“νόντων λόγων·” ὑγιαίνοντας δὲ λόγους καλεῖ, ἀντιδιαστέλλων τοῖς νοσώδεσι λόγοις τοῖς τῶν φιλοσόφων. “τὴν καλὴν παραθή- “κἠν φύλαξον· πῶς;” διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς ἣ δυνάμεως τοσαῦτα εμπιστευθέντα πρὸς τὴν φυλακὴν ἀρκέσαι, διὰ τὸ πλῆθος τῶν ἐπιβουλευόντων
καἰ ἐφεδρευόντων δαιμόνων· ἐὰν οὖν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν μένον, ἐὰν μὴ τὴν χάριν ἀπολέσωμεν, παρέσται. εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἱν εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθεῖν, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάν
τωι τῶν συμβάντων αὐτῶ.
Catena In Epistulam II Ad Timotheum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.