ΤΩΝ ΕΙΣ THN ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α. ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.
ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν, ὃς ἅμα τε μαθητὴς ἐγένετο καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον κηρύξαι, ἀλλὰ καὶ τὸ παθεῖν· περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτη, καὶ
οὕτως αὐτῶ πᾶσαν εὐθέως τὴν οἰκονομίαν ἐνεπίστευσεν.
τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς καὶ Κλήμης, ὅτι τούτοις ἤδη ἐκκλησίας ἢν ἐγκεχειρηκώς· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς μηδὲ τὴν νεότητα ἐμποδίσαι.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.