ΚΕΦ. Ε.
τὸ πάθος τὸ ἐξ ἀγάπης.
ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἆδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὖα. καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα,
ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
γυνὴ, μὴ μόνον περὶ βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν. ἃν γὰρ οὕτως ἑαυτὴν περιστέλλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι· “ γυναικὶ δὲ διδάσκειν οὐκ ἐπι- “ τρέπω,” μηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν μαθητευομένων ἐχέτωσαν δόξαν· οὕτω γὰρ διὰ τῆς γῆς καὶ τὴν ὑποταγὴν
δείξουσιν. “ Ἀδὰμ γάρ’ φησὶ, “ πρῶτος ἐπλάσθη, εἶτα Εὖα, καὶ “ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέ- “ γονε.” τί οὖν ταύτας πρὸς τὰς νῦν ; ναὶ, φησὶ, πρῶτον ἐχέτω ἀπὸ τῆς πλάσεως τὴν τιμὴν ὁ ἀνήρ· δεύτερον δὲ καὶ ἀπὸ τῶν ἤδη γενομένων, ἐδίδαξε γάρ ποτε ἡ γυνὴ τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε,
καὶ τῇ παρακοῇ ὑπεύθυνον κατέστησε· διὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς τότε τῷ ἀνδρὶ, ἐπειδὴ τότε τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο, εἰπὼν, “ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου·” πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο· πῶς δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν, εἴ γε μὴ ἠπατήθη, καὶ ἡ μὲν γυνὴ, φησὶν, “ ὁ ὄφις
ἠπάτησέ με.” ὁ δὲ Ἀδὰμ, οὐ λέγει ἡ γυνὴ ἠπάτησέ με, ἀλλ’ ὅτι “ αὐτὴ ἔδωκέ μοι καὶ ἔφαγον ” οὐκ ἔστι δὲ ἴσον παρὰ τῆς συγγενοῦς καὶ ὁμοφύλου δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου τοῦ δούλου τοῦ ὑποτεταγμένου. πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικὸς φησὶν αὐτὸν μὴ ἠπατῆσθαι. πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται,
ὅτι εἶδε τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, ὅτι ἔφαγε καὶ ἔδωκε τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὕτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη· “ ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονεν.” ἐνταῦθα λοιπὸν περὶ τῆς φύσεως διαλέγεται· οὐ γὰρ εἶπεν, ἡ δὲ Εὖα ἀπατηθεῖσα, ἀλλ’ “ ἡ γυνὴ, ὅπερ ἐστιν ὄνομα τοῦ κοινοῦ γένους·
καὶ ὥσπερ περὶ τοῦ Ἀδὰμ. φησὶν, “ ἐν ὁμοιώματι τῆς παρα- “ βάσεως Ἀδὰμ,” οὕτω καὶ ἐνταῦθα, τουτέστι, τὸ γυναικεῖον γένος παρέβη, οὐ τὸ ἀνθρώπινον.
πολιτευομένους ἐπὶ τὰ τῆς ἀρετῆς ἔργα προάγειν· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἐπειδὴ ἐκείνου μὲν τῆς ἀπάτης τὴν αἰτίαν εἶχεν αὕτη, αὐτὴ δὲ ἐπ’ ἐκεῖνον τὴν αἰτίαν στρέφειν οὐκ ἠδύνατο.
γέγονε.” τίς; ἡ Εὖα· αὕτη οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; οὐ τοῦτο, ἀλλ’ ἡ φύσις, φησὶν, ἢ γυναικεία σωθήσεται. αὕτη ἐν παραβάσει γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὖα· σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας. διὰ τί γὰρ μὴ καὶ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη ταῖς ἄλλαις ἐξέκλεισε·
τί οὖν πρὸς τὰς παρθένους ; τί πρὸς τὰς στείρας; τὶ πρὸς τὰς χήρας τὰς πρὶν ἣ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; τί ποτε οὖν βούλεται εἰπεῖν; ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλάσεως, διὰ τῶν εἰς τὴν πρώτην γενομένων γυναῖκα· οὕτως ἄρα ἐπειδὴ καὶ παρέβη καὶ τὸ λοιπὸν γένος ἐν παραβάσει; ἀλλ’ οὐκ
ἔχει λόγον· ἐκεῖ μὲν οὖν τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν· τοῦτο δὲ τῆς ἁμαρτίας τῆς γυναικός· καὶ μὴν διὰ τοῦτο πάντες ἀπέθανον, φησὶν, ἐπειδὴ ὁ εἷς ἥμαρτε· τουτέστι, μηδὲν ἀλγείτω ἡ γυνή· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν τὸ τεκεῖν παῖδας, ἀλλὰ τοῦτο τῆς φύσεως, καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ τὸ
τῆς φύσεως μόνης, ἀλλὰ καὶ τὸ τῆς παιδοτροφίας κεχάρισται· ἐὰν γὰρ ἐπιμείνωσι, φησι, τῇ πίστει καὶ τῇ ἀγάπῃ καί τῷ ἁγιασμῷ μετὰ σωφροσύνης, τουτέστιν, ἐὰν αὐτοὺς ἐναγάγῃ μετὰ τὸ τεκεῖν ἐν τούτοις, οὐ μικρὸν ἔχει τοῦτον μισθὸν, ὅτι ἀθλητὰς ἔθρεψε τῷ Χριστῷ.
ἐκθρέψωσι, καλῶς.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.