ΚΕΦ. Ε.
τὴν παράδοσιν ἣν παρέλαβεν παρ’ ἡμῶν.
“ φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ·’’ μή μοι τὸν πλούσιον εἴπῃς, μή μοι τὸν πένητα, μή μοι τὸν ἅγιον· τοῦτο ἀταξίας ἐστί· “ περι- “ πατοῦντος,’’ φησὶ, “ τουτέστι βιοῦντος· “ καὶ μὴ κατὰ τὴν “ παράδοσιν ἣν παρέλαβε παρ’ ἡμῶν·’’ παράδοσιν, τὴν διὰ τῶν ἔργων, φησὶ, καὶ κυρίως ἀεὶ ταύτην λέγει παράδοσιν.
ἠτακτήσαμεν ἐν ὑμῖν· οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν πάρα τινος.
ἔχομεν ἐξουσίαν, ἀλλ’ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν,
εἰς τὸ μιμεῖσθαι ἡμᾶς. καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι,
μηδὲ ἐσθιέτω.
ἦν φοβερὸν καὶ κίνδυνον ἔχον, ἀλλὰ “ περισσεύειν καὶ φιλοτι- “ μεῖσθαι,’’ ὃ ἢν εἰς ἀρετὴν προτρέποντος, “ ἵνα εὐσχημόνως,’’ φησὶ, “ περιπατῆτε.’’ ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ’, “ εἴ τις “ οὐ θέλει ἐργάζεσθαι,’’ φησὶ, “ μηδὲ ἐσθιέτω,’’ εἰ γὰρ Παῦλος ἀνάγκην οὐκ ἔχων, ἀλλ’ ἐξουσίαν ἔχων ἀργεῖν, καὶ τηλικοῦτον ἔργον ἀναδεδεγμένος, ὅμως εἰργάζετο, καὶ οὐχ ἁπλῶς, ἀλλὰ νύκτα
καὶ ἡμέραν, ὥστε δύνασθαι καὶ ἑτέροις ἐπικουρεῖν, πολλῷ μᾶλλον τοὺς ἄλλους ἐχρῆν τοῦτο ποιεῖν.
φησὶ, “ περιπατῆτε πρὸς τοὺς ἔξω·’’ τίνος ἕνεκεν ; ἴσως οὐδὲν οὐδέπω τοιοῦτον ἦν, καὶ γὰρ καὶ ἀλλαχοῦ παραινῶν ἔλεγε· “ μα- “ Κάριον μᾶλλόν ἐστι διδόναι ἢ λαμβάνειν·’’ τὸ δὲ “ εὐσχημόνως “ περιπατεῖτε,’’ οὐ περὶ ἀταξίας ἐστί· διὸ καὶ ἐπήγαγεν, “ ἵνα “ μηδενὸς χρείαν ἔχητε,” ἐνταῦθα δὲ καὶ ἑτέραν ἀνάγκην τίθησιν,
ὥστε τὸ καλὸν ποιεῖν καὶ ἀγαθὸν πρὸς πάντας· προιὼν γὰρ, φησὶ, “ μὴ ἐκκακήσητε τὸ καλὸν ποιοῦντες’’ πάντως γὰρ τὸν ἀργοῦντα καὶ δυνάμενον ἐργάζεσθαι ἀνάγκη περίεργον εἶναι· ἡ δὲ ἐλεημοσύνη ἐκείνοις δέδοται μόνοις τοῖς οὐκ ἰσχύουσιν ἐκ τῆς τῶν χειρῶν ἐργασίας ἐπαρκέσαι ἑαυτοῖς ἢ τοῖς διδάσκουσι, καὶ τὸ πᾶν ἀπη-
σχολημένοις εἰς τὸν τῆς διδασκαλίας λόγον· τὸ δὲ εὔχεσθαι καὶ νηστεύειν ἀργοῦντα οὐκ ἔστιν ἔργον χειρῶν· ἐργασίαν γὰρ ἐνταῦθά φησι τὴν διὰ τῶν χειρῶν.
αὐτῶν, καὶ ἐπιτιμᾶτε αὐτοῖς, μὴ μὴν περιίδητε λιμῷ διαφθαρέντας· τίς οὖν, φησὶν, ἔχων τὴν παρ’ ἡμῶν ἀφθονίαν ἐπιμένῃ ἀργῶν, ἐπὶ τούτου φάρμακον προσηνὲς, φησὶν, ὅτι στέλλεσθε ἀπ’ αὐτοῦ, τουτέστι, μὴ μεταδίδοτε αὐτῷ παρρησίας, ἐνδείκνυσθε ὅτι ὀργίζεσθε, οὐ μικρὸν τοῦτο· τοιαύτη γὰρ ἡ πρὸς τὸν ἀδελφὸν γίνεται
ἐπιτίμησις, εἴ γε ὄντως διορθῶσαι βουλόμεθα, οὐκ ἀγνοοῦμεν τοὺς τρόπους τῆς ἐπιτιμήσεως· εἰπὲ γάρ μοι, εἰ σαρκικὸν εἶχες ἀδελφὸν, ἆρα ἃν περιεῖδες αὐτὸν λιμῷ τηκόμενον ; οὐκ ἔγωγε οἰμαι, ἀλλ’ ἴσως καὶ ἐρρύθμισας αὐτόν.
στολῆς.
ἀδελφόν.
Catena In Epistulam II Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.