ΚΕΦ. Γ.
μάτος καὶ πίστει ἀληθείας.
“ Πνεύματος,’ φησίν.
τοὺς σωζομένους· ἄρα μέγας ὁ κόσμος ἡμῶν, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν τὸ Πνεῦμα τὸἍγιον. διὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν ; ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι· ὅρα πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ. “ εἰς ὃ ἐκάλεσεν ὑμᾶς,’’ φησὶ, “ διὰ
“ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν “ Ἰησοῦ Χριστοῦ.’’
λέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ὑμᾶς ἐν παντὶ λόγῳ καὶ ἔργω ἀγαθῷ.
τοὐναντίον ἐστίν. “ ὁ ἀγαπήσας ἡμᾶς,’’ φησὶ, “ καὶ δοὺς παρά “ κλῆσιν αἰώνιον·” ποίαν δὴ ταύτην ; τὴν ἐλπίδα τῶν μελλόντων. ὅρα πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια. “ παρακαλέσαι ὑμῶν τὰς καρδίας, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ,’’
τουτέστι, διὰ παντὸς ἔργου καὶ λόγου ἀγαθοῦ· Χριστιανῶν γὰρ αὕτη ἡ παράκλησις, τὸ ποιῆσαι τι χρηστὸν καὶ Θεῷ δοκοῦν. ἐγὼ τοίνυν, φησὶν, εἶπον· τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι· στηρίξαι, βεβαιῶσαι, ὥστε μὴ σαλεύεσθαι, μηδὲ παρακλίνεσθαι· καὶ γὰρ καὶ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν, ὥστε καὶ δογμάτων ἕνεκεν καὶ πρά-
ξέων ἐστηρίχθαι· ψυχὴ γὰρ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἔπι τι χρηστὸν ἅπαν τὸ τέλος.
Catena In Epistulam II Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.