ΚΕΦ. ς.
χρείαν ἔχετε γράφεσθαι ὑμῖν· αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται.
ἐκεῖνοι μάλιστα τοῦτο πεπόνθασι· πρὸ γὰρ τοῦ πάθους προσελθόντες οἱ Ἀπόστολοι λέγουσι τῷ Χριστῷ, “ εἰπὲ ἡμῖν, πότε “ ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς “ συντελείας τοῦ αἰῶνος ” μετὰ δὲ τὸ πάθος καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἔλεγον πρὸς αὐτόν· “ εἰπὲ ἡμῖν, εἰ ἐν τῷ χρόνῳ τούτῳ
“ ἀποκαθιστάνεις τὴν βασιλείαν τῶν Ἱερουσαλήμ.’’ καὶ οὐδὲν πρὸ τούτου αὐτὸν ἤροντο, ἀλλ’ οὐ μετὰ ταῦτα οὕτως, ὅτε τοῦ Πνεύματος τοῦ Ἁγίου κατηξιώθησαν· οὐ μόνον γὰρ αὐτοὶ οὐκ ἐρωτῶσιν, οὐδὲ ἀσχάλλουσι πρὸς τὴν ἄγνοιαν, ἀλλὰ καὶ τοὺς ταύτην τὴν ἄκαιρον νοσοῦντας πολυπραγμοσύνην καταστέλλουσιν. ἄκουσον
γοῦν οἷα νῦν ὁ μακάριος Παῦλός φησι, “ περὶ δὲ τῶν χρόνων “ καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔγετε γράφεσθαι ὐμῖν·” ἀντὶ τοῦ περισσὸν καὶ ἀσύμφορον ζητεῖτε· τί γὰρ πρὸς ἡμᾶς; οὐχὶ ἑκάστου ἡ συντέλεια, τὸ τῆς ζωῆς αὐτοῦ πέρας ἐστίν; τι οὖν πολυπραγμονοῦμεν; ἀφέντες γὰρ τὸ οἰκεῖον ἕκαστος τέλος
μεριμνᾶν, τὴν κοινὴν βουλόμεθα κατάλυσιν μαθεῖν.
τοῦ Ἀδὰμ ἔλαβε τὴν ἀρχὴν, καὶ νῦν οὐκ ἃν ἁμαρτάνοι τις, συν- τέλειαν εἰπών. ὅταν γὰρ μυρίοι καθ’ ἑκάστην ἡμέραν τελευτῶσι καὶ ἀναμένωσ ι τὴν ἡμέραν ἐκείνην ἅπαντες, καὶ πρὸ ἐκείνης μηδεὶς ἀνίσταται, οὐχὶ ἐκείνης τὸ ἔργον ἐστίν ; εἰ δὲ βούλεσθε μαθεῖν διὰ τί ἀποκέκρυπται αὕτη, καὶ διὰ τι ὡς κλέπτης ἐν νυκτὶ, οὕτως
ἔρχεται, ἐγὼ ὡς ἐμαυτῷ δοκῶ, καλῶς ἔχειν ἐρῶ. οὐδεὶς ἃν ἀρετῆς ἐπεμελήθη ποτὲ παρὰ τὸν ἅπαντα βίον· ἀλλ’ εἰδὼς αὐτοῦ τὴν τελευταίαν ἡμέραν, καὶ μυρία ἐργασάμενος δεινὰ, καὶ τῷ λουτρῷ τότε προσελθὼν, οὕτως ἃν ἀπῆλθεν· εἰ γὰρ νῦν τοῦ τῆς ἀδηλίας φόβου κατασείοντος τὰς ἁπάντων ψυχὰς, πάντες τὸν ἔμπροσθεν
βίον ἐν κακίᾳ καταναλώσαντες εἰς ἐσχάτας ἀναπνοὰς τῷ βαπτί- σματι διδόασιν ἑαυτοὺς, εἰ καὶ σφόδρα ἦσαν ὑπὲρ τούτου πεπει- κότες ἑαυτοὺς, τίς ἄν ποτε ἀρετῆς ἐπεμελήσατο ’, καὶ ἕτερον δὲ πάλιν· πολλοὺς ὁ τοῦ θανάτου φόβος κατέχει νῦν καὶ ὁ τῆς ζωῆς ἔρως, εἰ ᾔδει ἕκαστος ὅτι αὔριον πάντως τεθνήξεται, οὐδὲν
ἃν παρῃτήσατο τολμῆσαι πρὸ τῆς ἡμέρας ἐκείνης, ἀλλὰ καὶ ἔσφαξεν οὓς ἃν ἠθέλησε, καὶ ἀνεκτήσατο ἑαυτὸν, τοὺς ἐχθροὺς ἀμύνων.
εἰ γάρ τις τῶν νέων ὅτι πρὸ τοῦ γήρως δέξεται τὴν τελευτὴν ἠπίστατο, καθάπερ τὰ νωθρότατα τῶν θηρίων, ἐπειδὰν συλληφθῇ, τοιαῦτα γίνεται προσδοκῶντα τὴν τελευτὴν, οὕτως ἃν διετέθη πρὸς τοῦτο. οὐδὲ αὐτοὶ οἱ γενναῖοι ἄνδρες μισθὸν ἃν ἔσχον. εἰ γὰρ ᾔδεισαν ὅτι πάντως μετὰ τρία ἔτη ἀπελθεῖν δεῖ, καὶ πρὸ ἐκείνων
οὐ δυνατὸν, ποῖον ἃν ἔσχον μισθὸν, κατατολμῶντες τῶν δεινῶν· ὁ γὰρ ἐξ ἑκάστου κινδύνου προσδοκῶν τεθνήξεσθαι, καὶ εἰδὼς ὅτι ζήσεται μὲν μὴ παραβολευσάμενος· τεθνήξεται δὲ τοιαῦτα τολ- μῶν, τῆς αὐτοῦ προθυμίας καὶ τοῦ καταφρονεῖν τῆς ἐνθάδε ζωῆς μέγιστον ἐξήνεγκε τεκμήριον.
ἑαυτοὺς, ἵνα μὴ εἰς ῥᾳθυμίαν, ἵνα μὴ τῶν μισθὸν ὑμῶν ὑποτέμητε· “ γρηγορεῖτε οὖν,’’ ὥς φησιν ὁ Σωτὴρ, “ ὅτι οὐκ οἴδατε “ ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.’’ διὰ τοῦτο Παῦλος ἔλεγεν,
γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν.
προγονικῶν ἐνθυμημάτων φθεγγόμενοι, καὶ ἔλεγον· “ οὐαὶ οἱ λέ- “ γοντες τὸ τάχος ἐγγισάτω, ἃ ποιήσει ὁ Θεὸς ἵν ἴδωμεν, “ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰερουσαλὴμ, ἵνα γνῶμεν.’’ καὶ πάλιν· “ οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυπίου,” περὶ ταύτης φησίν· οὐ γὰρ ἁπλῶς ἐπιθυμοῦντας λέγει, ἀλλὰ τοὺς ἐκ τοῦ ἀπιστεῖν
ἐπιθυμοῦντας· “ καὶ ἡ ἡμέρα Κθρίου,” φησὶ, “ σκότος καὶ οὐ “ φῶς’’ ὡσανεὶ ἔλεγε, μὴ τὸ ἐν εὐπαθείᾳ εἶναι αὐτοὺς τεκμήριον ποιείσθωσαν τοῦ μὴ παραγίνεσθαι τὸν κριτήν· οὕτω μὲν οὖν καὶ παραγίνεται·
ἔρχεται, πῶς “ ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, τότε αὐτοῖς “ αἰφνίδιος ὄλεθρος ἐφίσταται·’’ ταῦτα γὰρ οὐκ ἀφίησιν ἐπελθεῖν τὴν ἡμέραν τεκμήρια ὄντα τῆς παρουσίας αὐτῆς, ἀλλ’ οὐδὲ τοῦτον τὸν καιρὸν βούλεται εἶναι τὸν τοῦ Ἀντιχρίστου καὶ τῆς ἡμέρας, ὅτι ἐκεῖνο σημεῖον ἔσται τῆς παρουσίας τοῦ Χριστοῦ, αὐτὸς δὲ
οὐχ ἕξει σημεῖον, ἀλλ’ ἀθρόον καὶ ἀπροσδοκήτως ἥξει· καὶ τοι τῇ κυούσῃ, φησὶν, οὐκ ἐφίσταται ἀδήλως· αἱ μὲν γὰρ ἑπταμηνιαῖα ἔτεκον, αἱ δὲ ἐνναμηνιαῖα· ἄλλως τε καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα ἄδηλος· πρὸς τοῦτο οὖν ταῦτα ὁ Παῦλος, καὶ ἀκριβὴς ἡ εἰκών· οὐ τὸ ἄδηλον δὲ μόνον ἐνταῦθα ᾐνίξατο, ἀλλὰ καὶ τὸ τῆς ὀδύνης πικρόν.
νυκτὶ πάντα πράττουσιν οἱ μιαροὶ καὶ πονηροὶ τῶν ἀνθρώπων, πάντας λανθάνοντες καὶ ἐν σκότω κατακλείοντες ἑαυτούς. τι οὖν οὐχὶ ὡς κλέπτης αὐτοὺς καταλαμβάνει, οὐχὶ καὶ αὐτοῖς ἀδήλως ἐφίσταται; ἀλλὰ προίσασι· πῶς οὖν λέγει ὅτι οὐ χρείαν ἔχετε γράφεσθαι ὑμῖν; ἐνταῦθα οὐ πρὸς τὸ ἄδηλόν φησιν, ἀλλὰ πρὸς
τὴν συμφορὰν, τουτέστιν, οὐκ ἐπὶ κακῷ τῷ αὐτῶν ἥξει· ἀδήλως μὲν γὰρ ἥξει καὶ αὐτοῖς, πλὴν ἀλλ’ οὐδενὶ περιβαλεῖ λυπηρῷ· ἐπὶ γὰρ τῶν ἐγρηγορότων καὶ ἐν φωτὶ ὄντων, κἂν γένηταί τις εἴσοδος λῃστοῦ, οὐδὲν λυμανεῖσθαι δυνήσεται· οὕτως καὶ ἐπὶ τῶν ὀρθῶς ζώντων, ἀλλ’ ἐκείνους τοὺς καθεύδοντας πάντων γυμνώσας
ἄπεισι, τοὺς τοῖς ἐνθάδε θαρροῦντας.
τῆς ἀπειθείας· οὕτως καὶ υἱοὶ τοῦ Θεοῦ, οἱ τὰ τῶ Θεῶ δοκοῦντα πράττοντες· καὶ υἱοὶ ἡμέρας καὶ φωτὸς, οἱ τὰ τοῦ φωτὸς πρόττοντες.
οὐκέτι φύσεως, ἀλλὰ προαιρέσεως. “ ἀλλὰ γρηγορῶμεν,’ φησὶ, “ καὶ νήφωμεν·” ἔστι γὰρ ἐγρηγορότα καθεύδειν, μηδὲν πράττοντα ἀγαθόν· διὰ τοῦτο ἐπήγαγε, “ καὶ νήφωμεν.” καὶ γὰρ ἐν ἡμέρᾳ, ἃν γρηγορῇ μέν τις, μὴ νήφῃ δὲ, μυρίοις περιπεσεῖται δεινοῖς, ὥστε ἐγρηγόρσεως ἐπίτασις ἡ νήψις ἐστίν.
ψυχῆς πλοῦτος καὶ χρημάτων ἐπιθυμία, καὶ σωμάτων ἔρως, κα πᾶν ὅπερ εἴπῃς μέθη ψυχῆς· διὰ τι δὲ ὕπνον τὴν κακίαν ἐκάλεσεν; ὅτι πρῶτον μὲν ἀνενέργητός ἐστι πρὸς τὴν ἀρετὴν ὁ τοιοῦτος· ἔπειτα πάντα φαντασιοῦται, οὐδὲν ἀληθὲς ὁρᾷ, ἀλλ’ ὀνειράτων ἐστὶ μεστὸς καὶ ἀτόπων πολλάκις πραγμάτων· ἃν δέ
τι χρηστὸν ἴδῃ, οὐδὲν ἔχει βέβαιον οὐδὲ πεπηγός· οὐκ ἀρκεῖ δὲ τὸ ἐγρηγορέναι καὶ νήφειν, ἀλλὰ δεῖ καὶ καθοπλίζεσθαι· διό φησιν,
ψυχῆς ἡ δύναμις, πάντα εἰκῆ καὶ μάτην κατασκευάζουσιν οἱ ἐπιβουλεύοντες· καθάπερ γὰρ ἡ περικεφαλαία τὸ καίριον σώζει τῶν ἐν ἡμῖν, τὴν κεφαλὴν περιβάλλουσα, οὕτω καὶ ἡ ἐλπὶς τὸν λογισμὸν οὐκ ἀφίησι διαπεσεῖν· τὸν γὰρ τούτοις πεφραγμένον τοῖς ὅπλοις οὐκ ἔνι ποτὲ πεσεῖν. μένει γὰρ πίστις καὶ ἐλπὶς καὶ
ἀγάπη.
τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν.
καὶ ὅτι τοῦτο βούλεται, πόθεν δῆλον; τὸν Υἱὸν ἔδωκεν. οὕτως ἡμᾶς ἐπιθυμεῖ σωθῆναι, ὅτι τὸν Υἱὸν αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν, καὶ οὐχ ἁπλῶς, ἀλλ’ εἰς θάνατον.
ζήσωμεν. διὸ παρακαλεῖτε ἀλλήλους, καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.
θάνατον, φησὶ, τὸν σωματικὸν, τουτέστι τοὺς κινδύνους μὴ δείσητε, κἂν ἀποθάνωμεν, ἄν τε ζῶμεν, μετ’ αὐτοῦ ζησόμεθα.
ὑμᾶς, καὶ ἡγεῖσθε αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν
ἀγάπῃ, διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν ἑαυτοῖς.
“ ὑμῖν,’’ καὶ προισταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας ὑμᾶς· καὶ πῶς οὐκ ἄτοπον, φησὶν, ἂν μὲν ἄνθρωπος προστῇ, πρὸς ἄνθρωπον πάντα πράττεις, πᾶσαν ὁμολογεῖς χάριν· οὗτος δὲ πρὸς τὸν Θεὸν προίσταται σου, καὶ οὐχ ὁμολογεῖς χάριν; καὶ πῶς προίσταται, φησίν; ὅτι εὔχεται ὑπὲρ σοῦ, ὅτι τῇ πνευματικῇ
δωρεᾷ τῇ τοῦ βαπτίσματος ὑπηρετεῖται, ἐπισκέπτεται, παραινεῖ καὶ νουθετεῖ, πρὸς τοῦτο ἑαυτὸν ἀπησχόλησεν· “ ἡγεῖσθε,’’ φησὶν, “ αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε “ ἐν ἑαυτοῖς·’ μὴ ἁπλῶς φησιν, ἀγαπᾶτε, ἀλλ’ “ ὑπὲρ ἐκπερισ- “ σοῦ,’’ ὡσανεὶ παῖδες πατέρας· διὰ γὰρ αὐτῶν ἐτέχθητε τὴν
γέννησιν τὴν αἰώνιον· δι’ αὐτῶν τῆς βασιλείας ἐπετύχετε· δι’ αὐτῶν πύλαι οὐρανοῦ ὑμῖν ἀνοίγονται· μηδεὶς στασιαζέτω, μηδεὶς φιλο- νεικειτω.
ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας.
πειρασμὸν, ὀλιγόψυχος, οὗτός ἐστιν ὁ ἐπὶ τῆς πέτρας σπαρείς. ἔστι καὶ ἄλλο ει-’δος, τὸ τῆς ἀσθενείας· ἐν ἀσθενείᾳ δὲ γίνεται περὶ πίστιν· ἀλλ’ ὅρα πῶς οὐκ ἀφίησιν ἀύτουν διαπτύσθαι, καὶ ἀλλα- χοῦ δὲ γράφων ἔλεγε, " τοὺς ἀσθενοῦντας τῇ πίστει προσλαμ ** βάνεσθε. " μακροθυμεῖτε,’ φησὶ, " πρὸς πάντας,’’ καὶ πρὸς τοὺς
ἀτάκτους, καὶ σφόδρα· οὐδὲν γὰρ τούτου τοῦ φαρμάκου ἴσον, διδασκάλῳ μάλιστα· οὐδὲν οὕτω τοῖς ἀρχομένοις ἐπιτήδειον, πάν- τως ἐντρέψαι δύναται.
ἀντὶ ἀγαθοῦ.
εἴρηται, διὰ τοῦτο ε7πε, " καὶ εἰς ἀλλήλους, καὶ εἰς πάντας.’’
τοῦτο γὰρ θέλημα Θεοῦ.
πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε. ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.
τῶν διαρρεόντων πραγμάτων φροντίδας κατασκεδάσῃς, ἔσβεσας τὸ Πνεῦμα· ἄν τε σὺ μὲν μηδὲν ἐργάσῃ τοιοῦτον, ἑτέρωθεν δέ ποθεν πειρασμὸς ἐμπεσὼν προσβάλῃ σφοδρῶς καθάπερ τι πνεῦμα, καὶ μὴ σφοδρὰ δὲ ᾖ φλὸξ καὶ πολὺ τὸ ἔλαιον ἔχουσα, ἣ τὴν ὀπὴν μὴ ἐμφράξῃς, ἣ τὴν θύραν μὴ προσκλείσῃς, πάντα ἀπόλωλεν. τίς δέ
ἐστιν ἡ ὀπή; ὥσπερ ἐπὶ τοῦ λύχνου ὀφθαλμὸς καὶ ἀκοή· μὴ ἀφῇς ταύταις προσπίπτειν πνεῦμα σφοδρὸν πονηρίας, ἐπεὶ ἔσ βεσες τὸν λύχνον, ἀλλ’ ἀπόφραξον τῷ φόβω τοῦ Θεοῦ. θύρα τὸ στόμα εστι· πρόσκλεισον, ἴνα καὶ τὸ φῶς παρέχῃ καὶ ἀποκρούηται τὴν ἔξωθεν προσκοπήν· οἷον, ὕβρισέ τις ; ἐλοιδόρησεν ;σὺ κλεῖσον τὸ
στόμα· ἃν γὰρ ἀντίπνοια μὴ γένηται, οὐδὲν ἴσχυσεν ὁ ἄνεμος· μὴ τοίνυν αὐτὸ σβέσωμεν. καὶ ὅταν ἐλεημοσύνην μὴ ποιῶμεν, σβέννυται τὸ Πνεῦμα. οὐ γὰρ μένει παρὰ ψυχῇ ἀνελεήμονι τοῦ Πνεύματος ἡ χάρις.
ἀληθῶς, οἱ δὲ ἐψεύδοντο· τοῦτο καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶ, διακρίσεις πνευμάτων διὰ τοῦτο δεδωκέναι· μιαρὸς γὰρ ὣν ὁ διάβολος ἠθέλησε διὰ τοῦτο πᾶν ἀνατρέψαι τῆς Ἐκκλησίας. ἐπειδὴ γὰρ ἀμφότεροι περὶ μελλόντων προὔλεγον καὶ ὁ δαίμων καὶ τὸ Πνεῦμα, ἀλλ’ ὁ μὲν ψευδόμενος, τὸ δὲ ἀληθεῦον,
καὶ οὐδαμόθεν ἦν ἑκατέρου τεκμήριον λαβεῖν, ἀλλ’ ἀνευθύνως ἑκάτεροι ἔλεγον, ἔδωκε διακρίσεις πνευμάτων. ἐπεὶ οὖν καὶ τότε παρὰ Θεσσαλονικεῦσι πολλοὶ προεφήτευον, οὓς καὶ αἰνίττεται λέγων, μήτε διὰ λόγου μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ Κυρίου· τοῦτο λέγει ἐνταῦθα· μὴ ἐπειδὴ
τινὲς ψευδοπροφῆται παρ’ ὑμῖν εἰσίν· μὴ δι’ ἐκείνους καὶ τούτους κωλύσητε, μὴ ἀποστραφῆτε αὐτοὺς, τοῦτό ἐστι “ προφητείας μὴ “ ἐξονθενῆτε.’’ ὁρᾷς ὅτι τοῦτό ἐστι; “ πάντα δοκιμάζετε,’’ ἐπειδὴ εἰπε “ προφητείας μὴ ἐξουθενῆτε,’’ ἵνα μὴ νομίσωσιν ὅτι πᾶσιν ἀνέῳξε τὸ βῆμα· “ πάντα,’’ φησὶ, “ δοκιμάζετε,’’ τουτέστι, τὰς
ὄντως προφητείας· τὸ δὲ “ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους “ πονηροῦ ἀπέχεσθε,’’ καὶ τὰ ψευδῆ καὶ τὰ ἀληθῆ, ἵνα πάντα μετὰ δοκιμασίας διακρίνητε, καὶ ἐκείνων ἀπέχεσθε καὶ τούτων ἔχεσθε· οὕτω γὰρ κἀκείνων σφοδρὸν τὸ μῖσος ἔσται, καὶ τούτων ἡ ἀγάπη γίνεται, ὅταν μὴ ἁπλῶς μηδὲ ἀνεξετάστως ἅπαντα πράτ-
τωσιν.
σῶμα ἀμέμπτως ἐν τῆ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη.
τὸν νυμφῶνα, ἃν δὲ ἐσβεσμένας, οὐκέτι. διὰ τοῦτό φησιν, “ ὁλό- “ κληρον ὑμῶν τὸ πνεῦμα·’’ ἐκείνου γὰρ μένοντος ἀκεραίου, καὶ τοῦτο μενεῖ, καὶ ἡ ψυχὴ, φησὶ, καὶ τὸ σῶμα· οὔτε γὰρ αὐτή τι πονηρὸν δέχεται, οὔτε ἐκεῖνο.
ψυχὴν καὶ σῶμα, ἀλλ’ ἐπὶ μόνων τῶν πιστευόντων, ὧν ψυχὴ μὲν καὶ σῶμα τῆς φύσεως, τὸ δὲ πνεῦμα τῆς εὐεργεσίας, τουτέστι τὸ χάρισμα τῶν πιστευόντων. καὶ οὐκ εἶπεν ἄμεμπτα τηρηθείη, ἵνα μὴ νομίσῃς ὅτι καὶ ὑπὲρ τοῦ χαρίσματος εὔχεται, ἀλλ’ “ ἀμέμπτως τηρηθείη,’’ δηλαδὴ ἡμῶν ἀμέμπτως διαγόντων καὶ
διατηρούντων, καὶ πνεῦμα καὶ ψυχὴν καὶ σῶμα ἐν τῇ τῆς εὐσεβείας διαγωγῇ.
ματι.
μέγαν γὰρ εἶχον φόβον τοῦ πράγματος.
Catena In Epistulam I Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.