ΚΕΦ. Δ.
περισσεύητε μᾶλλον· οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ. τοῦτο γάρ ἐστι
θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν.
μέλλῃ εἰς τὰ διηνεκῆ ἐμβαίνειν, λοιπὸν καὶ ἃ συνεχῶς ἀκοῦσαι χρὴ, τοῦτο προστίθησι τὸ ῥῆμα “ τὸ λοιπὸν, τουτέστιν, ἀεὶ καὶ εἰς διηνεκές· “ ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ·” βαβαὶ, οὐδὲ εἰς τὸ παρακαλεῖν ἑαυτὸν ἀξιόπιστον εἶναι, φησὶν, ἀλλὰ τὸν Χριστὸν παραλαμβάνει· διὰ τοῦ Θεοῦ παρακαλοῦμεν ὑμᾶς,
φησὶν, ἵνα “ καθὼς παρελάβετε παρ’ ἡμῶν·” τὸ “ παρελάβετε’’ οὐχὶ ῥημάτων ἐστὶ μόνον, ἀλλὰ καὶ πραγμάτων, “ τὸ πῶς δεῖ “ ὑμᾶς περιπατεῖν,” πᾶσαν ἐν τούτῳ τὴν ἀναστροφὴν τοῦ βίου δηλοῖ) “ καὶ ἀρέσκειν τῷ Θεῷ, ἵνα περισσεύητε μᾶλλον,’’ ρουτέστιν ἐκ πλέονος περιουσίας, μὴ μέχρι τῶν ἐντολῶν ἵστασθαι,
ἀλλ’ ἵνα καὶ ὑπερβαίνητε. τοῦτο γὰρ προκοπὴ τὸ ὑπερβαίνειν τὰς ἐντολάς· οὐκέτι γὰρ ἀπὸ τῆς διδασκαλικῆς ἀνάγκης, ἀλλ’ ἀπὸ τῆς οἰκείας προαιρέσεως γίνεται τὸ πᾶν· εἰκὸς οὐν αὐτὸν μετὰ πολλοῦ φόβου καὶ τρόμου παρηγγελκέναι αὐτοῖς· καὶ ἀναμιμνήσκει διὰ τῶν γραμμάτων τούτων ἐκείνης αὐτοὺς τῆς εὐλαβείας.
“ οἴδατε γάρ’ φησὶ, “ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ “ τοῦ Κυρίου Ἰησοῦ· τοῦτο γὰρ ἐστὶ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς “ ὑμῶν.’’ καὶ ἀλλαχοῦ γράφων, φησὶν, “ εἰρήνην διώκετε μετὰ “ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγεν, “ ἑαυτὸν ἁγνὸν τήρει,” καὶ ἐν τῇ
πρὸς Κορινθίους δευτέρᾳ· “ ἐν ὑπομονῇ πολλῇ, ἐν νηστείαις, ἐν “ ἁγνότητι·’’ καὶ πολλαχοῦ ἄν τις εὕροι τοῦτο· ὄντως γὰρ πάντας τοῦτο λυμαίνεται τὸ κακόν· “ τοῦτο γάρ ἐστι,’’ φησὶ, “ θέλημα Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ πάσης πορνείας. πολύτροποι γὰρ καὶ πολυποίκιλαι τῆς ἀσελγείας αἱ ἡδοναί· εἰπὼν
δὲ, “ ἀπὸ πάσης πορνείας” καταλιμπάνει τοῖς εἰδόσιν.
ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν.
τῆς ἐπιθυμίας ἐκκόπτειν· καὶ γὰρ τρυφὴ καὶ πλοῦτος καὶ ῥᾳθυμία καὶ ἀγρία καὶ σχολὴ, καὶ πάντα ταῦτα εἰς ἐπιθυμίαν ἡμᾶς ἐξάγει τὴν ἄτοπον, “ καθάπερ,” φησὶ, καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα “ τὸν Θεόν.’’ ἐκεῖνοι γὰρ τοιοῦτοί εἰσιν, οἱ μὴ προσδοκῶντες δώσειν δίκην.
ἐκάλεσε.
μίαν, ὥστε ἡ πρὸς τὴν ἑτέραν παράβασίς ἐστι καὶ πλεονεξία· οὐ γὰρ οὕτως ἀλγοῦμεν τῶν χρημάτων ἡμῖν ἐκφορουμένων, ὡς τοῦ γάμου διορυττομένου· ἀδελφὸν καλεῖς, καὶ πλεονεκτεῖς ; καὶ ἐν οἷς οὐ χρὴ, περὶ μοιχείας φησὶν, ἀνωτέρω δὲ καὶ περὶ πορνείας ἁπάσης.
“ ράμεθα·” οὐδὲ γὰρ ἀτιμωρητὶ ταῦτα πράττομεν.
ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ
ἀγαπᾶν ἀλλήλους· καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλη τῆ Μακεδονίᾳ, καὶ εἰς τοὺς ἄλλους πάντας.]
λέγω ὅτι “ θεοδίδακτοί ἐστε,’’ ἀλλ’ οἶδα ἀφ’ ὧν ποιεῖτε.
καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν, καὶ πράττειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς καὶ παρηγγείλαμεν
ὑμῖν· ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω,
καὶ μηδαμῶς χρείαν ἔχητε.
πλησίον, οὐχὶ παρ’ ἐκείνων λαμβάνειν, ἀλλ’ ἐκείνοις παρέχειν. καὶ θέα· μέλλων παρακαλεῖν καὶ παραινεῖν, μέσον τὸ κατόρθωμα τίθησιν, ἵνα καὶ ἀπὸ τῆς προτέρας προαινέσεως ἀναπνεύσωσι, καὶ τῆς ἀπειλῆς, ἡνίκα ἔλεγε “ τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον “ ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν,’’ καὶ πρὸς ταύτην μὴ ἀποσκιρτήσωσι·
τοῦτο δὲ ἀπὸ τοῦ ἐργάζεσθαι γίνεται, ὥστε μὴ λαμβάνειν μηδὲ ἀργεῖν, ἀλλ’ ἐργαζόμενον ἑτέροις παρέχειν· “ μακάριον γάρ ἐστι,’’ φησὶ, “ διδόναι μᾶλλον ἣ λαμβάνειν·” “ καὶ ἐργάζεσθαι,” φησὶ, “ ταῖς χερσὶν ὑμῶν· ποῦ εἰσιν οἱ τὸ ἔργον ζητοῦντες τὸ πνευματικόν ; ὁρᾷς πῶς αὐτοῖς πᾶσαν πρόφασιν ἀνεῖλεν, εἰπὼν “ ταῖς
“ χερσὶν ὑμῶν ;” ἆρα νηστείαν τις ἐργάζεται ταῖς χερσίν ; παννυχίδας ; ἀλλὰ χαμευνίας ; οὐδεὶς τοῦτο ἂν εἴποι, ἀλλὰ περὶ ἔργου, φησὶ, Κυρίου· πνευματικὸν γὰρ ὄντως ἐστὶ τὸ ἐργαζόμενον ἑτέροις παρέχειν· “ ἵνα περιπατῆτε, φησὶν, εὐσχημόνως.” οὐκ εἶπεν, ἵνα μὴ ἀσχημονῆτε ἐπαιτοῦντες, ἀλλὰ τὸ αὐτὸ μὲν ῇνίξατο· πραότερον δὲ αὐτὸ τίθησιν ὥστε καὶ πλῆξαι καὶ μὴ σφόδρα τοῦτο ποιῆσαι. εἰ γὰρ οἱ παρ’ ἡμῖν σκανδαλίζονται τούτοις, πολλῷ
μᾶλλον οἱ ἔξωθεν μυρίας εὑρίσκοντες κατηγορίας καὶ λαβὰς, ὅταν ἄνθρωπον ὑγιαίνοντα καὶ ἑαυτῷ ἀρκέσαι δυνάμενον ὁρῶσιν ἐπαιτοῦντα καὶ ἑτέρων δεόμενον· διὸ καὶ χριστεμπόρους καλοῦσιν ἡμᾶς, “ διὰ τοῦτο, τὸ ὄνομα,’’ φησὶ, “ βλασφημεῖται τοῦ Θεοῦ,’’ ἀλλ’ οὐδὲν τούτων ἔθηκεν, ἀλλ’ ὃ μάλιστα αὐτῶν καθάψασθαι ἴσχυσε,
τὸ τῆς ἀσχημοσύνης.
Catena In Epistulam I Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.