ΚΕΦ. Β.
δάσαμεν τὸ πρόσωπον ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ.
στάτευτα ἄωρον ὀρφανίαν ὑποστάντα, ἐν πολλῷ πόθῳ τῶν γονέων ἐστὶν, οὐ διὰ τὴν φύσιν μόνον αὐτὴν, ἀλλὰ καὶ διὰ τὴν ἐρημίαν· οὕτω δὲ καὶ ἡμεῖς· καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν ὅτι πολὺν χρόνον ἀνεμείναμεν, ἀλλὰ πρὸς καιρὸν, καὶ ταῦτα προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ· ὁρᾷς ὅση ἀγάπη ;
καὶ τοι γε ἔχων αὐτοὺς διὰ παντὸς ἐν καρδίᾳ, καὶ τὴν κατ’ ὄψιν ἐζήτει παρουσίαν.
γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων, κατείχετο ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας· τὴν οὖν ἀπὸ τῶν πραγμάτων ἐγκοπὴν τοῦ Σατανᾶ ἐκάλεσε τῷ μέλλειν ὠφελεῖσθαι Θεσσαλονικέας ἀπὸ τῆς αὐτοῦ παρουσίας, ὡς ἃν ἀναγκαίως πάντων τῶν βλαβερῶν ἀνατι- θεμένων τῷ Σατανᾷ.
ἐκκλησίαν ὁλόκληρον παρεῖναι φυτευθεῖσαν καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου· τίς οὐκ ἃν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; ; ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. οὐ γὰρ εἶπεν ὑμεῖς, ἀλλὰ καὶ ὑμεῖς μετὰ τῶν ἄλλων.
Ἀθήναις μόνοι.
τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ.
πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις.
θορυβοῦσι τοὺς μαθητὰς, τότε δὲ πολλοῖς περιέπεσε πειρασμοῖς. “ εἰς τὸ στηρίξαι ὑμᾶς,” φησιν, οὐχ ὡς ἐλλείποντάς τι τῆς πίστεως, οὐδὲ ὀφείλοντάς τι μαθεῖν, “ καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν·
ἀλλ’ ἔθηκε λέξιν τὴν μὴ δυναμένην ἐλεγκτικὴν εἶναι τῆς ἐνδόσεως, “ σαίνεσθαι“ εἰπὼν τὸ μηδένα ξενίζεσθαι.
καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν ἀδελφοὶ ἐφ᾽ ὑμῖν, ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν. διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.
τρίτου ἀνελθὼν οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὢν, ἀλλ᾽ ἀναγκάζεται πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι τὴν πίστιν αὐτῶν; τί οὖν ἄν τις εἴποι; ὅτι οὐ πάντα ᾔδεσαν οἱ ἅγιοι, καὶ τοῦτο πολλαχόθεν ἄν τις καταμάθοι, καθάπερ Ἐλισσαῖος περὶ τῆς γυναικὸς ἠγνόησε, καθάπερ Ἠλίας ἔλεγε πρὸς τὸν Θεὸν, "κἀγὼ ὑπελείφθην
μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου," διὰ τοῦτο ἤκουσε παρὰ τοῦ Θεοῦ ὅτι κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας· ὁ Σαμουὴλ πάλιν, ἡνίκα ἀπεστάλη χρίσαι τὸν Δαυίδ· διὸ ἔλεγεν, "οὐχ ὡς ὄψεται ἄνθρωπος, οὕτως ὄψεται καὶ ὁ Θεός." τοῦτο δὲ γίνεται κατὰ πολλὴν τοῦ Θεοῦ κηδεμονίαν, αὐτῶν τε ἕνεκεν τῶν ἁγίων καὶ τῶν
πιστευόντων αὐτοῖς· διὰ τοῦτο καὶ διωγμοὺς συγχωρεῖ γίνεσθαι· καὶ πάλιν, ἵνα μὴ κἀκεῖνοι μεγάλα τινὰ περὶ αὐτῶν φαντάζωνται, καὶ τοῦτο αὐτός φησιν, "ἵνα μή τις εἰς ἐμὲ λογίσῃ τε ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ·" καὶ πάλιν, ἵνα μή τις ἔχῃ λέγειν, ὅτι οὐχὶ ἄνθρωποι ὄντες κατώρθωσαν, καὶ οὕτω πάντες
ὕπτιοι γένωνται· διὰ τοῦτο δείκνυσιν αὐτῶν τὴν ἀσθένειαν, διὰ τοῦτο ἀγνοεῖ, διὰ τοῦτο καὶ πολλάκις προθέμενος οὐκ ἔρχεται.
ὑμᾶς ἔμπροσθεν τοῦ Θεοῦ ἡμῶν; νυκτὸς καὶ ἡμέρας, ὑπὲρ ἐκπερισσοῦ δεόμενοι, εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον, καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν.
“ μενοι.’’ καὶ τοῦτο τῆς χαρᾶς σημεῖον, τὸ ποθεῖν καὶ ὄψει τὴν τοσαύτην ἰδεῖν ἡδονήν. “ καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως “ ὑμῶν·’’ ἐνταῦθα πολὺ τὸ ζήτημα· εἰ γὰρ νῦν ζῇς, ὅτι ἑστήκασι, καὶ Τιμόθεος εὐηγγελίσατο τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην, καὶ τοσαύτης ἦν χαρᾶς μεστὸς, ὡς μηδὲ δύνασθαι τῷ Θεῷ κατ’
ἀξίαν εὐχαριστῆσαι, πῶς ἐνταῦθα τὰ ὑστερήματα τῆς πίστεως εἶναι φής ; τι οὖν ἐστιν ; οὐ πάσης ἀπέλαυσαν τῆς διδασκαλίας, καὶ τοῦτο δηλοῖ πρὸς τῷ τέλει, ἴσως ἐξηγεῖτο παρ’ αὐτοῖς περὶ τῆς ἀναστάσεως, καὶ πολλοὶ ἦσαν οἱ θορυβοῦντες αὐτοὺς, οὐκέτι πειρασμοῖς οὐδὲ κινδύνοις, ἀλλ’ ὑποκρινόμενοι τοὺς διδασκάλους
διὰ τοῦτο εἶπε “ τὰ ὑστερήματα,” καὶ οὐκ εἶπεν εἰς τὸ στηριχθῆναι, ἀλλ’ ἔνθα μὲν περὶ τῆς πίστεως ἐδεδοίκει, “ ἔπεμψα,’’ φησὶ, “ Τιμόθεον εἰς τὸ στηριχθῆναι ὑμᾶς,’’ ἐνταῦθα δὲ τὸ ὑστεροῦν καταρτίσαι, ὃ διδασκαλίας μᾶλλόν ἐστιν ἣ βεβαιώσεως· τὸ γὰρ μὴ κατηρτισμένον ἐστὶν ὃ ὀλίγον τι λείπει, τοῦτο δὲ καταρτιζεται.
Catena In Epistulam I Ad Thessalonicenses (Typus Parisinus). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.