ΚΕΦ. Γ.
ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτὲ περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας του ἀέρος του πνεύματος του νυν ἐνεργοῦντος ἐν
τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνετράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦτες
τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ
ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ, ἢν
ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ.
τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν ” δέ’ σύνδεσμον τὸν ὅπου, ” ὁ δὲ Θεὸς πλούσιος ” ἐλέει·’’ ἡγούμεθα ἤτοι παρεμβεβλῆσθαι μάτην ἐν τοῖς ἣ ὡς ὑπὸ ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα.
σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα· ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ παράπτωμα, ἐξεταστέον εἰ διαφέρει τῆς ἁμαρτίας, καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ ” καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παρα-
” πτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν, εἰ τὰ ἡμῖν ἤδη τετελεσμένα ἁμαρτίαι ἡμῶν λέγονται· αἱ δὲ ἀρχαὶ τούτων οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ’ ὁδεύουσα ἐπὶ τὸ πεσεῖν ἡμᾶς, παραπτώματα. καὶ τάχα διὰ τοῦτο, ἐν τῷ ὀκτωκαιδεκάτῳ λέγεται ψαλμῷ, ” παραπτώματα τίς συνήσει ;” τῷ τὸν συνιέντα τὰς ῥίζας
καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας παραπτώματα, δύνασθαι ἃν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ἁμαρτίαις.
τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ’ ἀρχῆς μέχρι τέλους κατασκεύῃ· ἄλλος δὲ, ἐκ τοῦ ἑξῆς ὑπονοήσει, μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου· ἐπείπερ ὡς καθ’ ἑνὸς τέτακται ταῦτα πάντα,
λέγοντος Παύλου ” ἐν οἷς ποτὲ περιεπατήσατε κατὰ τὸν ” τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ” τοῦ πνεύματος καὶ ἐν τῇ πρὸς Γἀλάτας δὲ, τὸ ” ” λῆται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ,’’ νομίσει ὅτι ζῶον πονηρόν ἐστιν ὁ ἐνεστὼς αἰὼν, ὁ αὐτὸς ὣν τῷ ἄρ-
χοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· πλὴν ἔχει ἀντεπεχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας Ἐπιστολῆς ῥητόν· ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι· ” ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι “εἰσι·” καὶ ” μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃς
ἐπὶ τῆς γῆς, φησὶν ὁ Τακώβ· καὶ τὸ ” δι’ οὑ ἐποίησε “ αἰῶνας” κείμενον, δόξει κτίσμα λέγειν τοὺς αἰῶνας· ὤν δύναται εἱς ἀποστατικῶς πονηρὸς γεγονέναι, καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ” ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος, ” νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς
” πάντες ἀνεστράφημέν ποτε·’’ καὶ παρατηρητέον γε, ὅτι οὐκ κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος, ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵν οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης.
τῆς ἐξουσίας του πνεύματος· ὅπερ πνεῦμα ἀέρος ἐστι, τὸ πνεῦμα τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστι τῆς περὶ τὸν ἀέρα, ὁ νῦν λεγόμενος· ἥτις ἐνεργεῖ, διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς· καὶ πᾶς δὲ ὁ καταγγελλομένων
θείων δογμάτων ἀπειθῶν αὐτοῖς, δι’ αὐτοῦ τοῦ ἀπειθεῖν, υἱὸς ἀπειθείας ἀναφαίνεται. καὶ μή ποτε πρὸς ταύτης ἡμῖν τὰς ἐξουσίας ἡ πάλη· ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰς ἐξουσίας ἐν τοῖς ἐπουρανίοις εἶναι
λέγεσθαι· ὥσπερ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας ἐν τοῖς ἐπουρανίοις, τοῦ περὶ ἡμᾶς ἀέρος, κατά τινα συνήθειαν τῆς γραφῆς, οὐρανοῦ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ· σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται.
ἣ τοῖς παραπτώμασι; καὶ γὰρ οὐκ ἀπέδωκε τί πρὸς τὰ παραπτώματα, ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν ” καὶ ”ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν,’’ ἐπιφέρει τὸ ” ἐν οἷς ποτὲ περιεπατήσατε.’’ νῦν δὲ πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν, τὸ ” καὶ ἐν οἱς καὶ ἡμεῖς
“πάντες ἀνεστράφημέν ποτε· ἵνα μὴ δόξῃ εἰπὼν τὸ ” ἐν οἷς ” περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου,’’ δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν· οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκὸς, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων· ” ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ
” πνεῦμα κατὰ τῆς σαρκός.’’ ἀναστραφέντες δὲ ἐν τοῖς ἐπεὶ ἥμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι, ἀλλὰ πλείονα θελήματα· καὶ οὐ μόνον τῆς σαρκὸς, ἀλλὰ καὶ τῶν διανοιῶν. ζητοῦμεν δὲ, τίνα τὰ θελήματα τῶν διανοιῶν, ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά
γε τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς, καὶ φιληδονεῖν, ποιεῖ τίς τὰ θελήματα τῆς σαρκός· τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγίους δόξης καὶ τῆς ὀρθῆς διανοίας, ποιοῦμεν τὰ θελήματα τῶν διανοιῶν.
εἰσάγοντες· πῶς γὰρ ὁ φύσει Υἱὸς Θεοῦ, φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ σῶμα τῆς ταπεινώσεως, γεγονέναι τέκνα φύσει ὀργῆς· ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· κατὰ γὰρ τὸν Σολομῶντα ” οὐκ ἐστὶ δίκαιος ἐπὶ τῆς γῆς, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ άμαρ-
ἁμαρτησεται.
ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων· κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα, δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν· τίνα δήπου, τὸν διάβολον· διὰ τι δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν
ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν, ἑκόντες καὶ προτρεπόμενοι, καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τίς· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτο, ἀλλ’ εἰς γέενναν παραπέμποντι, πέμποντι, πάντες ὑπείκουσιν· ἀλλ’ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ· καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, διὰ τὴν ῥαθυμίαν τὴν ἡμετεραν.
ἔστι γὰρ αἰώνιος ἡ ἀρχή· τουτέστιν, τῷ παρόντι αἰῶνι συγκαταλυομένη· λυομένη· ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· ” οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλὰ πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους ” τοῦ αἰῶνος τούτου.’’ ἵνα γὰρ μὴ κοσμοκράτορα ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῆς, εἶπε τοῦ ” αἰῶνος τούτου·’’ καὶ
πονηρὸν αἰῶνα καλεῖ, τὸν καιρὸν τὸν διεστραμμένον· οὐ περὶ τῶν κτισμάτων λέγων· ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν, μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς καὶ μετὰ τὴν παράβασιν.
” οἱ λοιποὶ πάντες·’’ τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες· ἵνα μὴ τὴν σάρκα διαβάλῃ καὶ μὴ δὲ μέγα τις εἶναι νομίσῃ τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες· τουτέστιν τὰ τῆς ἡδονῆς πάθη· παρωξύναμεν τὸν Θεὸν καὶ παρωργίσαμεν· τουτέστιν, ὀργὴ
ἦμεν, καὶ οὐδὲν ἕτερον. ὥσπερ γὰρ ἀνθρώπου ὣν τέκνον φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς, ὡς καὶ οἱ λοιποί.
ἀξίωσας ὁ Θεὸς καὶ χάριτος ἑκουσίου, τὴν ἀντὶ ἁμαρτίας νεκρότητα ἡμῶν μετέβαλεν εἰς ζωὴν, κοινωνίᾳ τῇ πρὸς τὸν Χριστόν. ὅπερ γάρ ἐστιν ἐν Χριστῷ, τοῦτο εἰς ἡμᾶς χωρεῖ συναπτομένους αὐτῷ· καὶ τοὺς ἔχοντας δὲ νόμον, τὰ ὁμοία τῶν ἐθνῶν πεπονθέναι φησὶν, ἐν ἁμαρτίαις, ἵνα τὸ μέγεθος ἐνδείξηται τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι τοὺς πάντας κρατουμένους ὑπὸ τῆς φθορᾶς διέσωσεν.
νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα· αἰῶνα καλέσας, τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν· κόσμον δὲ τὴν σύστασιν τοῦ παντός· καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει, ” ” ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ.’’ τοῦτον νῦν αἰῶνα λέγει. τὴν οὑν κοινὴν ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην,
αἰῶνα ὠνόμασεν· ἧς μέρος ἦσαν ποτὲ, καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ.
ἄγγελος ἦν ὁ διάβολος, ἀλλ’ ἀέριον τὸ πονηρὸν πνεῦμα· κἂν ὁ Κύριος λέγῃ ” εἰδον τὸν Σατᾶναν ὡς ἀστραπὴν πεσόντα ἐκ οὐρανοῦ,” οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ’ ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε, λέγων ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως
φέρεται, οὕτως ἔιδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. ” τοῦ νῦν “ γοῦντος.’’ ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ’ ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος.
ἐλέους.
περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται ; εἶδες τὸ ὑπερβάλλον μέγε- θος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας ; τοὺς νεκροὺς, τοὺς ὀργῆς υἱοὺς, τούτους ἐζωοποίησεν· εἶδες τὴν ἐλπίδα τῆς κλή- σεως ; συνήγειρε καὶ συνεκάθισεν· ε-ι’δες τὴν δόξαν τῆς κληρονο- μίας αὐτοῦ ; τὸ μὲν συνήγειρε δῆλον, τὸ δὲ συνεκάθισεν ἡμᾶς le^ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν ; ὡς τὸ συνή- γειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος· εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν· ὡς καὶ ἐκεῖ τοῦ
προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν 1ωσήφ· οὐκοῦν οὕτω *’ καὶ συνεκάθισε,’’ τῆς κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκά-
θῆται. Διὰ τοῦτο γὰρ ἐπήγαγεν, " ἐν Χριστῷ \r\aov’’’^ ἣ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ. πῶς οὖν συνεκάθισεν ; εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. ε-ι’τα ἵνα μὴ ἀπιστήσῃς,
ὅρα τι ἐπάγει,
ἡμᾶς· τι γάρ, φησι, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη ; ἔδειξε μὲν οὑν, ὅτι καὶ πρὸς ἡμᾶς, εἴγε οὕτως ἡμῖν ἥνωται. πλὴν ἀλλὰ καὶ τὰ ἡμῶν κατ’ ἰδίαν φησίν· " ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώ- “ μασι, συνήγειρε καὶ συνεκάθισεν·’’ ὥστε ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων, ἀπό τε τῆς κεφαλῆς, ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα, λαβὼν τὴν ἀπόδειξιν. πῶς γὰρ ἐνδείξηται, ἂν τοῦτο μὴ γένηται; καὶ ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις
τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται.
οὐκ εἶναι ἐν σαρκὶ, καὶ ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκὶ, οὕτως οὐκ εἶναι ἐπὶ γῆς, κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν Πνεύματι, οὐκ ἔστιν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν σαρκὶ, ἀλλ’ ἤδη ἐν Πνεύματι. ματι. αἱ γ᾿ οὖν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων γε καὶ
τοιῶνδε κατάληψις οὐκ ἔστιν ἐπίγειος, ἀλλ’ ἐπουράνιος· πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖς ἐχόντων τῶν συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρανίοις, εἴπερ καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἐστιν, ἵν οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις, συγκαθήμενοι θήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ σοφίᾳ καὶ τῷ λόγῳ τοῦ
Θεοῦ. τῇ γὰρ χάριτι ἐστε σεσωσμένοι, διὰ πίστεως.]
Θεοῦ τοίνυν τὸ δῶρον· μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησὶν, ἀλλ’ ἵνα μὴ ἀργοὺς μηδὲ καινοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησί· τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, ἵνα μή τις καυχήσῃ τι, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. τί οὖν αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; οὐδαμῶς, ἀλλ’ οὐδεὶς ἐξ ἔργων, φησὶ ἐδικαιώθη, ἵνα
δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία· οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι. εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων, ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς γένῃ, ὅρα τι ἐπήγαγεν.
ἀπεθάνομεν, τοῦτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ ἐγενόμεθα, οὐκ ἦμεν πρότερον· ἄρα ἡ κτίσις τὸ πρᾶγμά ἐστι καὶ τῆς ἑτέρας τιμιωτέρα. ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῆν, ἐκ δὲ ταύτης τὸ καλῶς ἡμῖν ζῆν περιγέγονεν· ” ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ “ ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.’’ Διαρκοῦσι γὰρ ἡμῖν χρεία τῆς
ἀρετῆς, οὐχὶ ἵνα ἀρξώμεθα, ἀλλ’ ἵνα περιπατήσωμεν· οὐδὲ γὰρ εἰ βαδίζειν ὁδὸν ἔδει, εἰς πόλιν φέρουσαν βασιλικήν· εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἀν’ ἧμας ἀυτὴ η ἐλπὶς τῆς κλήσεως· επ ἔργοις γὰρ φησὶν, ἀγαθοῖς. οὐδὲν οὖν ἃν ὤνησεν ἡμᾶς τὸ πρᾶγμα. οὕτω δὴ
καὶ ἐνταῦθα· οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, προστάττει, ἀλλ’ ἵνα πάντα.
διὰ τῆς ἀναστάσεως, ἵν, ἅπερ ἀπὸ τῆς οἰκείας προαιρέσεως κατορθῶσαι οὐδαμῶς οἷοί τε ἐγενόμεθα, τῷ τὴν φυσικὴν ἀντιπράττειν ἡμῖν ἀσθένειαν, ταῦτα δίχα πόνου παντὸς σὺν εὐμαρείᾳ πολλῇ χάριτι τοῦ πρὸς τοῦτο ἡμᾶς ἀνακτίζοντος, ἐπιτελέσαι ἡμῖν ἐγγένηται.
ἐν σαρκὶ χειροποίητου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλωτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ,
καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι, ἐν τῷ κόσμῳ.
ὅτι ποῦ ἀνήγαγε· καὶ πάντα ταῦτα κινεῖ νῦν γράφων ὁ Παῦλος. εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τέκνα ὀργῆς ἔσωσε. νῦν λέγει, τίνων ἐποίησεν ἴσους. ” διὸ’’ ” μνημονεύετε,’’ ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς εὐτελείας εἰς ἀντίρροπον, εἰ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ
μεμνῆσθαι τῶν προτέρων. διὰ τοῦτό φησι· ” διὸ “διὶ” ποῖον; ἐπειδὴ ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς· τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη οἱ λεγόμενοι· ἐν ῥήμασιν ἦν ἡ τιμή· ἐν σαρκὶ τὸ προτέρημα·” οὐδὲν γάρ ἐστιν ἡ
“ἀκροβυστία, οὐδὲν ἡ περιτομὴ, ” ὑπὸ τῆς λεγομένης “ τομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ “ Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, “ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας· ἐλπίδα μὴ ἔχοντες, “ ἄθεοι ἐν τῷ κόσμῳ.’’ Ὑμεῖς ὑπὸ Ἰουδαίων τοῦτο καλούμενοι.
τί δή ποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην· ἐν τῷ κοινωνῆσαι αὐτοῖς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ’ ἐν τούτοις ἐπαίρει αὐτὸ ἐν τοῖς ἀναγκαίοις· ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. προϊὼν γὰρ, φησὶ, συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖον τοῦ Θεοῦ.
ὁρᾷς πῶς οὐ καθαιρεῖ; ταῦτα, φησὶ, ἀδιάφορά ἐστι. μὴ νομίσητε ὅτι περιτομῆς οὐκ ἐτύχετε, ἀλλ’ ἀκροβυστία ἐστὲ, διαφοράν τινα εἶναι. τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς Χριστοῦ εἰναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι· τοῦτο δὲ οὐ πολιτεία. τὸ δὲ ξένους εἶναι τῶν διαιθηκῶν τῆς ἐπαγγελίας, τὸ ἐλπίδα μὴ ἔχειν τὴν μέλλουσαν, τὸ ἀθέους εἰναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει δὲ περὶ τῶν ἐπὶ
γῆς, ἐπειδὴ μεγάλην εἶχον περὶ αὐτὸν δόξαν οἱ Ἰουδαῖοι· οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν ὅτι “ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν “βασιλεία τῶν οὐρανῶν,’’ τὸ ἔλαττον τίθησιν· ” φησὶν, ” ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν.’’ τοῦτο γὰρ πρὸς
μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. ἄρα τοῦτο ἢν τὸ πολιτεύεσθαι· πολλὴ δὲ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν· “ ἀπηλλοτριωμένοι,’’ φησὶ, ” καὶ ξένοι “ διαθηκῶν,’’ ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτός· ἀλλ’
οὐχ ὡς ἀλλότριοι, ἀλλ’ ὡς ῥᾴθυμοι καὶ τῶν διαθηκῶν ἐξέπεσον, οὐχ ὡς ξένοι. τίνες δὲ αἱ διαθῆκαι τῆς ἐπαγγελίας; ” σοὶ “ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην,’’ καὶ ὅσα ἕτερα “ ἐλπίδα,’’ φησὶ, ” μὴ ἔχοντες, καὶ ἄθεοι·’’ Θέους προσεκύνουν, ἀλλ’ οὐκ ἦσαν. οὐ γὰρ ἐστί τι εἴδωλον.
“ Ἰσραήλ, ὡς νῦν οὐκέτι αὐτῶν ὄντων χωρὶς Χριστοῦ, ἀλλ’ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ· τοῖς γὰρ νοοῦσι τὸν πνευματικὸν νόμον, καὶ κατ’ αὐτὸν βιοῦσι, πᾶσιν ὑπάρχει τὸ οἰκειῶσθαι τῇ πολιτείᾳ τοῦ Ἰσραήλ· καὶ μᾶλλον τῶν σωματικῶν Ἰουδαίων, ἀκόλουθόν ἐστι τὸν χωρὶς Χριστοῦ καὶ ἀπηλλοτριωμένον τῆς πολιτείας
τοῦ Ἰσραὴλ, καὶ ξένον νομίζειν εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας. ζητήσεις δὲ, μή ποτε διὰ τοῦτο εἴρηται ” ἄθεοι, “ τῷ κόσμῳ τούτῳ κ·” ἐπεὶ ὅσον ἐπὶ τῇ προγνώσει τοῦ Θεοῦ ἦσαν ἄθεοι, οἷς γράφεται ἡ Ἐπιστολή.
τῷ αἵματι τοῦ Χριστοῦ, καὶ ταύτης τῆς τιμῆς ἀγορασθέντες. ” αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.’’ τηρητέον, ὅτι ὥσπερ ἐστὶ ὁ Χριστὸς καὶ σοφία καὶ δύναμις καὶ ζωὴ, οὕτω καὶ εἰρήνη· καὶ συνακτέον γε πάντα ἀπὸ πάσης γραφῆς, ἃ ὀνομάζεται, ἵνα αὐτὸν ἀκριβέστερον νοήσωμεν. ὥσπερ οὖν ὁ ἔχων αὐτὸν ἔχει λόγον· ὅτε
αὐτὸν ζητήσας εὗρεν ὡς λόγον, τὸ δὲ ἀνάλογον καὶ ἐπὶ σοφίας καὶ δικαιοσύνης ἔχει, οὕτω ζητήσωμεν αὐτὸν καὶ ὡς εἰρήνην· ἵνα αὐτὸν ἔχωμεν, καθώς ἐστιν εἰρήνη, καὶ εἰρήνη πάντων τῶν λογικῶν· ὁ δὲ μὴ ἔχων τὴν εἰρήνην οὐκ ἔχει τὸν Χριστόν.
ἀπὸ περιτομῆς, ἀλλ’ ἐγγύς.
τῆς ἀναστάσεως ἀθανασίαν ἡμῖν παρασχὼν, κατέλυσε τὴν διαίρεσιν ταύτην. ἐν γὰρ ἀθανάτῳ φύσει περιτομὴ μὲν οὐκ ἃν γένοιτο. τούτου δὲ οὐκ ὄντος, οὐδὲ μία φανήσεται ἀκροβύστου καὶ περιτετμημένου διάκρισις, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν ἐντολῶν τὸν νόμον ἐντεῦθεν ἔπαυσε· περιττὴ γὰρ τότε πᾶσα τοῦ νόμου διάταξις.
” ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θέον.’’ ἐπηγγείλατο μὲν τοῖς ἀλλ’ ἀνάξιοι ἦσαν· τούτοις δὲ οὐδὲ ἐπήγγελτο, ἀλλὰ ξένοι ἦμεν, οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτούς· καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπόδειγμα δὲ ἐρῶ. Ὑπόδειγμα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολύβδου, εἶτα ἀμφοτέρους καταχωσθέντας ἀνελθεῖν χρυσοῦς τοὺς δύο ἰδοὺ τοὺς δύο ἓν ἐποίησεν. ἔστω πάλιν ὁ μὲν δοῦλος ὁ δὲ υἱοποίητός, ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν· ὁ μὲν ἀποκήρυκτος ὣν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν
πατέρα. εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι καὶ γνήσιοι παῖδες. ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἕν, ὁ μὲν πόρρωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν.
νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. τινὲς φασὶ τὸ μεσότοιχον τῶν Ἰουδαίων πρὸς τοὺς Ἕλληνας, ὅτι οὐκ ἀφίησιν αὐτοὺς ἀναμίγνυσθαι. ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ, ἀλλὰ τὸ μεσότοιχον τοῦτο κοινὸν εἶναι τὴν ἔχθραν· τοῦτο μεσότοιχον ἦν διαφράσσον, καθὼς ὁ προφήτης φησίν· ” οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνάμεσον
“ ὑμῶν καὶ ἐμοῦ·’’ μεσότοιχον ἦν, ἔχθρα ἦν, καὶ πρὸς καὶ πρὸς Ἕλληνας εἶχε· τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ ηὔξετο. ” ὁ γὰρ νόμος,’’ φησὶν, ” ὥσπερ οὖν ἐκεῖ λέγων ὁ νόμος, ὀργὴν κατεργάζεται, οὐκ αὐτὸ τὸ πᾶν ἐπιγράφει, ἀλλ’ ἐπειδὴ παρέβημεν, ὑπακούεται. οὕτω δὲ
ἐνταῦθα μεσότοιχον αὐτὸν φησὶν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. φραγμὸς ὁ νόμος ἦν· ἀλλ’ οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν. διὸ καὶ φραγμὸς ὠνόμασται. ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, ” καὶ φραγμὸν αὐτῷ περιέθηκαν,’’ καὶ πάλιν ” “τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευό-
“ μένοι τὴν ὁδόν·’’ ἐκεῖ τὴν ἀσφάλειαν φησίν· ” “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα·’’ γέγονε δὲ οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζων αὐτοὺς ἀπὸ τοῦ Θεοῦ.
ὁ Χριστὸς, οἶον δὴ τοῦτό ἐστι τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. πῶς; σφαγεὶς καὶ λύσας ἐκεῖ τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ· οὐ τούτῳ δὲ μόνον, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτὸν, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. βαβαὶ, ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάσσωμεν· ἐπειδὴ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι· τὸν νόμον κατέλυσεν, ὡς ἃν εἴ τις παιδίον ἴδιον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούῃ, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσῃ καὶ ἀπάγοι. τί ἐστιν, ” ἐν δόγμασι καταργήσας ;” πολλὴν γὰρ φησὶν ἐντολῆς καὶ δογμάτων, ἣ τὴν πίστιν αὐτήν φησιν
δόγμα καλῶν, ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν, ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· ” ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ” ὅλως·’’ τουτέστιν, ἐὰν πιστεύσης, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν νεκρῶν, σωθήσῃ· καὶ πάλιν ” ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν ” στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. μὴ εἴπῃς, τίς ἀναβήσεται
” εἰς τὸν οὐρανὸν, ἣ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἣ ” αὐτὸν ἀνήγαγε ἐκ νεκρῶν ;” ἀντὶ βίου πίστιν γὰρ μὴ εἰκῆ σώσῃ, ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων, ἵνα τοὺς δύο κτίση ἐν αὐτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην.
εἰς ἑτέραν κατάστασιν ἥκοντας, οὐχὶ ἵνα τοῦτον ἕτερον ἐργάσηται, ἀλλὰ τοὺς δύο κτίσῃ. καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῶ κτίσει; καὶ οὐκ εἶπε, μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐναργὲς τοῦ γενομένου, καὶ ὅτι εἰς ὁρατὸν ἡ κτίσις, ἀλλ’ ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοιπόν.
ἵνα τοὺς δύο κτίση, φησὶν, ἐν αὐτῷ, τουτέστι, δι’ ἑαυτοῦ· οὐκ ἄλλω τοῦτο ἐπέταξεν, ἀλλὰ δι’ ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς πρῶτος τοῦτο γινόμενος, ὅπερ τῆς προτέρας κτίσεως ἐστι μεῖζον, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν,
καὶ ἔνθεν τὸν Ἕλληνα, μέσος αὐτὸς γενόμενος καὶ συμμίξας αὐτοῖς, καὶ πᾶν αὐτῶν τὸ ἠλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος, οὐ δι’ ὕδατος καὶ γῆς. γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην, ἐκτὸς νόμου—καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους εἰς ἕνα καινὸν ἄνθρωπον,
φησὶν, ποιῶν εἰρήνην, πρὸς τὸν Θεὸν, ἢ καὶ πρὸς ἀλλήλους, μᾶλλον δὲ πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; ” ” ἀποκαταλλάξει τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ ” σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. οὐκ εἶπε, ἀλλ’ ἀποκαταλλάξει, δεικνὺς, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀκατάλλακτος
ἦν, οἷον ἐπὶ τῶν ἁγίων, καὶ πρὸ τοῦ νόμου· ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. πῶς τοῦτο γίνεται ; τὴν ὀφειλομένην φησὶν δίκην αὐτὸς ὑποστάς. “ Διὰ τοῦ σταυροῦ, “ ἀποκτείνας τὴν ἔχθραν ἐν ἑαυτῷ.’’ οὐδὲν κυριώτερον τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν,
ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. πῶς οὐν ἀνίσταται ; ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας, ἕως ἃν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἃν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, μᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται, κἂν ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολύσαντα· σὺ δὲ ὠδίνεις ἑτέραν· τὸ γὰρ
φρόνημα, φησὶ, τῆς σαρκὸς, ἔχθρα εἰς Θεόν· ἃν μηδὲν φρονῶμεν σαρκικὸν, οὐ τεχθήσεται ἑτέρα.
καὶ εἰρήνην τοῖς ἐγγὺς, ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα.
“ ματὶ πρὸς τὸν Πατέρα·’’ εἰρήνην τὴν πρὸς Θεὸν φησὶν, οὐχ ὑμῖν ἔλαττον, ἐκείνοις δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι· τὴν μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος.
τὸν φραγμὸν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός ; “ ἀφελῶ τὸν “ φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν,’’ τουτέστι, τὴν ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον ; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον. κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵνα μὴ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς
τούτου εἰδωλολατροῦντες, καὶ τοῦτό ἐστιν ὃ λέγει Δαβίδ· “ ὁ Θεὸς “ κατοικίζει μονοτρόπους ἐν οἴκῳ.’’ ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἱν οὕτως τὸ ὅλον τοῦ κόσμου ζυμωθῇ· τὸν νόμον τῶν ἐντολῶν, τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν Μωσαϊκῶν· ἐν δόγμασι τοῖς ἰδίοις καταργήσας, ὧν ἐστιν, “ οὐ τὰ εἰσπορευόμενα
“ κοινοῖ τὸν ἄνθρωπον·” τοῦτο δὲ ἔλυσε, τὸ τόδε φαγὲ, τὸ δὲ μὴ φάγῃς, τὸ μὴ διδόναι βιβλίον ἀποστασίου, τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα· τὸ ἡμέρας παρατη- ρεῖσθαι, καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτοὺς ἐναντίον ἦν οἶς ἔδωκε Μωυσῆς· καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ, οἷς
νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπὸν, τουτέστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ’ ἡμᾶς ε-ι’ναι ἔπλαττε μετὰ τὴν χάριν.
ἀναστάσεως, τῆς ἀφθαρσίας, τῆς ἀθανασίας, δόγματα καλέσας ταῦτα, ὡς ἐν πράγμασιν ὄντα, τῆς θείας χάριτος ἐν ἡμῖν κατα- πραττομένης, ὡς μηδὲ προσταγμάτων ἡμᾶς δεῖσθαι καὶ ἐντολῆς, τῆς τόδε ποιεῖν, ἣ μὴ ποιεῖν βουλομένης ἡμᾶς.
ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. " ἀμφοτέρους ** καταλλάξει τῷ Θεῷ·’’ ἐπειδὴ οἱ μὲν Ἓλληνες ἐπλανῶντο, οἱ δὲ bυδαῖοι παραβεβήκεσαν.
νόμος ἦν ὁ διιστῶν 1ουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος· οὐχ ἑτέρως δὲ ἐπαύσατο, ἣ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος, ᾧτ’ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον. λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε, παύσας τὸν νόμον.
καὶ τοῖς ἐγγύς.
οὐσῶν, καὶ πρότερον ἐγγὺς, τῶν δὲ ἀνθρώπων μακράν· ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων, τὸ ” εἰρηνοποιήσας διὰ τοῦ ” τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς “ νοῖς·” καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται, τῶν μὲν κρειττόνων δυνάμεων, ὅτι ἐν φιλία ἦν πρὸς τὸν Θεὸν, τῶν δὲ ἐν
κόσμῳ ἀνθρώπων, ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτὸν, καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ, κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο τοῦτο τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνηνθρωπηκέναι τὸν Σωτῆρα ἡμῶν· καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ
αὐτοῦ· καὶ πρόσχες γε τῷ ἑξῆς· εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτω ἑρμηνεύοντος κατά γε τὸν ἀληθῆ νόμον, οὗ σκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μώσεως ἦν, ἐλάτρευόν τινες ἐν τοῖς ἐπουρανίοις. καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἣ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι τὸ καταλελύσθαι
τὸ διατειχίζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστὸς, ἵνα νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ
Σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως, συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις, καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ δὲ καινὸς ἄνθρωπος ἐκ τοῦ ὁσημέραι ἀνακαινοῦσθαι νοεῖται, καὶ κατοικισθήσεις 1 ἐν καινῷ κόσμῳ· ὅτι ἔσται ὁ οὐρανὸς καινὸς καὶ
ἡ γῆ καινή. δόξει δὲ τὸ ” εἰς ἕνα καινὸν ἄνθρωπον,’’ τῇ ἑρμηνείᾳ.
ὄντως ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν
Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς οἰκοδομεῖσθε, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.
τᾶι τῶν ἁγίων, καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ ; τὰ δὲ ἀπὸ τοῦ “ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ “ προφητῶν’’ δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ, τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσῃ δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θειότητα καὶ οἰομένων
ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας, καὶ ἄλλου τοὺς Ἀποστόλους. εἰ γὰρ “ οἱ μηκέτι ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων “ καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν Ἀπο- “ στόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, “ ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον
“ ἐν Κυρίῳ,’’ φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντας λίθους τῆ πάση οἰκοδομῇ, ἵνα συνοικοδομηθέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ, χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ, ὅτι δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι.
Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφημεν, εἰς ἐκείνην ἐμφανιζόμεθα· “ καὶ οἰκεῖοι τοῦ Θεοῦ,’’ ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ἡμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη.
οἰκοδομὴ τὸ πᾶν, καὶ ῥίζα μία. εἶτά φησιν· ὁ τὸ πᾶν συνέχων, ὁ Χριστός. ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος τοὺς τοίχους συνέχει καὶ τοὺς θεμελίους. “ ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογεῖται.’’ ὅρα πῶς αὐτὸ συνῆψε· ποτὲ μὲν ἄνωθεν κατάγοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν καὶ
ῥίζαν ὄντα. τὸ ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, διὰ τούτου ἐδήλωσεν, ὅτι δι’ ἑαυτοῦ συνῆψεν ἑκατέρους τοίχους, ὅτι ἐν αὐτῷ ἐκτίσθη· καὶ πρωτότοκός φησι πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει, “ ἐν ᾧτ’ πᾶσα οἰκοδομὴ συναρμολογου- “ μένη,’’ κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον,
τὸ πᾶν διαβαστάζει. ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· “ θεμέ- “ λιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς “ ἐστιν Ἰησοῦς Χριστός.’’ ” ἐν ᾧ πᾶσα,’’ φησὶν, “ οἰκοδομὴ συναρ- “ μολογουμένη.’’ δείκνυσι καὶ τὸ ἀκριβὲς, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. “ αὔξει εἰς ναὸν,’’
φησὶν, “ ἅγιον ἐν Κυρίῳ· ἐν ᾧτ’ καὶ ὑμεῖς,’’ φησὶ, “ συνοικοδομεῖ- “ σθε.’’ τι δὴ βούλεται ἡ οἰκοδομή ; ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ· καὶ ἕκαστος ὑμῶν ναός ἐστι, καὶ κοινὴ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῶς οἰκεῖ.
τῇ αὐτῇ δυνάμει τοῦ Πνεύματος διὰ τῆς ἀναγεννήσεως τοῦ συντελεῖν εἰς μίαν οἰκοδομὴν δεξάμενοι. τὸ δὲ “ ἐν ᾧ πᾶσα “ ἁφὴ συναρμολογομένη·” ἵνα εἴπῃ, πᾶς λίθος ὑπὸ ἁφὴν πίστεως· ἀπό τινος ἰδιώματος οὕτως εἰπών· ἐν τάξει δηλονότι ἀνθρώπου τὸν λίθον λέγων.
Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.