ΕΞΗΓΗΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΤΟΥΣ ΕΦΕΣΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΚΕΦ. Α.
θῆκε δὲ τὸ “ διὰ θελήματος Θεοῦ,’’ ὁμοῦ τε συνδέων αὐτὰ, ὡς μηδὲν διακεκρίσθαι μηδὲ ἀπεσπάσθαι δοκεῖν τοῦ Θεοῦ τῶν διὰ τοῦ Χριστοῦ γενομένων· ὁμοῦ δὲ καὶ τὸ τῆς ἀποστολῆς ἔργον ἀναγκαιότατον ἑαυτῷ πανταχόθεν δεικνύς· πλήν γε δεία, ὅτι σύντομον τὴν προγραφὴν ἐποιήσατο· καταλλήλως καὶ τοῦτο τῇ προθέσει
τοῦ λόγου ποιῶν· προκεῖται γὰρ αὐτῷ, τῆς τοῦ Χριστοῦ παρουσίας τὸ ὠφέλιμον εἰπεῖν ἐν εὐχαριστίας εἴδει συντόμως· οὐχ ὡς ἐπὶ τῆς πρὸς Ῥωμαίους ἐξεργαστικώτερον καὶ μετὰ τοῦ πρὸς τοὺς ἐναντίους λόγου.
κατὰ τὸν Παῦλον, καὶ οὐκ ἠλάττωται Πατήρ. εἰκότως δὲ λέγει τὸ “ διὰ θελήματος Θεοῦ,’’ ἵνα δείξῃ ὅτι ὡς ἠθέλησεν ὁ Θεὸς Ἰωάννην εἶναι Ἀπόστολον, οὕτως κἀμέ· τοῦτο δὲ γράφει, ἵνα ἀξιόπιστα ᾖ τὰ ὑπ’ αὐτοῦ λεγόμενα.
“ ἐγένετο,’’ τιθέντες καὶ τὰς φαινομένας ἡμῖν εἰς τοῦτο ἀνθυποφορὰς, φορὰς, ζητητέον πῶς Ἀπόστολός ἐστι Παῦλος Χριστοῦ Ἰησοῦ· οὐκ ἐκ θελήματος Θεοῦ, ἀλλὰ “ διὰ θελήματος Θεοῦ.’’ ὁ μὲν οὖν τις ἐρεῖ, μὴ πάνυ ἀκριβοῦν πανταχοῦ τὸν Παῦλον τὰ τῶν προθέσεων ἰδιώματα, ὅπερ αὐτὸν ποιεῖν καὶ ἐπ’ ἄλλων σημαινο-
μένων. ἄλλος δὲ, διαφορὰν εἰδὼς τοῦ διὰ Θεοῦ καὶ τοῦ “ διὰ θελή- “ μάτος Θεοῦ,’’ ἐρεῖ, ὅτι ἄτοπον ἂν ἦν, εἰ ἐγέγραπτο Παῦλος Ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ Θεοῦ· εἰ δὲ τὸ θέλημα τοῦ Θεοῦ ὑπηρετικόν ἐστιν, ἡγουμένου ὄντος αὐτοῦ τοῦ χρωμένου αὐτῷ, οὐκ ἂν εἴη τοῦτο ἄλογον. ἐπιστήσεις δὲ καὶ περὶ “ τοῦ θελήματος
“ τοῦ Θεοῦ,” εἰ δύναται τάσσεσθαι ἐπὶ Χριστοῦ· ἵν ὥσπερ ἐστὶ “ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,” οὕτως ᾖ καὶ θέλημα αὐτοῦ, Θεοῦ ὑπόστασιν ἔχον αὐτόν· ἐὰν δέ τινι ἀπεμφαῖνον φαίνηται οὐσιῶσθαι λέγειν τὸ τοῦ Θεοῦ θέλημα, ἐπιστησάτω, εἰ μὴ ἡ δοκοῦσα ἀπέμφασις παραπλήσιός ἐστι καὶ ἐπὶ δυνάμεως Θεοῦ,
καὶ σοφίας Θεοῦ, καὶ λόγου Θεοῦ, καὶ ἀληθείας καὶ ἀναστάσεως καὶ ὁδοῦ· παραπλήσιος γάρ μοι δοκεῖ τυγχάνειν περὶ πάντων τούτων, ὡς οὐσιωμένων ἐν τῷ μονογενεῖ Λόγῳ. ταῦτα μὲν Ὠριγενης.
καὶ οὐ τὸ ὑπηρετικὸν ἐμφαίνει, ἄκουσον πρὸς τὸ παρὸν αὐτοῦ τοῦ Ἀποστόλου ἐν τῇ πρὸς Κορινθίους εἰπόντος· “ πιστὸς ὁ Θεὸς δι’ “ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.
“ τοῖς ἁγίοις τοῖς οὖσι·’’ καὶ ζητοῦμεν εἰ μὴ παρέλκει προσκείμενον τὸ “ τοῖς ἁγίοις τοῖς οὖσι,’’ τί δύναται σημαίνειν. ὅρα οὖν εἰ μὴ ὥσπερ ἐν τῇ Ἐξόδῳ ὄνομα φησιν ἑαυτοῦ ὁ χρηματίζων Μωσεῖ τὸ ὣν, οὕτως οἱ μετέχοντες τοῦ ὄντος, γίνονται ὄντες, καλούμενοι οἱονεὶ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι· “ ἐξελέξατο γὰρ ὁ
“ Θεὸς τὰ μὴ ὄντα,’’ φησὶν ὁ αὐτὸς Παῦλος, “ ἵνα τὰ ὄντα “ καταργήσῃ·” καὶ ζητήσει τίς, πῶς τὰ ὄντα καταργεῖ· ἀλλὰ ἀκούομεν ἐπιφέροντος αὐτοῦ τὸ “ ὅπως μὴ καυχήσηται πᾶσα “ σὰρξ ἐνώπιον τοῦ Θεοῦ·’’ ἐὰν γάρ τις μετεσχηκὼς τοῦ εἶναι, ἐπιλαθόμενος τῆς μετοχῆς, ἑαυτῷ καταχαρίσηται τὴν τοῦ εἰναι
αἰτίαν, καὶ μὴ τὴν πᾶσαν εὐχαριστίαν ἀναφέρῃ ἐπὶ τὸν ἐκ τοῦ μὴ εἶναι τὸ εἶναι αὐτῷ ὅμοιον καὶ κατ’ εἰκόνα χαρισάμενον, τότε καταργεῖται τὸ ὄν.
πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.
οὐκ ἐν σωματικῇ ὁμοίως ἐκείνοις εὐλογίᾳ, ἀλλὰ πνευματικὴ· καὶ οὕτω γε ἐκδέξονται οἱ ἑτερόδοξοι, νομίσαντες ἂν καὶ ἀφορμὴν τοῦ διακόπτειν τὴν θεότητα ἐκ τοιαύτης ἐκδοχῆς λήψεσθαι.
τὸν νόμον καὶ ὑγιῶς βεβιωκέναι, ἐλέγξομεν τοὺς οὕτως ὑπειληφὁτας, ἤτοι ψεύδεσθαι τὸν τὰς εὐλογίας δεδωκότα, ἢ τὸ μὴ ἀπὸ τῆς προχείρου ἐκδοχῆς νοούμενον ἐπηγγέλθαι τοῖς βιώσασι, καθὼς προσέταξεν· ἀκόλουθον γάρ ἐστι τῷ ὁ νόμος πνευματικός ἐστι, καὶ τὰς ἐν αὐτῷ εὐλογίας εἶναι πνευματικάς· οὐ τετεύχασι δὲ σωματικῶς τῶν εὐλογιῶν, φέρε εἰπεῖν, οἱ προφῆται· οὐ γὰρ ἐδάνεισαν ἔθνεσι πολλοῖς, ἄνθρωποι περιελθόντες “ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν· ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ἐν “ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς
τῆς γῆς. οὐδὲ εὐλόγηνται ἐν πόλει ἣ ἐν ἀγρῷ· ἀλλ’ οὐδὲ αἱ ἀποθῆκαι αὐτῶν εὐλόγηνται, ἃς οὐδὲ ἐκτήσαντο τὴν ἀρχήν. καὶ ὅρα εἰ μὴ ἐκ τούτων ἀναγκάσομεν τοὺς ἄλλως νοοῦντας μεταθέσθαι, εἰ τήροιεν τὸ ἀξίωμα τοῦ τὰς εὐλογίας δεδωκότος Θεοῦ, πρὸς τὸ πνευματικῶς αὐτὸν δεδωκέναι αὐτὰς τοῖς μακαρίοις ἐαυτοῦ.
τοῦ. οὐ μόνον δὲ πᾶσα εὐλογία πνευματική ἐστιν ἣν εὐλόγηνται Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, καὶ οὐδεμία αὐτῶν σωματικὴ, ἀλλὰ καὶ ἐν τοῖς ἐπουρανίοις.
ὁ θησαυρὸς, καὶ ἐν τοῖς ἐπουρανίοις τῶν πνευματικῶν τυγχάνειν εὐλογιῶν. πῶς δὲ ἤδη ἐστὶν “ εὐλογήσας ὁ Θεὸς καὶ Πατὴρ τοῦ “ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ καὶ “ ἐν τοῖς ἐπουρανίοις,’’ ἄξιον ἐπισκέψασθαι· οὐ γὰρ εἴρηται ὁ εὐλογήσων ἡμᾶς. καὶ ἅ εἰ δύνασαι τὸ ἐν τοῖς ἐπουρανίοις εἶναι,
ἀντὶ τοῦ ἐν τοῖς νοητοῖς, καὶ ἔξω αἰσθήσεων. οὕτω γὰρ καὶ θησαυρίζει τίς ἐν οὐρανοῖς· καὶ τὴν καρδίαν οὐκέτι ἔχει ἐπὶ γῆς· τουτέστιν ἐν τοῖς ὑλικοῖς καὶ σωματικοῖς, ἀλλ’ ἐν οὐρανῷ· τῇ νοητῇ φύσει ἀεὶ αὐτῇ ὁμιλῶν. ὑπὲρ δὲ τοῦ ἀκριβέστερον θεωρῆσαι ἡμᾶς ἀμφότερα, εἴρηται περὶ τῆς εὐλογίας, καὶ ὅτι ἔστι πνευμα-
τικὴ, καὶ ὅτι ἐν τοῖς ἐπουρανίοις, καὶ πρὸς τούτοις, ὅτι ἐν Χριστῷ, οἱονεὶ ἐν τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ἀληθείᾳ, καὶ τῇ δυνάμει·
καὶ Πατέρα τὸν Θεὸν ἐκάλεσε. τῆς χάριτος γὰρ ἐκείνης τεκμήριον τοῦτο· πῶς; ἄκουσον αὐτοῦ ἑτέρωθι λέγοντος· “ ὅτι δὲ ἐστὲ “ υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς “ καρδίας ὑμῶν κράζον, ἀββᾶ ὁ Πατήρ·’’ καὶ “ Κύριε Ἰησοῦ “ Χριστὲ,’’ δι’ ἡμᾶς γὰρ Χριστὸς γέγονε, καὶ ἐν σαρκὶ ὤφθη.
ἐπὶ τοῦ μονογενοῦς καὶ ἐπὶ τῶν πιστῶν κείμενον, ἣ τὸν υἱὸν καθελῇ παρὰ φύσιν, ἢ ἐκείνους ὑπὲρ φύσιν ἀναγάγῃ, εἰπὼν “ Πατρὸς “ ἡμῶν,’’ καὶ δεικνὺς ὅτι χάριτι ἡ προσηγορία, ἐπήγαγε, “ καὶ “ Κυρίου Ἰησοῦ Χριστοῦ.’’ οὐ γὰρ ἐνῆν κοινῇ φύσει τῆς προσηγορίας οὔσης κοινὸν εἶναι καὶ τὸ ἀξίωμα· διατί οὖν Κύριος μὲν
τούτων ὁ Πατὴρ, οὐχὶ δὲ καὶ αὐτὸς Κύριος τοῦ Υἱοῦ, εἴπερ καταχρηστικὸν ἢν τὸ τῆς προσηγορίας ἐφ’ ἑκατέρων;
σαρκωθέντος, εἰ δὲ μὴ βούλει, ἀλλὰ τοῦ Θεοῦ Λόγου, Πατήρ.
τὸ δὲ “Πατὴρ,“ καθ’ ἑαυτό· εἰ δέ τις αὐτὸ ἐπισυμπλέκειν φιλονεικοίη, ὡσὰν καὶ τοῦ Θεὸς καὶ τοῦ Πατὴρ ἐπὶ τοῦ προσώπου νοεῖσθαι ὀφείλοντος τοῦ Χριστοῦ, οὐδὲ πρὸς τοῦτο μαχόμεθα· ἵν ᾖ κατ’ οἰκονομίαν αὐτοῦ Θεὸς, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.’’ εὐλογίαν ἐκάλεσε
πνευματικὴν, τοῦ Πνεύματος τὰ χαρίσματα, ἀντιδιαστέλλων ταῖς κατὰ τὸν νόμον εὐλογίαις· τὸ δὲ “ ἐν τοῖς ἐπουρανίοις,’’ ἀντὶ τοῦ περὶ τῶν ἐπουρανίων, οὐχ ἵνα γῆν κληρονομήσωμεν κατὰ νόμο·ν, οὐδ’ ἵνα κατὰ γῆν πολιτευσάμεθα· καὶ οἱ λοιποὶ ὁμοίως ἐν Χριστῷ Ἰησοῦ.
ἐξελέξατο. αὐτὸς τοίνυν ἡμῖν πάντα δώσει ἐκεῖνα· αὐτός ἐστιν ὁ κριτὴς, καὶ ἐρεῖ, “ δεῦτε οἱ εὐλογῇ μένοι τοῦ Πατρός μου κληρο- “ νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς “ κόσμου.’’ καὶ ἐν πάσαις σχεδὸν ταῖς ἐπιστολαῖς, τοῦτο σπουδάζει δεικνύναι, ὅτι οὐ νεώτερα τὰ κἀς ἡμᾶς, ἀλλ’ ἄνωθεν τοῦτο
τετύπωτο· οὐδὲ ἐκ μεταμελείας, ἀλλ’ οὕτως ᾠκονόμητο καὶ προώριστο. καὶ τοῦτο δὲ κηδεμονίας πολλῆς. τί ἐστιν “ ἐν αὐτῷ ἐξε- “ λέξατο ;’’ διὰ τῆς εἰς αὐτὸν πίστεως ὁ Χριστὸς τοῦτο κατώρθωσε, πρὶν ἣ γενέσθαι ἡμᾶς, μᾶλλον δὲ πρὶν ἣ τὸν κόσμον καταβληθῆναι. καὶ καλῶς καταβολὴν εἶπεν, ὡς ἀπό τινος ὕψους
μεγάλου καταβεβλημένον αὐτὸ δεικνύς· καὶ γὰρ μέγα καὶ ἄφατον τὸ ὕψος τοῦ Θεοῦ, οὐ τῷ τόπῳ, ἀλλὰ τῷ ἀνακεχωρηκότι τῆς φύσεως· τι ἐξελέξατο; ὥστε ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ γενέσθαι· ἵνα τοίνυν μὴ ἀκούσας ὅτι “ ἐξελέξατο,’ τὴν πίστιν ἀρκεῖν νομίσῃς μόνον, καὶ τὸν βίον προστίθησι· διὰ
τοῦτο ἐξελέξατο, φησι, καὶ ἔπι τοῦτο, ἴνα ἅγιοι ὦμεν καὶ ἄμωμοι· πάντως δὲ τοὺς δοκίμους ἐκλέγεται ὁ Θεός· ἐποίησεν ἡμᾶς αὐτὸς ἁγίους διὰ τῆς πίστεως· ἅγιος γάρ ἐστιν ὁ τῆς πίστεως μετέ- χων· ἄμωμος, ὁ ἀνεπίληπτον βίον ἔχων, ἀλλ’ ἁγιότητα καὶ τὸ ἀνεπίληπτον οὐχ ἁπλῶς ζητεῖ, ἀλλὰ τὸ ἐνώπιον αὐτοῦ τοιούτους
φαίνεσθαι.
καὶ ἀγαπήσας εἵλκυσε πρὸς ἑαυτόν; ἄλλως δὲ, καὶ τὸ τοσούτων ἀξιῶσαι, ἀγάπης ἦν, οὐ τῆς ἡμετέρας ἀρετῆς. τὸ γὰρ ἐναρέτους γενέσθαι καὶ πιστεῦσαι, καὶ προσελθεῖν, καὶ τοῦτο μὲν αὐτοῦ ἦν τοῦ καλέσαντος, πλὴν καὶ ἡμέτερον. τὸ δὲ προσελθόντας τοσούτων ἀξιῶσαι τιμῶν, ὥστε εὐθέως ἀπὸ ἐχθρῶν εἰς υἱοθεσίαν ἀγαγεῖν,
ὑπερβαλλούσης οὕτως ἀγάπης· “ ἐν ἀγάπῃ’’ φησὶ “ προορί- “ σὰς ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὑτόν.’’ ὁρᾷς πῶς οὐδὲν ἄνευ Χριστοῦ, πῶς οὐδὲν ἄνευ τοῦ Πατρὸς, ἐκεῖνος προώρισεν, οὗτος προσήγαγε, καὶ ταῦτα τίθησιν ἐπαίρων τὰ γεγενημένα, καθάπερ καὶ ἑτέρωθί φησιν· “ οὐ μόνον δὲ, ἀλλὰ καὶ
“ καυχώμεθα διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.’’ μεγάλα μὲν γὰρ τὰ δοθέντα, πολλῷ δὲ μείζονα γίνεται, τὸ διὰ τοῦ Χριστοῦ δοθῆναι, ὅτι οὐκ ἔπεμψε τινὰ τῶν δούλων πρὸς τοὺς δούλους, ἀλλ’ αὐτὸν ’τον μονογενῆ.
ὡρίσθησαν οἱ ἅγιοι, οὐ θετὸς ὁ υἱὸς, ἀλλὰ φύσει Υἱός.
τε καὶ χρηματίζωμεν.
πὼς κατενώπιον αὐτοῦ ἔσονται ἅγιοι; εἰ γὰρ ἅγιοι καὶ ἄμωμοι ἔσονται καὶ δικαιωθήσονται, ἐπὶ τὴν ἀμφιβολίαν τίς καταφυγὼν τοῦ προφητικοῦ ἐρεῖ, τὸ μὴ δικαιοῦσθαι κατενώπιον τοῦ Θεοῦ πάντα ζῶντα, τοιοῦτό τι σημαίνειν. οἱονεὶ ὅλος καὶ ἐξ ὅλου τοῦ ἑαυτοῦ χρόνου, οὐ δικαιωθήσεται κατενώπιον τοῦ Θεοῦ, τῷ πάντας
ἡμαρτηκέναι ποτέ· ὅπερ ἐὰν οὕτως ἔχῃ, οὐ κωλύει τὸ εἶναι τινὰς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, ἐκ διορθώσεως τοιούτους γεγενημένους· ἣ καὶ τὸ μὴ πᾶς ζῶν, ἀλλ’ οὖν γέ τινας δικαιοῦσθαι. “ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς υἱοθεσίαν, διὰ Ἰησοῦ “ Χριστοῦ εἰς αὑτόν·’’ ἤτοι τὸ ἐν ἀγάπῃ τῶ προορίσας συναπτέον·
ἢ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ ἐν ἀγάπῃ, πρὸ καταβολῆς κόσμου προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ Ἰησοῦ Χριστοῦ εἰς αὑτὸν, ὥστε ἡμᾶς εἶναι ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. δηλοῖ δὲ τὸ ὄνομα τῆς υἱοθεσίας τὸ μὴ φύσει εἶναι υἱοὺς τοῦ Θεοῦ τοὺς προορισθέντὰς οῦκ οὐκ ἀν’ γοῦν ταχθείη τὸ ὄνομα τῆς υἱοθεσίας ἔπι
τοῦ Σωτῆρος, ἀλλ’ ἐπὶ τούτων, οἳ λαβόντες τὸ ὄνομα τῆς δουλείας εἰς φόβον, ἀποδόντες τὸν φόβον, ἄξιοι γίνονται ἐλευθερίας, καὶ τοῦ ἀκοῦσαι “ οὐκέτι ὑμᾶς λέγω δούλους,’’ οἳ καὶ διὰ τοῦτο λαμβάνουσι τὸ πνεῦμα τῆς υἱοθεσίας. ὅτε δέ τις τὸν Υἱὸν λαμβάνει, οὐ πρότερον ἐσχηκὼς αὐτὸν, τότε καὶ τὸ πνεῦμα κεχώρηκε τῆς υἱοθε-
σίας. οὕτω γὰρ διὰ Χριστοῦ ἡ υἱοθεσία ἡμῖν ἐπεισέρχεται, ἐπὶ τῷ μέντοιγε εἰς αὐτὸν καταντῆσαι “ ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ “ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατε- “ νώπιον αὐτοῦ, ἐν ἀγάπῃ προορίσας ἡμᾶς ἐν υἱοθεσίᾳ διὰ Χριστο·” τούτοις γὰρ ἐπιφέρεται τὸ “ εις αυτον.”
“ τῆ εὐδοκίᾳ τοῦ λαοῦ σου.’’ καὶ ἐν τῶ Ἀμβακοὺμ, “ καὶ ἐὰν “ ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ·’’ πλὴν ἡ εὐδοκία ἐμφαίνει, τὸ εὖ καὶ τὸ δοκεῖ; ὥστε μὴ ἃν λεχθῆναι ἐπὶ τῶν δοκούντων ἡμῖν οὐ καλῶς, ἀλλ’ ἐπὶ μόνων τῶν ἐπαινετῶς δοκούντων· ζητητέον οὖν, πῶς ἐν ἀγάπῃ προορίσας εἰς υἱοθεσίαν οὓς προώρισεν
ὁ Θεὸς, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ προώρισε· καὶ ἀπόδειξιν εὑρετέον, τοῦ εὐδοκίαν εἶναι τοῦ θελήματος αὐτοῦ ἐπὶ τούτοις· καὶ γὰρ ἐπὶ τῷ ἐπαινεῖσθαι τῆς εἰς τοὺς σωζομένους χάριτος αὐτοῦ τὴν δόξαν, εὐδόκησεν αὐτοῦ τὸ θέλημα.
ἐστι, τίς ἡ εὐδοκία ἡ ταύτης τῆς θελήσεως; οὐ γὰρ ἃν εἶπε θέλησιν θελήματος, “ εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ·’’ προλαβὼν ἤδη εἶπον, ὅτι κατακοσμεῖ τὸν ἑαυτοῦ λόγον, τῷ ἀξιώματι τῆς οἰκονομίας.
καὶ θαυμάζεσθαι δίκαιον αὐτοῦ παρ’ ἡμῶν, ἀνθ’ ὧν οἰκείᾳ χάριτι τοσαύτης ἡμῖν μετέδωκε δόξης.
ἔστι γὰρ καὶ ἄλλο θέλημα· οἷον θέλημα πρῶτον, τὸ μὴ ἀπολέσθαι ἡμαρτηκότας· θέλημα δὲ δεύτερον, τὸ γενομένους κακοὺς ἀπολέσθαι. οὐ γὰρ δὴ ἀνάγκῃ αὐτοὺς κολάζει, ἀλλὰ θέλων· τοιοῦτο καὶ ἐπὶ Παύλου ἔστιν ἰδεῖν, οἷον ὡς ὅταν λέγῃ, “ θέλω “ πάντας ἀνθρώπους εἷναι ὡς καὶ ἐμαυτόν.’’ θέλω πάλιν νεωτέρας
γαμεῖν, τεκνογονεῖν· εὐδοκίαν οὖν, τὸ πρῶτον θέλημα φησί· τὸ σφοδρὸν θέλημα, τὸ μετ’ ἐπιθυμίας θέλημα, ὃ ἐφ’ ἡμῶν· οὐ γὰρ παραιτήσομαι καὶ κοινοτέρᾳ λέξει χρήσασθαι, σαφηνείας ἕνεκεν τῶν ἀφελεστέρων, ὃ λέγομεν ἡμεῖς πίσμα· κατὰ τὸ πίσμα ἡμῶν· τουτέστι σφόδρα ἐφίεται, σφόδρα ἐπιθυμεῖ τῆς σωτηρίας τῆς
ἡμετέρας· τίνος οὖν ἕνεκα οὕτως ἡμᾶς ἀγαπᾷ, οὕτως ἡμᾶς φιλεῖ; ἀπὸ ἀγαθότητος μόνης· ἡ γὰρ χάρις, ἀγαθότητος ἐστί· διὰ τοῦτο, φησὶν, εἰς υἱοθεσίαν ἡμᾶς προώρισε, θέλων καὶ σφόδρα τοῦτο βουλόμενος, ἵνα ἡ τῆς χάριτος αὐτοῦ δόξα δειχθῇ.
δόξης τῆς χάριτος αὐτοῦ, ἐν ἧ ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ.
διὰ τοῦτο ποιεῖ· ἣν ἐχαρίτωσεν ἡμᾶς φησι· τουτέστιν οὐ μόνον ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐπεράστους ἐποίησεν, ἐπιθυμοῦσι γὰρ ἄγγελοι παρακύψαι πρὸς τοιαύτην ψυχήν.
τὸ πάθος φησίν. οὐκ ἀπὸ μεγάλων ἐπὶ τὰ μικρὰ κατάγων τὸν λόγον, ἀλλὰ ἀπὸ τῶν μικρῶν ἐπὶ τὰ μεγάλα· οὐδὲν γὰρ οὕτω μέγα, ὡς τὸ αἷμα ἐκχυθῆναι τοῦ Υἱοῦ ὑπὲρ ἡμῶν· μέγα μὲν γὰρ τὸ ἀφεθῆναι τῶν ἁμαρτημάτων, ἀλλὰ μεῖζον, τὸ διὰ τοῦ αἵματος τοῦ δεσποτικοῦ.
αὐτῷ· ἤτοι δὲ σφαλλομένων τοῦ σκοποῦ, ἣ ἐπιτυγχανόντων· ὥσπερ πάντες τεθήπασι τὸν Θεὸν, σφάλλονται δὲ οἱ ἀποπίπτοντες τῆς ὑγιοῦς ἐννοίας περὶ τοῦ Θεοῦ.
ἀφέσεως παραπτωμάτων· πρῶτον οὖν ἀπολυτρωθῆναι ἡμᾶς δεῖ, καὶ μηκέτι εἶναι ὑπὸ τῷ αἰχμαλωτεύσαντι καὶ κεκρατηκότι· ἵνα ἐλευθερωθέντες καὶ ἔξω γενόμενοι τῶν, ἵν᾽ οὕτως εἴπω, χειρῶν αὐτοῦ, ἐπ᾽ ὠφελείᾳ δυνηθῶμεν λαβεῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων, καὶ θεραπευθέντων ἀπὸ τῶν τραυμάτων τῆς ἁμαρτίας, ἐνεργῆσαι
κατὰ εὐσέβειαν καὶ τὰς λοιπὰς ἀρετάς. 2
λέγουσαν παραβολὴν, περὶ τῶν πεντακοσίων καὶ πεντήκοντα δηναρίων, τίς ὀφείλει πλείονας χάριτας ὁμολογεῖν τῷ συγχωρήσαντι τὸ χρέος οἰκοδεσπότῃ· ἔτι δὲ θεωρῶν πῶς "οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀνακαλυφθῆναι εἰς ἡμᾶς," τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χάριτος συνίδοι ἂν, καὶ ὡς ἐπερίσσευσεν
οὕτως ἐπὶ τοὺς κλητοὺς καὶ ἐκλεκτοὺς μάλιστα, τοὺς ἀλλοτρίους τῶν διαθηκῶν τοῦ Θεοῦ καὶ ξένους τῶν ἐπαγγελιῶν αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ, ἑλκυσθέντας ἀπὸ τῆς πατρικῆς χρηστότητος ἐπὶ τὴν σωτηρίαν· ἔτι δὲ μᾶλλον τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς μακαρίους, μεῖζον τίς
κατανοῆσαι θεωρῶν τὸ "οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν," καὶ τὸ "εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι·" καὶ τὸ περὶ τοῦ ἐπὶ πᾶσι λεγομένου ἔσεσθαι, "δὸς ἵνα ὡς ἐγὼ καὶ σὺ ἓν ἐσμὲν, ἵνα καὶ αὐτοὶ ἐφ᾽ ἡμῖν ἓν ὦσιν." οὗτος δὲ ὁ πᾶς πλοῦτος τῆς χάριτος τοῦ Θεοῦ, ἧς ἐπερίσσευσεν εἰς τοὺς ἁγίους, ἀπό τινος ἀρχῆς
ἐπιχορηγούμενος καὶ αὔξων καὶ πληθυνόμενος, ἤτοι ἀντιφιλοτιμούμενον καὶ συμπαρεκτεινόμενον κατὰ τὸ δυνατὸν ἔχει τὸν τυγχάνοντα τῶν προειρημένων, ἢ ἀπολειπόμενον κατὰ τὸ ἐνδεχόμενον ποιεῖν πάντα τὰ ἐπιβάλλοντα.
ὅρα πῶς καὶ ἐνταῦθα ἀνεβόησε· “ κατὰ τὸν πλοῦτον τῆς χάριτος “ αὐτοῦ, ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς·’’ πλοῦτος μὲν γὰρ κἀκεῖνο, τὸ τῆς υἱοθεσίας, τὸ τῆς ἀφέσεως τῶν παραπτωμάτων· πολλῷ δὲ πλέον οὗτος καὶ πλοῦτος, καὶ ἐπερίσσευσε· τουτέστιν, ἄφατος ἐξεχὐθη· οὐκ ἔνεστι λόγῳ παραστῆσαι, ὧν διὰ τῶν ἔργων ἐπειράθημεν·
ὥστε πάντοθεν ἀμήχανον αὐτὸν λεχθῆναι.
ἡμῖν λέγει, τοῦ θελήματος αὐτοῦ φησιν· ὡς ἃν εἴποι τις, τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ ἡμῖν ἐγνώρισε· τοῦτο γάρ ἐστι τὸ μυστήριον τὸ πάσης σοφίας γέμον καὶ φρονήσεως· τι γὰρ ταύτης τῆς σοφίας ἴσον ζητεῖς ; τοὺς οὐδενὸς ἀξίους ὄντας, τούτους εὗρεν ὅπως εἰς πλοῦτον ἀγάγῃ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐν τούτῳ
τῷ καιρῷ· καὶ τοῦτο σοφίας ἦν, καὶ τὸ διὰ σταυροῦ· μακρὸς ἐνταῦθα λόγος δεῖξαι, πῶς σοφίας ἦν τοῦτο, καὶ πῶς σοφοὺς ἡμᾶς εἰργάσατο.
ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. ποῖον δὴ τοῦτο ; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται· τοῦτο δὲ γέγονεν,
τὸ “ φρονήσει,’’ κέχρηται τῇ λέξει ; καὶ Ἰησοῦς ἐν τῇ Σοφίᾳ, ἀρξάμενος ἀπὸ τοῦ “ πᾶσα σοφία παρὰ Κυρίου, καὶ μετ’ αὐτοῦ “ ἐστιν εἰς τὸν αἰῶνα·’’ εἴ τις οὖν κατενόησε τὰ βλεπόμενα καὶ τίνα τὰ ἐν αὐτοῖς ἣ καὶ ἔξω αὐτῶν μὴ βλεπόμενα, καὶ κατακερματίσας τῷ λόγῳ, ἴ’ δία τὰ ἀόρατα καὶ ἴ’ δία τὰ ὁρατὰ, ἐξετάζοι
τὴν σοφίαν ᾗ τὰ πάντα πεποίηκεν ὁ Θεὸς “ πάντα γὰρ ἐν σοφίᾳ φησὶν ὁ Δαβὶδ “ ἐποίησας,’’ οὗτος τὴν παρὰ Κυρίου πᾶσαν ἐπιβλέποι σοφίαν· ἀλλ’ εἰκὸς τινὰ ἀπογνόντα, τὸ ἤδη δύνασθαι ἐν πάση σοφίᾳ καὶ φρονήσει γενέσθαι τὸν ἔτι τὸ σῶμα τοῦτο περικείμενον, κατακούοντα δὲ καὶ τοῦ “ ἐκ μέρους γινώσκομεν καὶ
“ ἐκ μέρους προφητεύομεν,’’ προσκόψειν τῷ “ ἐν πάσῃ σοφίᾳ “ καὶ φρονήσει γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ·’’ ὡς κατακεχαρισμένως μᾶλλον, ἣ ἀληθῶς εἰρημένῳ· ἵνα γὰρ καὶ ἐν σοφίᾳ γνωρισθῇ Παύλῳ καὶ τοῖς παραπλησίοις αὐτῷ τὸ μυστήριον τοῦ Θεοῦ, ἀλλ’ οὐκ ἐν πάσῃ σοφίᾳ γνωρίζεται πάντα αὐτῷ
ἐκ μέρους γινώσκοντι, καὶ ἐκ μέρους προφητεύοντι· ὅρα οὑν εἰ μὴ πρὸς τὴν ζήτησιν ταύτην, ἄλλη διαστολὴ τῆς ἀναγνώσεως ὁρμόζει τῶν κατὰ τὸν τόπον, οὕτως ἔχουσα· “ εἰς ἔπαινον δόξης τῆς χάρι- “ τος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς, ἐν τῷ ἠγαπημένῳ· ἐν ᾧ ἔχομεν “ τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν
“ παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, ἧς ἐπε- “ ρίσσευσεν εἰς ἡμᾶς, ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει.’’ Ἐνθάδε καταπαύσας τὴν τούτου τοῦ τόπου διαστολὴν, ἀπ’ ἄλλης ἀρχῆς οὕτως ἀναγνώσεται τὸ “ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελή- “ μάτος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ.’’ ὥστε τὸ ἐν πάσῃ σοφίᾳ
καὶ φρονήσει, μὴ ἐφαρμόζειν τῷ “ γνωρίσας ἡμῖν τὸ μυστήριον “ τοῦ θελήματος αὐτοῦ,’’ ἀλλὰ τοῖς ἀνωτέρω· “ ἐχαρίτωσε γὰρ “ ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, ἐν πάσῃ τῇ ἑαυτοῦ σοφίᾳ, καὶ τῆ “ αὐτοῦ φρονήσει ὁ Θεός.’’ ἀλλὰ καὶ “ ἐν τῷ ἠγαπημένῳ ἔχοντες “ τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος τοῦ Χριστοῦ,’’ ἐν πάσῃ σοφίᾳ
καὶ φρονήσει τοῦ Θεοῦ ἐλάβομεν ταῦτα· καὶ ἐν πάσῃ σοφίᾳ αὐτοῦ καὶ φρονήσει τετυχήκαμεν τῆς ἀφέσεως τῶν παραπτωμάτων· περισσεύοντος αὐτοῦ εἰς ἡμᾶς τοῦ πλούτου τῆς χάριτος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει· ἅπερ πάντα πεποίηκε, “ γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν
“ εὐδοκίαν αὐτοῦ.”
“ θελήματος αὐτοῦ.’’ ἵνα γὰρ δυνηθῶμεν γνωρίσαι τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, καὶ τοῦτο χωρῆσαι ἐξισχύσωμεν, σώματα ταπεινώσεως περικείμενοι, πάσης σοφίας Θεοῦ οἰκονομούσης ἡμᾶς χρήζομεν· καὶ εἴπερ τὸ τῶν μυστηρίων ὄνομα ἐπὶ τῶν θείων καὶ ἀπορρήτων καὶ μὴ ἐπιτηδείων φθάνειν εἰς πολλοὺς παραλαμ-
βάνεται, δηλονότι καὶ περὶ τῶν σωθησομένων θελήματι τοῦ Θεοῦ, μυστηρίου ἔχεται· τὸ γὰρ πολὺ πλῆθος τῆς χρηστότητος τοῦ Θεοῦ κέκρυπται τοῖς φοβουμένοις αὐτὸν, καθὼς φησὶν ὁ Δαβὶδ, “ ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας “ τοῖς φοβουμένοις σε.” ἐπίστησον δὲ εἰ διαφέρει προορισμὸς καὶ
πρόθεσις· ὡς μετὰ τὸν προορισμὸν τὴν πρόθεσιν γίνεσθαι· ὥστε οἷον κατὰ μὲν τὰ ἐννοήματα τοῦ Θεοῦ γίνεσθαι τὸν προορισμόν· κατὰ δὲ ταῦτα, ἤδη τὴν περὶ ὧν προώρισε πρόθεσιν οὐσιωμένων πῶς ἐπακολουθεῖν, καὶ εἰς ἔργον ἐρχομένων τοῦ προορισμοῦ· ὅθεν καὶ πρότερον μὲν γέγραπται τὸ “ ἐν ἀγάπῃ προορίσας ἡμᾶς εἰς
“ υἱοθεσίαν,’’ δεύτερον δὲ, “ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ἣν προέθετο ἐν ἀυτῶ.
“ Θεὸς τὸν Υἱὸν αὐτοῦ.’’ ὥσπερ δὲ ὁ καιρὸς τοῦ παραλαβεῖν τὴν πατρῴαν κτῆσιν τὸν κληρονόμον γενόμενον ἐν ἡλικίᾳ ἀνδρὸς, πληρωμα ἄν πὼς ὀνομάζοιτο τοῦ χρόνου αὐτοῦ ἣ τοῦ καιροῦ αὐτοῦ· οὕτως ἐν πληρώματι τῶν καιρῶν γένοιτ’ ἃν ὁ διὰ τῶν φερουσῶν ἐπὶ τὴν τελειότητα ὁδῶν καὶ προκοπῶν καταντήσας ἐπὶ τὸ δύ-
νᾶσθαι τὰ προωρισμένα καὶ προτεθειμένα ὑπὸ τοῦ Θεοῦ τοῖς ἁγίοις λαβεῖν.
καὶ προωρισμένον ἢν, τοῦτο μετὰ πολλῆς σοφίας καὶ φρονήσεως ἐγώρισεν ἡμῖν· ἵνα εἴπῃ, ἐπ’ αὐτῶν ἔδειξε τῶν πραγμάτων· διατὶ δὲ νῦν εἰς οἰκονομίαν τοῦ πληρώματος· τῶν καιρῶν ; ἐπειδὴ κατὰ τάξιν πάντα οἰκονομεῖσθαι ἔδει.
ἄνωθεν οἰκονομουμένην τάξιν, ἐπὶ τῶν οἰκείων καιρῶν καὶ τὰ περὶ τὸν Χριστὸν ἐδείχθη.
ἐπὶ τῶν τραπεξητικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων, καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμάτων ἢ λήψεων. ὅθεν οἴομαι καὶ τὸν Ἀπόστολον ἐνταῦθα κεχρῆσθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς πάντων, ἅτε ἑνὸς τοῦ συμπαντος
κόσμου μερῶν τυγχανόντων συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, ἀνακεφαλαίωσίς ἐστιν ἐν τῷ Χριστῷ. Οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονομουμένων καὶ οἱ καθ’ ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις, καὶ ὡσὰν εἴποι τίς
συγκεφαλαίωσις πάντων. κεφάλαιον λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα. κεφάλαιον γ᾿ οὖν φησιν ἐπὶ τοῖς λεγομένοις· καὶ κεφαλαίωσον ἐν ὀλίγοις πολλά. κεφάλαιον δὲ λέγεται, ὡς οἰμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ, καὶ τὰ ὅλα ἡμῖν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ.
οἰκονομούμενα, ἀνεκεφαλαιώσατο ἐν αὐτῷ. τουτέστι, συνέτεμε· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ. καὶ ἐκεῖνα περιέλαβε, καὶ ἕτερα προσέθηκε. τοῦτό ἐστιν ἀνακεφαλαίωσις. ἔστι καὶ ἕτερόν τι δηλούμενον· μίαν κεφαλὴν ἅπασιν ἐπέθηκε τὸν Χριστὸν, καὶ ἀνθρώποις καὶ ἀγγέλοις· καὶ ὑπὸ μίαν ἤγαγε κεφαλήν·
οὕτως γὰρ ἃν γένοιτο ἕνωσις ἀκριβὴς καὶ συνάφεια.
“ νοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν· ὁ ποιήσας τὰ ἀμφότερα ἓν, τοὺς Ἰουδαίους καὶ τοὺς Ἕλληνας, διὰ τῆς εἰς Χριστὸν πίστεως.
θελήματος αὐτοῦ.
“ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξ- “ ιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.’’ πλὴν, ἀλλ’ ὡς οἷόν τε δείκνυσι· τί οὖν, φησίν ; εἰπεν “ ἐξελέξατο ἡμᾶς’’ ἀνωτέρω· ἐνταῦθα, “ ἐκλη- “ ρώθημεν·” ἀλλ’ ἐπειδὴ ὁ κλῆρος συντυχίας πρᾶγμα ἐστὶν, οὐ προαιρέσεως οὐδὲ ἀρετῆς· ἀγνοίας γὰρ καὶ ἐπιτυχίας ἔχεται· καὶ
τοὺς ἐναρέτους πολλάκις ἀφεὶς, τοὺς οὐδενὸς ἀξίους λόγου, τούτους εἰς μέσον παρήγαγεν. ὅρα πῶς αὐτὸ διορθοῦται· “ προο- “ ρισθέντες” φησὶ “ κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος·’’ τουτέστιν, οὐχ ἁπλῶς ἐκληρώθημεν· ὥσπερ οὐδὲ ἁπλῶς ἐξελέγη- μὲν· Θεὸς γὰρ ὁ ἐκλεξάμενος καὶ κληρωσάμενος, ἀλλὰ κατὰ πρόθεσιν· τοῦτο καὶ ἐν τῇ πρὸς Ῥωμαίους, γράφων φησὶ, “ τοῖς “ κατὰ πρόθεσιν κλητοῖς οὖσιν· οὓς καὶ ἐκάλεσεν, οὓς καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασε πρότερον εἰπὼν “ τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν,’’ ὁμοῦ καὶ τὸ ἐξαίρετον
τὸ πρὸς τοὺς ἄλλους δηλῶσαι βουλόμενος καὶ κλῆρον εἶπε. καὶ ὥστε τὸ αὐτεξούσιον μὴ ἀφελέσθαι, ὅπερ ἐστὶ μακαριότητος, μᾶνλον αὐτὸ τίθησιν. ὁ γὰρ κλῆρος οὐκ ἀρετῆς ἐστὶν ἀλλὰ συντυχίας. ὡσανεὶ ἔλεγε, κλήρου γενομένου, ὑμᾶς ἐξελέξατο· τὸ δὲ ὅλον ἀπὸ τῆς προαιρέσεως· προόρισθέντας, τουτέστιν ἑαυτῷ ἐκλεξάμενος,
ἀφώρισεν· οἷον, ἑώρα ὑμᾶς πρὶν ἣ γενέσθαι, κεκληρωμένους· θαυμαστὴ γὰρ ἡ τοῦ Θεοῦ πρόγνωσις, καὶ πάντα εἰδυῖα πρὶν γενέσεως ἀυτῶν.
ἡμᾶς ἔχειν τῶν Ἰουδαίων ἔλαττον κατὰ τοῦτο· διὰ τοῦτο πάντα ὑπὲρ τούτου ποιεῖ. πῶς οὖν φησὶν αὐτὸς ὁ Χριστὸς, “ οὐκ ἀπε- “ στάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ ;" πάλιν ὁ Παῦλος ἔλεγεν· “ ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι “ τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους
“ κρίνετε αὐτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη ;" διὰ τοῦτο ταῦτα λέγεται, ἵνα μὴ ὡς ἐκ παρέργου νομίσῃ τίς τοῦτο γεγενῆσθαι· “ κατὰ πρόθεσιν φησὶ τοῦ τὰ πάντα ἐνεργοῦντος “ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ·’’ τουτέστιν, οὐδὲν μετὰ ταῦτα ἐνήργησε· πάντα ἄνωθεν διατυπώσας οὕτως, αὐτὸς ἐπάγει
“ πάντα κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ,’’ ὥστε οὐκ ἐπειδὴ Ἰουδαῖοι οὐ προσεῖχον, διὰ τοῦτο τὰ ἔθνη ἐκάλεσεν, οὐδὲν ἀναγκασθεὶς, οὐδὲ ἐξ ἐκείνων ὁρμηθείς.
“ βουλὴν,’’ εἶπε “ τοῦ θελήματος,’’ ἵνα δείξῃ κεκριμένον τὸ θέλημα· ἅπερ ἄν τις ἀπὸ βουλῆς καλῆς ἐβεβαίωσε, ταῦτα κρίσει ὥρισται, λέγων ἐχρήσατο ταῖς φωναῖς.
ἐνέργει· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸς ποιῆσαι πρᾶξαι τε παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ ἄρχει τῶν ὅλων· ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσει τῶν ἐνεργείων τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε τοῦ θελήματος τὴν βουλήν· πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ
βουλῆς πάντα ποιεῖ· διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ.
ἐν τῷ Χριστῷ· ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας
ὑμῶν.
“ πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ·’’ τουτέστιν, δι’ Υἱοῦ· τὸν λόγον φησὶ τῆς ἀληθείας, οὐκέτι τὸν τοῦ τύπου οὐδὲ τὸν τῆς εἰκόνος. “ τὸ “ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν·’’ καὶ καλῶς Εὐαγγέλιον αὐτὸ σωτηρίας καλεῖ· τὸ μὲν, πρὸς τὸν νόμον αἰνιττόμενος· τὸ δὲ, πρὸς
τὴν μέλλουσαν κόλασιν· οὐδὲν γὰρ ἄλλο ἐστι τὸ κήρυγμα, ἀλλ’ ἢ σωτηρίας Εὐαγγέλιον· ὅτι τοὺς ἀξίους ἀπόλλυσθαι, οὐκέτι ἀπόλλυσιν.
καὶ τῇ τοῦ Πνεύματος μετουσίᾳ τὴν βεβαίωσιν ἐδέξασθε· τοῦτο γὰρ λέγει τὸ “ ἐσφραγίσθητε·” προσεγίνετο δὲ αὐτοῖς διὰ τῆς τοῦ Πνεύματος χάριτος, ἡ βεβαίωσις τῶν ἀκολουθούντων ὡς εἰκὸς θαυμάτων, μειζόνως εἰς τὴν πίστιν ἐπίσφιγγον αὐτούς· καλῶς δὲ αὐτὸ Πνεῦμα τῆς ἐπαγγελίας ἐκάλεσεν· ἐπειδὴ πάντα τὰ
προσδοκώμενα αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσέσθαι ἀγαθὰ, τῇ τοῦ Πνεύματος μετουσίᾳ.
κληρωθῆναι μόνον, ἀλλὰ καὶ τὸ σφραγισθῆναι· καθάπερ γὰρ εἴτις τοὺς λαχόντας αὐτῷ δήλους ποιήσειεν, οὕτω καὶ ὁ Θεὸς ἀφώρισεν εἰς τὸ πιστεῦσαι, ἐσφράγισεν εἰς τὸ κληρονομῆσαι τὰ μέλλοντα.
ἐσφραγίσθησαν, δῆλοι γεγόνασιν· ἀλλ’ οὐχ ὡς ὑμεῖς. ἔσονται γὰρ πλὴν ὀλίγων δῆλοι.
ἐπαγγελίαν αὐτὸ ἐλάβομεν· δύο γάρ εἰσιν ἐπαγγελίαι· μία μὲν διὰ τῶν προφητῶν, ἑτέρα δὲ ὑπὸ τοῦ Υἱοῦ. διὰ τῶν προφητῶν· ἄκουε τοῦ Ἰωήλ λέγοντος· “ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ “ πᾶσαν σάρκα,’’ καὶ τὰ ἑξῆς. ἄκουε δὲ πάλιν τοῦ Χριστοῦ λέγοντος· “ καὶ λήψεσθε δύναμιν, ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος
“ ἐφ’ ὑμᾶς· καὶ ἔσεσθέ μοι μάρτυρες, ἔν τε Ἰερουσαλὴμ καὶ ἐν “ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.’’
ἡμετέραν, καὶ ἔδωκεν ἡμῖν ἀρραβῶνα τέως. διατί οὖν μὴ τὸ ὅλον εὐθέως ἔδωκεν ; ἐπειδὴ μηδὲ ἡμεῖς τὸ ὅλον εἰργασάμεθα. ἐπιστεύσαμεν· τοῦτο ἀρχή· ἔδωκε καὶ αὐτὸς ἀρραβῶνα· ὅταν τὴν πίστιν διὰ τῶν ἔργων δείξωμεν, τότε τὸ πᾶν προστίθησι· μᾶλλον δὲ καὶ ὅλην ἔδωκε τιμὴν, τὸ ἴδιον αἷμα, καὶ πάλιν ἄλλην ὑπέσχετο.
πρὸς Χριστὸν διὰ τῆς τοῦ Πνεύματος μεταλήψεως· παρὰ τίνος δὲ ἤκουσαν τὸν λόγον τῆς ἀληθείας ; ἣ παρὰ Ἰωάννου τοῦ εὐαγγελιστοῦ ; ἐκεῖ γὰρ ἐκήρυττε· διὸ καὶ ὑψηλότερον αὐτοῖς ὁ Παῦλος διαλέγεται, ἐκ τῆς ἐκείνου διδασκαλίας κατηρτισμένοις.
Χριστῷ· πρὸς ἑτέροις ἀκούσασι, καὶ ὑμεῖς ἀκούσαντες τὸν τῆς ἀληθείας λόγον· ὅσπερ ἀληθείας λόγος, τὸ Εὐαγγέλιόν ἐστι τῆς σωτηρίας ὑμῶν· καὶ “ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύ- “ ματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ· δόξει δὲ ὡς πρὸς τὴν φράσιν, τὸ δεύτερον “ἐν ᾧ, παρέλκειν. ὅπερ καὶ αἴτιον γεγένηται τοῦ δοκεῖν
ὅτι κρεμαμένου τοῦ διανοήματος, ἡ ὑποτακτικὴ φράσις οὐκ ἐπενήνεκται. οὐχ οὕτω δὲ ἔχει. ἔλεγε δή τις τῶν πρὸ ἡμῶν, ἀπὸ τῆς πολλῆς περὶ τὸν Ἰησοῦν ἀγάπης τὸν Παῦλον συνεχέστατα αὐτοῦ μεμνῆσθαι· καὶ ὡσπερεὶ παρελκόντως, ὥσπερ καὶ ἐπὶ τοῦ “ ἐν ᾧ” καὶ πιστεύσαντες ἔστιν ἰδεῖν κατὰ τὸ ἐν ὧ. πάνυ δὲ κατὰ τοὺς
Ἐφεσίους ἐστὶ κεκοινωνηκότας ἀπορρήτων λόγων, ὑφηγουμένου τοῦ Παύλου, τὸ ἀκούειν “ ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον “ τῆς ἀληθείας·’’ οὐκ οἰμαι γὰρ τοὺς τοῦ κηρύγματος μόνου ἀκηκοότας, καὶ τοὺς λόγους τῶν πραγμάτων μὴ παρειληφότας, ἐν διηγήσει καὶ τρανεῖ ἀναπτύξει ἀκούειν τὸν λόγον τῆς ἀληθείας.
διαφέρει γὰρ ὁ λόγος καὶ τὸ κήρυγμα, ὡς καὶ ἐν ἄλλοις ὁ Παῦλος διδάσκει λέγων· “ καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμα μου “ οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.
ἑαυτοῦ τοῦ κηρύγματος ἑαυτοῦ. ἐξεταστέον δὲ καὶ ἐν ἄλλη Ἐπιστολῇ, κατὰ τὸ ἀκηκόεναι τινὰς τὸν λόγον τῆς ἀληθείας· ἵνα τὸ παρατήρημα ἀκριβέστερον κατὰ τὸ βούλημα τοῦ Παύλου φανὴ ἀλλὰ τοῦτο μὲν Εὐαγγέλιον ὀνομάζεται.
“ ἐκκλησιῶν.’’ σφραγίζεται δὲ τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ πᾶς ὁ ἀκούσας τὸν τῆς ἀληθείας λόγον ὄντα Εὐαγγέλιον τῆς σωτηρίας τοῦ ἀκούοντος καὶ πιστεύοντος· ὡσεὶ ἀκούσας μὲν, μὴ πιστεύσας δὲ, οὐκ ἂν σφραγισθείη.
δὲ προκόπτοι· ὡς ἀκούειν τὸν λόγον τῆς ἀληθείας, οὐ οὕτως ἂν χωρῆσαι τὴν τοῦ Πνεύματος ἐπαγγελίαν τοῦ Ἁγίου αφραγίδα· εἴτις ἐστὶν ἀληθῶς ἐκτύπωσις καὶ τράνωσις τούτων, ἃ πρέπει ἐκτυποῦσθαι καὶ τρανοῦσθαι, ὑπὸ τοῦ τῆς ἐπαγγελίας Ἀγίου Πνεύματος.
ἤδη ἐν τῇ ἐπαγγελίᾳ.
ὄντος Εὐαγγελίου σωτηρίας, καὶ πιστεύσας, οὗτος λαμβάνει τὸ τῆς ἐπαγγελίας Πνεῦμα Ἅγιον. ἔτι δὲ τούτοις ἐπιστήσαμεν· εἰ πᾶς ὁ μετέχων ὁπώσποτε Πνεύματος Ἁγίου ἔχει τὸν ἀρραβῶνα τῆς κληρονομίας· βέλτιον δὲ νοεῖν, ὅτι ὥσπερ ἐπὶ τῶν συνωνουμένων τι καὶ διδόντων ἀρραβῶνα, κατὰ τὴν ἀναλογίαν τῆς ποσότητος
τοῦ ὅλου ἀργυρίου δίδοται ἀρραβὼν, οὕτως κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου προεγνωσμένων ἁγίου μελλόντων ἀγαθῶν, δίδοται ἀρραβὼν τῆς κληρονομίας, ὡς ἀπὸ τοῦ ἀρραβῶνος τὸν δυνάμενον κατανοεῖν διαφορὰς τῆς δυνάμεως τοῦ ἀρραβῶνος· καὶ ἀρραβῶνος ἔδει ἃν ἀποφήνασθαι περὶ πλείονος καὶ ἐλάττονος κληρονομίας, τῆς ἀποκειμένης τοῖς Χριστοῦ συγκληρονόμοις.
ὁ ἀρραβὼν τῆς ἐπαγγελίας, οὕτως ἡ κληρονομία οὐκ ἔξωθέν ἐστι τοῦ κληρονομοῦντος, ἀλλ’ ἐν τῷ νῷ τοῦ κληρονομοῦντος, καὶ τῇ ψυχῇ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἔξωθεν συγκρίνεσθαι δύναται τελειότητι νοῦ, θεωροῦντος κάλλη σοφίας καὶ λόγου Θεοῦ καὶ ἀληθείας· τοῦτο μέντοι γε τὸ Πνεῦμα τῆς ἐπαγγελίας τὸ Ἅγιον, ὅπερ ἐστιν
ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, ἐπὶ τοῦ παρόντος δι’ δόται τοῖς ἁγίοις, ἵνα ἀπολυτρωθῶσι, περιποιηθῶσι, τῷ Θεῷ καταρτιζόμενοι εἰς ἔπαινον τῆς δόξης τοῦ Θεοῦ· τὸ δὲ “ εἰς ἔπαινον τῆς δόξης “ αὐτοῦ,’’ πρὸς τῷ ἀποδεδομένῳ, δύναται καὶ τοσοῦτο δηλοῦν· ἐπὶ τῷ ἐπαινεῖν τὴν δόξαν τοῦ Θεοῦ· ἕκαστος νῦν μὲν τὸ Πνεῦμα τῆς
ἐπαγγελίας λαμβάνων ἀρραβῶνα τῆς κληρονομίας, ὕστερον δὲ αὐτὴν τὴν κληρονομίαν· οὐ μέντοι ὡς ἄν τις ὑπονοῆσαι σημαίνεσθαι ἐκ τῆς λέξεως ὡς χρήζοντες τοῦ Θεοῦ τῶν ἐπαινούντων τὴν δόξαν αὐτοῦ, ἀλλ’ ὡς μεγίστων ἀγαθῶν περιγινομένων τοῖς τεθεωρηκόσι τὸ ἐπαινετὸν τῆς δόξης τοῦ Θεοῦ, καὶ μὴ δυναμένων σιωπᾶν
αὐτὸ, ἀλλ’ ἀεὶ πρὸς τὸ εὐφραίνεσθαι ἐν τῷ ὑμνεῖν αὐτὸ γινομενοις.
καὶ ἠπείγετο καὶ ὤδινε τὰ ἐνθάδε ἀφεῖναι· ἐν ἑτέροις γὰρ ὀφθαλμοῖς ἑώρα, πάντα τὸν νοῦν μεταστήσας ἐκεῖ· οὐ μετέχεις τῶν πραγμάτων· διὰ τοῦτο καὶ τῶν ῥημάτων ἐκπίπτεις· εἰ μετείχομεν Πνεύματος, ὡς μετέχειν ἔδει, καὶ τοὺς οὐρανοὺς ἑωρῶμεν, καὶ τῶν ἐκεῖσε κατάστασιν. ἀρραβὼν τίνος ἐστι ; τῆς ἀπολυτρώσεως, τῆς
περιποιήσεως· ἡ γὰρ καθαρὰ ἀπολύτρωσις τότε γίνεται· νῦν μὲν γὰρ καὶ ἐν κόσμῳ ἀναστρεφόμεθα, καὶ πολλὰ ἡμῖν ἀνθρώπινα συμπίπτει· καὶ μετὰ ἀσεβῶν ἐσμέν· ἡ δὲ καθαρὰ ἀπολύτρωσις, ὅτε μήτε ἁμαρτήματα ᾖ μήτε πάθη ἀνθρώπινα, μήτε ἀναμὶξ ὦμεν μετὰ πάντων, τότε ἐστί· νῦν δὲ ἀρραβών. καὶ γὰρ καὶ νῦν
αὐτῶν ἀπέστημεν· οὐ γὰρ ἔστιν ἡμῶν τὸ πολίτευμα ἐπὶ τῆς γῆς· καὶ νῦν ἐκτός ἐσμεν, πάροικοι γὰρ ἐσμέν· καὶ νῦν χωρὶς ἁμαρτημάτων οἱ ὄντες εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. συνεχῶς τοῦτο τίθησι· τί δήποτε ἱκανὸν ὄν ; πληροφορῆσαι τοὺς ἀκούοντας. εἰ μὲν γὰρ ἡμῶν, φησιν, ἕνεκεν ταῦτα ἐποίει, κἂν ἦν ἀμφίβολον· εἰ
δὲ δι’ ἑαυτὸν, καὶ ὥστε δεῖξαι τὴν ἀγαθωσύνην αὐτοῦ ὧσπέρ τινα μαρτυρίαν αἰτίαν τίθησι, τοῦ μὴ ἃν ἄλλως ταῦτα γενέσθαι· ἅπερ καὶ ἐπὶ τῶν Ἰσραηλιτῶν ἄνω καὶ κάτω ὁρῶμεν λεγόμενα, “ ποίησον ἡμῖν διὰ τὸ ὄνομά σου καὶ πάλιν αὐτὸς ὁ Θεὸς ἔλεγε, “ ποιῶ ἕνεκεν ἐμοῦ·’’ καὶ ὁ Μωϋσῆς· “ ποίησον ἡμῖν διὰ τὸ
“ ὄνομά σου·’’ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου· πληροφορεῖ γὰρ τοῦτο τοὺς ἀκούοντας, καὶ ἀνίησι μαθόντας ὅτι διὰ τὴν οἰκείαν ἀγαθότητα πάντως ποιήσει ἅπερ ἐπαγγέλλεται.
κακῶν, τὴν πρὸς αὑτὸν οἰκείωσιν λαμβάνειν· ἀφ’ ὧν τῆς παρ’ αὐτοῦ μετασχόντες δόξης, εἰκότως θαυμαστὸν ἐκεῖνον ἐνδείκνυμεν, τὸν τοσούτων αἴτιον ἡμῖν τῶν ἀγαθῶν γεγονότα· τοῦτο γὰρ λέγει τὸ εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.
Catena In Epistulam Ad Ephesios (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.