ΤΩΝ ΕΙΣ ΤΗΝ ΠΡΟΣ ΓΑΛΑTΑΣ ΕΠΙΣΤΟΛΗΝ ΠΑΥΛΟΥ ΤΟΥ ΑΠΟΣTΟΛΟΥ ΕΞΗΓΗΤΙΚΩΝ ΕΚΛΟΓΩΝ ΤΟΜΟΣ Α.
φαίνεται ζήτησις γεγενημένῆ ἐν Ἀντιοχείᾳ, ὅτε ἔδοξε τοῖς αὐτόθι πιστοῖς ἀποστεῖλαι Παῦλον καὶ Σίλαν πρὸς τοὺς Ἀποστόλους τοὺς ἐν Ἱεροσολύμοις ἔτι τότε διατρίβοντας, ἐφ’ ᾧτ’ τε τὸ ἐκείνοις δοκοῦν μαθεῖν τε καὶ πληρῶσαι, ὅτε καὶ οἱ Ἀπόστολοι δείξαντες ὅτι τῷ Ἁγίῳ Πνεύματι δοκεῖ ὃ μέλλουσι γράφειν προστάττουσι
μὴ ὑποκεῖσθαι νόμῳ· τηρεῖν δὲ μόνον τοῦ εἰδώλου καὶ τοῦ εἱδωλοθυτου καὶ του αἵματος καὶ του πνικτοῦ καὶ τῆς πορνείας τὴν φυγήν.
καὶ τοῦτο δῆλον ἀπὸ τοῦ ἐν πλείοσιν ἐπιστολαῖς τὸν Παῦλον ἰσχυρῶς πρὸς αὐτοὺς ἀποτείνεσθαι.
Ἰάκωβος καὶ Ἰωάννης καὶ οἱ λοιποὶ τῷ μίμῳ κέχρηνται καὶ οὐ κωλύουσι τοὺς βουλομένους τοῦτον τηρεῖν. οὐκ ἐκώλυον δὲ δογματίζοντες, ἀλλὰ τῇ ἀσθενείᾳ συγκαταβαίνοντες τῶν ἐξ Ἰουδαίων πιστευόντων.
ταύτης, ὥστε γ᾿ οὖν ἐν Ἰουδαίᾳ γέγονε, καὶ αὐτὸς τῇ συγκαταβάσει ἐχρήσατο ταύτῃ· ἀλλ’ οἱ ἀπατῶντες οὐ λέγοντες τὰς αἰτίας δι’ ἃς καὶ οὗτοι κἀκεῖνοι συγκατέβαινον, προελογίζοντο τοὺς ἀφελεστέρους, λέγοντες ὅτι οὐ δεῖ Παύλου ἀνέχεσθαι· οὗτος γὰρ χθὲς καὶ σήμερον ἐφάνη· ἐκεῖνοι δὲ πρῶτοι οἱ περὶ Πέτρου· καὶ οὗτος μὲν μαθητὴς τῶν Ἁποστόλων γέγονεν, ἐκεῖνοι δὲ τοῦ Κυρίου· καὶ οὗτος μόνος, ἐκεῖνοι δὲ πολλοὶ καὶ στῦλοι τῆς ἐκκλησίας. καὶ εἰς ὑπόκρισιν δὲ αὐτὸν διέβαλλον, λέγοντες ὅτι καὶ
αὐτὸς οὗτος ὁ ἀναιρῶν περιτομὴν καὶ τὰ λοιπὰ νόμιμα, φαίνεται τούτοις χρησάμενος ἀλλαχοῦ, καὶ ἑτέρως μὲν ἡμῖν ἑτέρως δὲ ἄλλως κηρύττων. ἐπεὶ οὖν ἐμπρησθὲν εἰδεν ἔθνος ὁλόκληρον καὶ πυρὰν χαλεπήν κατὰ τῆς Γαλατῶν ἀναφθεῖσαν ἐκκλησίας, γράφει τὴν Επιστολὴν πρὸς πάντα ταῦτα ἀπολογούμενος· καὶ ἐκ προοιμίων
εὐθέως πρὸς ἐκεῖνο ἀποτείνεται, ὃ οἱ διορύττοντες αὐτοῦ τὴν ὑπίληωιν ἔλεγον, ὅτι οἱ μὲν ἄλλοι τοῦ Χριστοῦ αὐτὸς δὲ τῶν Απο στόλων γέγονε μαθητής· διὸ καὶ οὕτως ἔλεγεν.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.