SCHOLIA E COD. 216. ΙΙ ΕΡ. AD COR.
οἰκτιρμῶν καὶ παρακλήσεως.
πήσεσθε.
αὐτοῦ γὰρ τήνδε πέπομφε τὴν ἐπιστολήν· ἐκκλησίαν δὲ αὐτοὺς ὀνομάζει Θεοῦ, εἰς ὁμόνοιαν πάλιν συνάπτων.
καὶ κοινὴν ποιεῖται τὴν ἴασιν. Τοῦτο καὶ πρὸς Γαλάτας καὶ Ἑβραίους γράφων ποιεῖ.
ἐν πάσῃ θλίψει, οὐ γὰρ ἐν τῇδέ ἢ τῇδε, φησὶν, ἀλλ’ ἐν πᾶσι δη- λαδὴ καὶ ἀεί.
δυνάμει ἣ ἀπολογίᾳ σώζεσθαι ἐλπίσοι, ὡς ἐξ ἀκολούθου τὸ ἅπαν ἑαυτοῦ ἐκδοῦναι Θεῶ.
τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ἡμετέρας· ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο, ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐλθεῖν, ἀλλ’ ἐν τῇ διανοίᾳ μόνῃ τῇ ἡμετέρᾳ, καὶ ἐν τῇ προσδοκίᾳ τοῦτο συμβῆναι συνεχώρησε· διό φησιν “ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανά-
“του ἐσχήκαμεν,” οὐκ ἐν τῇ πείρᾳ. Τοῦτο δὲ γέγονε διὰ τὸ μὴ πεποιθέναι ἡμᾶς, φησὶν, ἰδίᾳ δυνάμει ἣ βουλῇ, ἀλλ’ ἐπὶ μόνῳ αὐτῷ, ὅτι καὶ τὰ παρ’ ἡμῖν ἀνέλπιστα καὶ ἀδύνατα, αὐτῷ ῥᾴδια καὶ δυνατά· τοῦτο δὲ φησὶ τὸν Θεὸν πεποιηκέναι οὐχ ὡς αὐτοῦ τοῦ Παύλου δεομένου τοῦτο μαθεῖν· τίς γὰρ πλέον αὐτοῦ ᾔδει τὸ
δεῖν ἐπὶ τῷ Θεῷ μόνῳ ἐλπίζειν, ἀλλ’ ἵνα δι’ ἡμῶν πολλοὶ ὠφεληθῶσι πρὸς τοῦτο· εἰπὼν δὲ “τῷ ἐγείροντι τοὺς νεκροὺς,” ἐμφαίνει τὸ τοῦ κινδύνου μέγεθος. Caetera ut in Cod. 223.
ἃν ἡμῖν ἐπήνεγκε τὰ παθήματα. Ἐπειδὴ δὲ τῆς ὑμετέρας προμηθούμεθα σωτηρίας, παρὰ μὲν τῶν ἐναντίων τὴν τῶν σκυθρωπῶν δεχόμεθα προσβολὴν, παρὰ δὲ τοῦ δεσπότου Θεοῦ τὴν ψυχαγωγίαν καρπούμεθα, ὥστε καὶ τούτων κἀκείνων δι’ ὑμᾶς ἀπολαύομεν, κοινωνεῖτε δὲ ἡμῖν ἀμφότερα, ἅτε δὴ τὰ καθ’ ἡμᾶς οἰκειούμενοι διὰ πολλῶν ἐνέφηνε τοῦ κινδύνου τὸ μέγεθος· καἰ γὰρ τὸ “ἐβαρή- θημεν, καὶ τὸ ὑπὲρ δύναμιν, καὶ τὸ “καθ’ ὑπερβολὴν, τοῦτο σημαίνει· καὶ πρὸς τούτοις καὶ τὸ “ἐξαπορηθῆναι καὶ τοῦ “ζῆν·” λέγει δὲ τοῦτο, ὅτι τοσοῦτος ἦν ὁ κίνδυνος, ὡς ἀπορή-
σαντας ἡμᾶς ἀπαγορεῦσαι καὶ τὸ ζῆν· οτͅμαι δὲ αὐτὸν τὴν κατὰ Δημήτριον τὸν ἀργυροκόπον στάσιν δηλονότι.
καὶ τούτους διὰ τῆς θείας ῥοπῆς διαφεύγοντας.
“σοφίᾳ σαρκικῇ,” τουτέστιν, οὐκ ἐν δεινότητι καὶ στροφῇ λόγων συσκιαζούσῃ τὴν ἀλήθειαν “ἀνεστράφημεν, ἀλλ’ ἐν χάριτι “Θεοῦ,” τουτέστι σημείοις καὶ τέρασιν, ἅτινά ἐστι χαρίσματα τοῦ Θεοῦ.
τουτέστιν ἃ ὑπομιμνήσκεσθε εἶναι παρ’ ἡμῖν· ἀνάγνωσις γάρ ἐστιν ἡ ὑπόμνησις ἡ ἄνωθεν γνῶσις· καὶ τί λέγω ταῦτα; ἀλλὰ καὶ ἅτινα ἐπιγινώσκετε εἶναι ἡμῶν ἴδια, μήτε ὑπομνησθῆναι δεόμενοι, διὰ τὸ πρόδηλον αὐτῶν, ἀλλ’ ἀκριβῶς εἰδότες καὶ πρὸ ὑπομνήσεως· “ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, καθὼς
“καὶ ἐπέγνωτε ἡμᾶς” τοιούτους ὄντας, οἵους αἱ ἐπιστολαὶ δηλοῦσι, καὶ ὁ παρελθὼν ἐγγυᾶται βίος, καθὼς ἐκ μέρους φησὶν, ἔγνωτε.
οὐκ ἦλθον; ἄρα ὡς ἐλαφρὸς καὶ εὐρίπιστος τοῖς οἰκείοις ἐναντιούμενος λόγοις; μὴ γένοιτο, ἀλλὰ τι τὸ αἴτιον; ὅτι ἃ βουλεύομαι, φησὶν, οὐ κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ οὔ· ὅπερ αὐτὸς ἐρωτηματικῶς τέθεικε· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὁ σαρκικὸς ἄνθρωπος, καὶ κατὰ σάρκα βουλευόμενος, ὁ
δὲ ὑπὸ τοῦ πνεύματος ἀγόμενος οὐκ ἔχει ἐξουσίαν βαδίζειν ὅπου θέλει, ἀλλ’ ἐκεῖνα ἀναγκάζεται ποιεῖν, ἃ βούλεται τὸ Πνεῦμα, ὤστε οὐχ ὡς εὐρίπιστος καὶ ἐλαφρὸς ἐλθεῖν ὑπερεθέμην, ἀλλὰ τοῦ Πνεύματος ἀλλαχοῦ εἴπερ ἐβουλόμην ἄξαντος.
τὸ ὑποσχόμενον μὴ ἐλθεῖν· τοῦτο αὐτὸς πρόφασιν ἐγκωμίου ποιεῖται, τὸ μὴ ἐξουσιάζειν ἑαυτοῦ, ἀλλ’ ἄγεσθαι ὑπὸ τοῦ Πνεύματος ὅπου αὐτῷ δόξει.
Ὁ γὰρ ἀρραβὼν μικρόν τι μέρος ἐστὶ τοῦ παντός· εἶτα διδάσκει σαφέστερον τί δήποτε προτέρους μὲν αὐτοὺς ἰδεῖν ἠβουλήθη, μετὰ Μακεδόνας δὲ παραγενέσθαι πρὸς αὐτοὺς ἐπηγγεί- λατο.
φησὶν ὅτι οὐκ ἐπὶ τοῦ κηρύγματος οὕτως ἐγένετο· τὰ μὲν γὰρ ἀνθρώπινα οἷόν τε διαψευσθῆναι, τὰ δὲ τοῦ Θεοῦ οὐχ οὕτως· διὸ, φησὶ, “πιστὸς ὁ Θεὸς,” τουτέστιν, ἀληθής. μὴ οὖν ὑποπτεύετε τὰ ἐκείνου οὕτως· οὐδὲν γὰρ ἐν αὐτοῖς ἀνθρώπινον ὑπάρχει.
“Θεοῦ, ἐν αὐτῶ τὸ ναὶ, καὶ ἐν αὐτῶ τὸ ἀμὴν, τῷ Θεῷ πρὸς δόξαν “δι’ ἡμῶν·” ἐπειδὴ γὰρ, φησὶν, ἐν τῷ κηρύγματι πολλά ἐστι τὰ ἐπαγγελλόμενα, οἷον ἀνάστασις νεκρῶν, υἱοθεσία, τὰ μέλλοντα ἀγαθά φησιν οὑν, οὐ μόνον τὸ κήρυγμα ἀεὶ ὡσαύτως ἔχει καὶ κεκήρυκται, ἀλλὰ καὶ αἱ ἐν αὐτῷ ἐπαγγελίαι· οὐ γὰρ ἐγένετο
αὐταῖς καὶ οὔ· τουτέστιν, οὐ ποτὲ μὲν ἀληθῆ τὰ εἰρημένα, ποτὲ δὲ ψευδῆ, ἀλλ’ ἀεὶ ἀληθῆ.
ὡς οὐκ ἔχων ἑαυτοῦ ἐξουσίαν, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος εἰς ἕτερα ἀποσταλεὶς, νῦν λέγει, “ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον.” φαμὲν οὖν ὅτι ὅτε λοιπὸν ἠφήθη (sic) ὑπὸ τοῦ Πνεύματος ἀπελθεῖν, διὰ τὸ φείδεσθαι αὐτῶν οὐκ ἀπῆλθεν· ἢ ὅτι μετὰ τῆς κωλύσεως τοῦ Πνεύματος καὶ τοῦτο ἐκώλυσεν· ἣ ὅτι καὶ διὰ τοῦτο ἐκ
τοῦ Πνεύματος ἐκωλύθη· ἦσαν γάρ τινες ἁμαρτήσαντες καὶ μὴ μετανοήσαντες· περιέμενεν οὖν τὴν μετάνοιαν αὐτῶν· “φειδόμενος” δὲ διὰ τοῦτο εἶπεν, ἐπειδὴ ἐπετέτραπτο παρὰ Θεοῦ καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας.
τὸν τῶν ἐννοιῶν ἐπόπτην εἰς μαρτυρίαν ἐκάλεσεν· εἶτα κολάζει τὸ τραχὺ τῶν εἰρημένων· σκληρὸς γὰρ ἢν καὶ ἀπειλῆς γέμων, ὅτι φειδόμενος αὐτῶν τὴν πρὸς αὐτοὺς ὁδὸν ἀνεβάλλετο, καί φησιν, “οὐχ ὅτι κυριεύομεν ὑμῶν·” τοῦτο δὲ ὡς ὑφορβοῦν τέθεικε· διὸ καὶ ἐπήγαγε ταῦτα, οὐχ ὡς δεσπόζων ὑμῶν εἴρηκα.
ὠφελείας. Τοῦτο δὲ εἰπὼν ἐμφαίνει αὐτοὺς ὠφεληθέντας ἐκ τῆς ἐπιτιμήσεως τῆς διὰ τὸν πεπορνευκότα εἰς αὐτοὺς διὰ τὴν εἰς αὐτοὺς κοινωνίαν γενομένης·
λύπην σχῶ ἀφ’ ὑμῶν, ἀφ’ ὣν κατορθούντων χαίρειν ἔδει· πέποιθα γὰρ, ὅτι ἡ διόρθωσις τῶν ἀδελφῶν καὶ ἐμοὶ τίκτει χαρὰν καὶ ὑμῖν. ἡ γὰρ ἐμὴ χαρὰ πρόφασις γίνεται καὶ ὑμετέρας χαρᾶς. ἐπεὶ οὖν ἡ διόρθωσις τῶν ἀδελφῶν κοινῆς χαρᾶς γίνεται πρόξενος, πάνυ αὐτῆς ἐρῶ, καὶ μὴ γινομένης ἀλγῶ. τοιγαροῦν τὰς ἐγκλήσεις καὶ τὰς ἐπιτιμήσεις ἃς ἔγραψα, ἀπὸ θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα, οὐχ ἵνα λυπηθῆτε σπουδάζων, ἀλλ’ ἵνα πνευματικῶς καὶ ἐπὶ διορθώσει λυπηθῆτε. ἀλλὰ τοῦτο μὲν οὐ λέγει, ἀλλ’ ἵνα τὴν ἀγάπην μου, φησὶ, γνῶτε· τὸ γὰρ ἐμὲ ἀδημονεῖν ἐφ’ οἷς ἁμαρτάνετε
ὑμεῖς, δεῖγμα μεγίστης ἀγάπης.
ἵνα μὴ ἐπιβαρῶ. Εἰτα τὴν πατρικὴν φιλοστοργίαν γυμνοῖ, ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων. Εἰ δέ τις γὰρ, φησὶ, λελύπηκε, τὸν πεπορνευκότα λέγει. τὸ δὲ “ἀπὸ μέρους ἀντὶ τοῦ ἐν μέρει· ἐν μέρει δὲ εἶπον, φησὶν, “ἵνα μὴ ἐπιβαρῶ,” τοῦτ’ ἔστιν, ἐπιπαροξύνω κατ’ αὐτοῦ “πάντας ὑμᾶς.”
“ποθῇ.” τί ἐστι τὸ “καταποθῇ;” ἢ τὸ ποιήσας ὅπερ Ἰούδας ἐποίησεν, ἢ καὶ ἐν τῷ ζῆν χεῖρον γενόμενον πῶς ἀποσκιρτήσῃ, μὴ φέρων ἐπὶ πλεῖον τὴν ἐπίπληξιν, οὐχ ὡς ἀπονηψάμενον τέλεον, ἀλλ’ ὡς δεδοικὼς μὴ χαλεπώτερον ἐργάσηται, οὕτως ἐδεξάμην, φησίν· ὅθεν μανθάνομεν ὅτι οὐ δεῖ μόνον πρὸς τὴν φύσιν τῶν ἁμαρτημάτων,
ἀλλὰ καὶ πρὸς τὴν διαφορὰν καὶ τὴν ἕξιν τῶν ἁμαρτανόντων, τὴν μετάνοιαν ὁρίζειν.
προτρέψασθαι αὐτοὺς πρὸς τὸ πεισθῆναι βούλεται· μεγίστην δὲ δείκνυσι τῶν Κορινθίων ἀρετήν· οὕτω γὰρ μετεβλήθησαν, ὥστε εἰς ἔχθραν ἄσπονδον τοῦ πεπορνευκότος γενέσθαι.
μαλάξῃ· ὃ γὰρ ἃν ὑμεῖς συγχωρήσητε, κἀγὼ συγχωρῶ.
ἑαυτοῦ διὰ τῆς ἀπογνώσεως, ἀλλὰ τὸ τοῦ Χριστοῦ διὰ μετανοίας.
ὀσμὴ δηλοῖ ποῦ μὲν εἶναι μύρον, τὴν δὲ οὐσίαν αὐτὴν οὐ δηλοῖ πνέοντος, οὕτω καὶ ἡ διὰ τοῦ κηρύγματος γνῶσις δηλοῖ μὲν δἶναι Θεὸν, ὁποῖος δὲ τὴν οὐσίαν ἐστὶν οὐκέτι.
τὴν οἰκείαν ἀρετὴν ἔχον μένει· οὐ γὰρ αὐτοῦ τὸ ἔργον ἡ ἀπώλεια, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης. Εὐωδία τοίνυν ἐσμὲν τοῦ οὐρανίου μύρου καὶ θυμιάματος, τὴν ὀσμὴν αὐτοῦ περιφέροντες· πανταχοῦ δὲ εὐωδία ἐσμὲν ἐν Χριστῷ τῷ Θεῷ, οἷον ἀναφερομένη πὼς, ἣ ἑαυτοὺς ἱερουργοῦντες, ἣ ἀπὸ τῶν ἔξωθεν καθ’ ἡμέραν
ἀποθνήσκοντες, καὶ εἰς ἱερεῖον λογιζόμενοι Χριστοῦ. καὶ εὐωδίαν τοῦ εὐαγγελίου κηρύσσομεν τοῦ Χριστοῦ, κἄν τις ἐκ τούτου σώζηται διὰ πίστιν, κἄν τις ἀπόλλυται δι’ ἀπιστίαν. Ὥσπερ γὰρ ὁ ἥλιος τοῖς ἀμβλυώττουσιν οὐ κατὰ τὴν οἰκείαν ὁρᾶται φύσιν, οὕτω καὶ τὸ κήρυγμα καὶ ἡμεῖς, κἂν ἀπολοῦνταί τινες τῆ ἀπιστίᾳ.
οὐ παρὰ τοῦτο οὐκέτι πνευματικὸν τὸ μύρον, ἀλλὰ καὶ τοὺς κακοὺς ἐλέγχει, ἐπεὶ καὶ τὸ μύρον τοὺς χοίρους πνίγει a, ὡς λόγος.
οἱ μὲν οὕτω προσίενται ὥστε σωθῆναι, οἱ δὲ οὕτως ὥστε ἀπολέσθαι, ὥστε κἂν ἀπόλλυταί τις, πη αὐτοῦ ἡ αἰτία.
Καὶ πρὸς ταῦτά τις ἱκανός;
γὰρ μιμούμεθα τοὺς ψευδαποστόλους, τὰ πολλὰ αὐτῶν εἶναι λέγοντας· τοῦτο γάρ ἐστι τὸ καπηλεῦσαι, ὅταν τις νοθεύῃ τὸν οἶνον, 1 καὶ ὅταν χρημάτων πωλῇ, ὃ ἐκελεύσθη δωρεὰν δοῦναι· ἀλλ’ ὡς ἐκ Θεοῦ λαβόντες, καὶ μαθόντες, καὶ ὡς ἐνώπιον τοῦ Θεοῦ λαλοῦντες, καὶ ὡς ἐν Χριστῷ, τουτέστι διὰ Χριστὸν ἐνηχούμενοι οὕτω λαλοῦμεν.
ἐν νῷ γὰρ ὑμᾶς ἔχοντες, ὡς καὶ ἐγγεγράφθαι ἡμῖν δοκεῖν διὰ τὸ ἀνεξάλειπτον, πανταχοῦ περιφέρομεν ὑμᾶς, καὶ ἐκ τῆς ὑμῶν ἀρχῆς ἔχομεν παρ’ ἑτέροις σύστασιν· ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστὲ ἐν Κυρίῳ.
εἶτα εἰς σύγκρισιν ἦλθεν τοῦ παλαιοῦ νόμου καὶ τῆς νέας, καί φησιν, ὅτι ἐκεῖνος μὲν μέλανι, αὕτη δὲ Πνεύματι γέγραπται, ἐκεῖνος ἐν λίθοις, αὕτη δὲ ἐν σαρκίναις πλαξὶν, ἤγουν ἐν καρδίαις· ὅσῳ οὖν ταῦτα τῶν ἄλλοθεν διαφέρει, τοσούτῳ, φησὶ, καὶ ἡ νέα τοῦ νόμου καὶ τῆς παλαιᾶς.
τὸ κήρυγμα. ὡσεὶ ἔλεγεν, ἡμεῖς οὐ γράμματα ἐπιστεύθημεν, ὡς Μώσης, ἀλλὰ πνεῦμα διδόναι· διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν Ἀποστόλων, ἐπιφοίτησις ἐγίνετο Πνεύματος Ἁγίου. Τὸ μὲν γὰρ γράμμα, τουτέστιν ὁ νόμος, ἀποκτείνει· ἐὰν γὰρ εὕρῃ πλημμελοῦντα, ἀναιρεῖ· τὸ δέ γε Πνεῦμα νενεκρωμένους ταῖς ἁμαρτίαις
λαμβάνον, ἐν τῷ βαπτίσματι ζωοποιεῖ.
ἐγκεκολαμμένα, τοσαύτην ὁ ταῦτα κομίζων ἐν τῷ προσώπῳ δόξαν ἐδέξατο, πολλῷ μᾶλλον οἱ θείῳ διακονοῦντες Πνεύματι, πλείονος ἀπολαύσονται δόξης.
Ἰουδαῖε, ἀλλὰ διὰ τὴν δόξαν τοῦ προσώπου Μώσεως, καὶ ταύτην δὲ καταργουμένην, τουτέστι, παυομένην, καὶ τέλος λαμβάνουσαν. Οὐ γὰρ πονηρὰν φημὶ καὶ διεφθαρμένην.
θανάτου καὶ κατακρίσεως· πολλῷ μᾶλλον οὐ μόνον ἐστὶν ἐν τῇ νέα δόξα, ἀλλὰ καὶ περισσεύει. τοῦ μὲν γὰρ νόμου ἁμαρτωλοὺς λαμβάνοντος καὶ τιμωρουμένου, τὸ κήρυγμα ἐν τῷ βαπτίσματι οὐ μόνον ἀνευθύνους ἀφίησιν, ἀλλὰ καὶ ἁγιάζει καὶ υἱοθετεῖ· ὅθεν καὶ διακονία δικαιοσύνης εἴρηται.
τετύχηκε δόξης, δηλονότι καὶ τοῦτο πολλαπλασίας τεύξεται.
τοῦτο διαβάλλει τὴν παλαιὰν, ἀλλὰ καὶ συνίστησιν· αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν συγγενῶν εἰώθασι γίνεσθαι.
ἐπειδὴ γὰρ ἄνω ἐπῇρε τὰ κατὰ τὸν νόμον, νῦν αὐτὰ καθαιρεῖ, ἵνα συγκαθέλῃ τὰ Ἰουδαικά.
ἀποκρύπτοντες, οὐδὲ ὑποστελλόμενοι.
ὀλιγοχρόνιον τὴν δόξαν ἐκείνην, ὡς πρὸς σύγκρισιν τῆς ἀεὶ μενούσης ἐν τῆ νέᾳ δόξη, φησὶν “εἰς τὸ τέλος τοῦ καταργουμένου,” τοῦτο δὲ οὐ παρὰ τὴν τῆς δόξης ὑπερβολὴν ἐγένετο, ἀλλὰ παρὰ τὸ ἀσθενὲς τῶν ὁρώντων.
Τουτέστι τοῦ νόμου, ὅτι τέλος ἔχει.
Ἄχρι γὰρ τῆς σήμερον. Οὐ τοῦτό φησιν αἴτιον, ἢ τοῦ νόμου ἀσάφεια ὡς μὴ νοουμένου, ἀλλ’ ὡς αὐτῶν μὴ δυναμένων τὴν διάνοιαν τοῦ νόμου γνῶναι· εἰ γὰρ ἔγνωσαν, ἀπέστησαν ἃν ἀπ’ αὐτοῦ, καὶ Χριστῷ ἐπίστευσαν· τοῦτο γὰρ ὁ νόμος βούλεται· ἐν Χριστῷ γὰρ, φησὶ, καταργεῖται, τουτέστιν, ὁ Χριστὸς καταργεῖ τὸ κάλυμμα· αὐτὸς γὰρ ὣν ἡ ἀλήθεια παύει τὴν σκιὰν καὶ τὴν διπλόην τοῦ νόμου.
Μωϋσῆς πρὸς μὲν ᾿Ιουδαίους λαλῶν, εἶχε τὸ κάλυμμα, πρὸς τὸν Θεὸν δὲ εἰσιὼν περιῃρεῖτο τὸ κάλυμμα. τότε δὲ ἐπιστρέψουσι πρὸς Κύριον, εἰ ἀφέντες τὸν νόμον πιστεύσουσι τῷ Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι. Κύριον γὰρ ἐνταῦθα τὸ πνεῦμά φησιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ
ἐλευθερία· ἐν μὲν γὰρ τῷ νόμῳ ζυγὸς ἦν δουλείας, ἐν δὲ τῇ πίστει ἐλευθερία καὶ ἄφεσις ἁμαρτιῶν.
ἐπιτρέψῃ πρὸς Κύριον, εἰ ἀφέντες τὸν νόμον πιστεύουσι τῷ Χριστῷ, καὶ τὴν ἀπὸ τοῦ Πνεύματος λάβωσι χάριν ἐν τῷ βαπτίσματι· Κύριον γὰρ ἐνταῦθα τὸ Πνεῦμά φησιν· οὕτω τοίνυν καὶ σὺ, ἐὰν πρὸς τὸν Θεὸν ἀφιδεῖν ἐθέλῃς, τοῦ τῆς ἀπιστίας ἀπαλλαγήσῃ καλύμματος.
λόγος, ἐπήγαγε, “οὗ δὲ τὸ Πνεῦμα Κυρίου καὶ τὰ ἑξῆς· ἐλευθερίαν δὲ εἶπε διὰ τὴν ἔμπροσθεν δουλείαν.
φώσεως.
ἀπείπαμεν· ἀπειπάμεθα δὲ καὶ ἀπεκρουσάμεθα πρὸς τὰ κρυπτὰ τῆς αἰσχύνης, τουτέστι τὸ τὰ τοιαῦτα ποιεῖν ἐν κρυφῇ, ἃ φανερούμενα αἰσχύνην φέρει· πῶς δὲ, φησὶ, τοῦτο ποιῶμεν; ἀπανούργως καὶ ἀπλάστως ζῶντες, καὶ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς οἷοι ἐσμεν, καὶ παρατιθέντες πάσῃ συνειδήσει
ἀνθρώπων πιστῶν τε καὶ ἀπίστων, ἐξ ὧν ἀναστρεφόμεθα. Ἐπειδὴ δὲ ἔνι λαθεῖν τοὺς ἀνθρώπους, τὸν Θεὸν ἐφίστησι τῇ ἀληθείᾳ εἰπὼν “ἐνώπιον τοῦ Θεοῦ,” τὸ ἀληθὲς τοῦ Θεοῦ δεικνύς.
Εἰ δὲ καί ἐστι κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν.
ἐπ·ήγαγεν ὅτι οὐχ ἡμῶν τοῦτο ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀναισθησίας. Θεὸν δὲ αἰῶνος ἐνταῦθα εἰρῆσθαι φασιν, οἱ μὲν τὸν Σατανᾶν, τουτέστιν ὁ νομισθεὶς ἐν τῷ αἰῶνι τούτῳ Θεὸς τοῖς ἀπίστοις· οἱ δὲ τὰ Μαρκίωνος νοσοῦντες περὶ τοῦ δημιουργοῦ τοῦτο εἰρῆσθαι φασι τοῦ δικαίου καὶ οὐκ ἀγαθοῦ. λέγουσι γάρ
τινα δίκαιον καὶ οὐκ ἀγαθὸν Θεόν. ἡμεῖς δὲ περὶ τοῦ τῶν ὅλων Θεοῦ τοῦτο εἰρῆσθαι φαμεν· οὕτως οὖν ἀναγνωστέον, ὅτι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα. ὁ γὰρ μέλλων οὐκ ἔχει ἀπίστους, ἀλλ’ ὁ παρὼν μόνος· τινὲς δὲ τὸ ἐτύφλωσεν ἀντὶ τοῦ ἔασεν ἣ συνεχώρησε φασὶ διὰ τὸ αὐτεξούσιον,
σίον, ὡς καὶ ἀλλαχοῦ τὸ “παρέδωκεν παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας” φησὶ, τὸ οἷον συνεχώρησε λέγων· ἐπειδὴ γὰρ ἀπεφοίτησαν τοῦ Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ σωτηρία. οὐκ εἶπε δὲ, ὅτι ἐτύφλωσεν εἰς τὸ μὴ πιστεῦσαι, δεικνὺς αὐτοὺς πρῶτον ἀπιστήσαντες, εἶτα ἀναξίους γενομένους τοῦ φωτισμοῦ· καλῶς δὲ τὸ αὐγᾶσαι κεῖται· ἀμυδρὰν γὰρ ἀπόρροιαν τῆς ἀληθινῆς γνώσεως ἔχομεν b νῦν· εἰκόνα δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν, ὡς Θεὸν ἐκ Θεοῦ, προσηγόρευσε, διὰ τὸ ἀπαράλλακτον· ἐν ἑαυτῷ γὰρ δείκνυσι τὸν Πατέρα, διό φησιν, “ὁ ἑωρακὼς
ἐμὲ, ἑώρακε τὸν Πατἐρα.” οἰδε γὰρ ὁ Ἀπόστολος τὸ κατὰ πᾶν ἴσον καὶ ὅμοιον εἰκόνα καλεῖν, ὡς ἐν τῷ “σκιὰν ἔχων ὁ νόμος ‘τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.”
ἐκεῖνό φαμεν, ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· εἰ δὲ καὶ ἑτέρως τις ἀναγινώσκοι, οἷον ὅτι ὁ Θεὸς τοῦ αἰῶνος τούτου, οὐδὲ τοῦτο ἔχει τινὰ λαβήν· οὐ γὰρ τοῦτο δεικνύει αὐτὸν τούτου μόνον ὄντα τοῦ αἰῶνος Θεὸν, καὶ γὰρ ὁ Θεὸς τοῦ οὐρανοῦ λέγεται, ἀλλ’ οὐκ ἔστιν οὐρανοῦ μόνον· καὶ ὁ Θεὸς
βραὰμ, καὶ οὐκ ἔστιν ἐκείνου μόνου, καὶ πολλαὶ καὶ ἄλλαι εἰσὶ μαρτυρίαι ἐν ταῖς γραφαῖς.
2
Catena In Epistulam II Ad Corinthios (Catena Pseudo-Oecumenii). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.