ΚΕΦ. Ε.
φησὶν, ἠξιώμεθα. Ἐπειδὴ πολλὰ καὶ μεγάλα περὶ τῶν Ἀποστόλων εἰρήκει, λέγων τὴν δόξαν Κυρίου κατοπτριζόμεθα καὶ μεταμορφούμεθα. Εἰ γὰρ ἐκοινοποίησε τὸν λόγον τὸ εἰπεῖν, “ ἡμεῖς “ δὲ πάντες,” πλὴν εἰς τοὺς Ἀποστόλους πρωτοτύπως εἴρητο τὰ εἰρημένα, λοιπὸν κατάγει τὸν περὶ αὐτῶν λόγον· “ ἔχοντες γάρ’
φησὶ, “ τὴν διακονίαν,” τουτέστιν ἡμεῖς, οὐδὲν πλέον ἀλλ’ ἢ διάκονοί ἐσμεν τοῦ κηρύγματος, εἶτα “ καθὼς ἠλεήθημεν,” δεικνὺς ὅτι καὶ αὐτὸ τὸ γενέσθαι διάκονοι οὐκ ἦμεν ἄξιοι, ἀλλὰ καὶ τοῦτο κατὰ Θεοῦ ἔλεον ἔχομεν. “ οὐκ ἐκκακοῦμεν,” τουτέστιν, οὐκ ἀπαγορεύομεν πρὸς τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς καὶ τοὺς κινδύνους.
δὲ τοὺς ψευδαποστόλους οἳ ἐν σχήματι ἁγνείας ἦσαν, καὶ ἐν κρυφῇ πονηροί· πῶς δὲ “ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύ- “ νῆς ;” ἀπανούργως, φησὶ, καὶ ἀπλάστως ζῶντες. Ὁ δὲ ἀναστρεφόμενος βίον καὶ πολιτείαν ἀπάνουργον ἐπιτηδεύομεν, ἀλλ’ οὐδὲ δολοῦμεν τὸν λόγον τοῦ Θεοῦ καὶ τὸ κήρυγμα, ἢ χρηματιζόμενοι,
καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο διδάσκοντες, ὅπερ οἱ ψευδαπόστολοι ἐποίουν.
δὲ λαλοῦμεν, “ ἀλλὰ διὰ τὴν φανέρωσιν τῆς ἀληθείας συνιστῶμεν “ ἑαυτοὺς” οἷοί ἐσμεν, καὶ παραθέμεθα πάσῃ συνειδήσει ἀνθρώπων.
τοῦ Εὐαγγελίου, ἀλλὰ τῆς ἐκείνων ἀπωλείας καὶ τυφλώσεως.
δὲ τὸ μὴ ἔχειν βάθος γῆς πάλιν ἀπεφοίτησαν τῆς πίστεως, οὓς ἅπαντας ἀπολλυμένους ὁ Παῦλος καλεῖ· νῦν δὲ τέως ὁ λόγος αὐτῷ περὶ τῶν αὐτῷ τὴν ἀρχὴν ἀπιστησάντων· τούτοις γὰρ παντελῶς κεκάλυπται τὸ Εὐαγγέλιον, καί φησιν, ἐν οἷς ἀπολλυμένοις ἀνθρώποις τῶν παντελῶς ἀπιστησάντων ἐτυφλώθη τὰ νοήματα
εἰς τὸ μηδὲ τὴν αὐγὴν δέξασθαι τῆς πίστεως. “ Θεὸν δὲ αἰῶνος “ τούτου” Μανιχαῖοι μὲν καὶ Μαρκίωνες φασὶ τὸν πονηρὸν λέγειν Θεόν. Δύο γὰρ παρ’ αὐτοῖς θεοί· ἡμεῖς δὲ τῶν ἐπὶ πάντων φαμέν. ΆΛΛΩΣ. ὥσπερ Θεὸς εἴρηται οὐρανοῦ τε καὶ γῆς, καὶ Θεὸς τῆς παρούσης ἡμέρας, καὶ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ
οὐ παρὰ τοῦτο λοιπῶν οὐκ ἔστι Θεός· οὕτως μοι νόει καὶ τὸ Θεὸς τοῦ αἰῶνος τούτου. Ἢ οὕτως μετὰ ὑπερβατοῦ· τῶν ἀπίστων τοῦ αἰῶνος τούτου· ὧδε γὰρ ἀπιστοῦσι, τότε δὲ πᾶν γόνυ κλινεῖ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται Χριστῷ, ὅταν ἔλθῃ ἐν τῇ πατρῴᾳ δόξη.
ἀπεφοίτησαν τοῦ Χριστοῦ, εἴασεν αὐτούς· βουλομένων γὰρ, οὐκ ἀναγκαζομένων ἡ σωτηρία, μὴ ὅτι καὶ προσεβλάπτοντο ἀπίστως διακείμενοι καὶ καταναγκαζόμενοι τῷ φωτὶ τοῦ Χριστοῦ, ὥσπερ καὶ ὄψις σαθρὰ ἐξ ἡλιακῆς ἀκτῖνος.
νοσοῦντες λέγουσι πέρι του δημιουργοῦ του δικαίου μόνου καὶ οὐκ ἀγαθοῦ ταῦτα εἰρῆσθαι. Λέγουσι γὰρ εἶναί τινα Θεὸν δίκαιον καὶ οὐκ ἀγαθόν. Μανιχαῖοι δὲ, φησὶ, τὸν διάβολον ἐνταῦθα λέγεσθαι, εἰς τοῦτο δημιουργὸν τῆς κτίσεως ἕτερον ἐπεισαγαγεῖν παρὰ τὸν ὄντα βουλόμενοι σφόδρα ἀνοήτως· ἡμεῖς δὲ ἐκεῖνο φαμὲν,
ὅτι οὐ περὶ τοῦ διαβόλου τοῦτο εἴρηται, ἀλλὰ τοῦ τῶν ὅλων Θεοῦ· καὶ οὕτως ἀναγνωστέον, ὅτι τῶν ἀπίστων τοῦ αἰῶνος τούτου ἐτύφλωσεν ὁ Θεὸς τὰ νοήματα, ὁ γὰρ μέλλων ἀπιστίαν οὐκ ἔχει.
γνώσεως ἔχομεν νῦν, καὶ ὥσπερ ἀπὸ ἡλίου παμφαοῦς αὐγὴν ἀυδράν· τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, “ βλέπομεν ἄρτι” λέγων “ δι’ “ ἐσόπτρου ἐν αἰνίγματι,” καὶ “ ἀρραβῶνα Πνεύματος” καὶ “ὀσμὴν γνώσεως·”
“ σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν οὐκ αὐτὴν τὴν “ εἰκόνα τῶν πραγμάτων·” εἰκόνα Θεοῦ τὸν Χριστὸν καὶ Θεὸν ἐκ Θεοῦ προσηγόρευσεν· ἐν αὐτῷ γὰρ δείκνυσι τὸν Πατέρα· διό φησιν, “ ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα.”
“ ἐγὼ δὲ Κηφᾶ,” οἳ καὶ κατεκυρίευον αὐτῶν.
ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν, ἔλαμψε δὲ, φησὶ, φῶς τι ζῶν ἡμῖν καὶ ἀποκαλύπτον τὴν ἰδίαν γνῶσιν καὶ δόξαν ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, τουτέστι διὰ τοῦ προσώπου τοῦ Χριστοῦ· διὰ γὰρ τοῦ Υἱοῦ ἡμῖν ἡ ἀληθὴς γνῶσις τοῦ Πατρὸς, καὶ τέως ὅτι ἔστι Πατὴρ, καὶ ὅτι οὐ διὰ κνίσσης καὶ αἱμάτων προσκυνεῖσθαι
βούλεται, καὶ ὅτι ἐν τριάδι ὁμοουσίῳ καὶ ἰσοδυνάμῳ θρησκεύεται Θεός· ὅθεν καὶ “ μεγάλης εἴρηται βουλῆς Ἄγγελος,”
ἄνω περὶ Πνεύματος λέγων, φησὶ, τὴν δόξαν, “ οἷον τὸ φῶς “ Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα” πάλιν περὶ τοῦ Υἱοῦ “ εἰς τὸ μὴ αὐγάσαι αὐτοῖς τὸν φωτισμὸν τοῦ “ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ·” νῦν περὶ τοῦ Πατρός φησι, “ πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ. ”
Catena In Epistulam II Ad Corinthios (Catena Pseudo-Oecumenii). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.