ΕΞΗΓΗΣΙΣ
ΕΙΣ THN
ΠΡΟΣ ΤΟΥΣ ΚΟΡΙΝΘΙΟΥΣ Α ΕΠΙΣΤΟΛΗΝ.
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΠΡΩΤΗ.
θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός· τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ τῆ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν παντὶ τόπῳ ἀυτῶν τε καὶ ἤμων·
Ἰησοῦ Χριστοῦ.
εἶναι.
ἁπάσης ἐπιεικείας ἐμπλέω δέχεται συνεπίστέλλοντας. Οἶον ἐκδυσωπῶν τοὺς ἔσθ’ ὅτε τε πρὸς τοῦτο ἰόντας ἀντανίστασθαι τολμᾶν τοῖς παρ’ αὐτοῦ κηρύγμασιν, ἢ καὶ μὴ εὖ πεποιῆσθαι λέγειν αὐτά. τοῦτον ὑπολαμβάνω Κορίνθιον εἶναι. μέμνηται δὲ αὐτοῦ καὶ ἡ τῶν Πραξέων ἱστορία· καὶ διδάσκει ἡμᾶς ὁ μακάριος Λουκᾶς ὡς
ἁρπάσαντες αὐτὸν ἐπὶ τοῦ Γαλλίωνος οἱ “Ελληνες, λίαν ᾐκίσαντο τοῦτον
ἕως “ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ὁ μὲν γὰρ νόμος οὐκ ἐν παντὶ τόπῳ κεκέλευκε τοῦτο δρᾶν, ἀλλ’ εἰς τὸν θεῖον αὐτὸν ἐν Ἱεροσολύμοις νεὼν ἀφικνεῖσθαι· ἐδεδίει γὰρ τῆς παρ’ αὐτοῖς διανοίας ὡς εἰκὸς τὸ εὐμετακόμιστον· μὴ ἄρα πὼς προσκυνεῖν ἣ θύειν ἐν παντὶ τόπῳ κεκελευσμένοι, πρόφασιν τῆς εἰς τὰ αἰσχίω
μεταβολῆς τὸν νόμον c καὶ προσκυνήσειαν τοῖς γλυπτοῖς· ναοὺς ἑαυτοῖς ἱστῶντες καὶ βωμούς. ἐπειδὴ δὲ κεκλήμεθα λοιπὸν οἱ ἐξ ἐθνῶν διὰ πίστεως τῆς εἰς Χριστὸν εἰς οἰκειότητα τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματος ἀσφάλειαν πεπλουτήκαμεν, προσκυνεῖν τετάγμεθα οὐκ ἐν γε τοῖς Ἱεροσολύμοις ἅπαντες,
ἀλλ’ ἐν παντὶ τόπῳ· καὶ τοῦτο ἦν ἄρα τὸ διὰ τῶν προφητῶν λεγόμενον· “ καὶ προσκυνήσουσι τῷ Κυρίῳ ἕκαστος ἐκ τοῦ τόπου “ αὐτοῦ·” ἐπιστέλλει δὴ οὖν ἅμα Σωσθένει τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ, ἣν αὐτὸς ἑαυτῷ παρέστηκεν ὁ Χριστός· καὶ τίς αὐτὴν 2 ὦπτο; πάντες οἱ ἡγιασμένοι καὶ κεκλημένοι διὰ Χριστοῦ πρὸς δικαίωσιν· “ἐπικαλούμενοί τε τὸ ὄνομα αὐτοῦ ἐν παντὶ τόπω “αὐτῶν τε καὶ ἡμῶν·” τουτέστιν, εἴτε ἐν τῇ τῶν Ἰουδαίων γῆ, εἴτε ἦν ἐν ταῖς τῶν ἐθνῶν πόλεσι τε καὶ χώραις. Θέον δὲ κατὰ φύσιν διακηρύττει Χριστὸν, καὶ σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ τῷ
Θεῷ καὶ Πατρὶ τὴν δόξαν πραγματεύεται· Θεοῦ μὲν γὰρ Ἐκκλησίαν ὀνομάζει, τοὺς ἡγιασμένους. Χριστῷ δὲ πάλιν αὐτοὺς προσνέμει λέγων· “εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ.”
μέμνηται Χριστοῦ Ἰησοῦ. ἐξ αὐτῶν τῶν προοιμίων διδάσκων ὡς ἀπ’ οὐδενὸς ἑτέρου καὶ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνομάζεσθαι προσήκει. καὶ τὸ τραῦμα τὸ ἀπὸ τῶν διαμερισμῶν τῶν διαφόρων ἐπονομασιῶν τῇ συνεχεῖ τῆς μνήμης Ἰησοῦ Χριστοῦ θεραπεύων. “ἡγιασμένοις ἐν Χριστῷ Ἱησοῦ.” οὐκ ἄνθρωπός σε
φησὶν ἡγίασεν, ἀλλ’ ὁ Θεὸς ἐν Χριστῷ.
δὴ εἰς ἓν σῶμα συντελοῦντας τοῦ δεσπότου Χριστοῦ.
καὶ ἀπὸ τούτου ὀνομάζονται, οὐκ ἀπ’ ἀνθρώπων. μὴ τοίνυν μόνοι ξενίσητε, ἀσεβῆ καινότητα ἐπεισάγοντες· καὶ οὐκ εἶπεν σὺν πᾶσι τοῖς καλοῦσι τὸ ὄνομα, ἀλλὰ “τοῖς ἐπικαλουμένοις·” Θεὸν δεικνὺς τὸν Υἱὸν τοῦ Θεοῦ. Θεὸν γάρ τις ἐπικαλεῖται, ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν. εἰ πᾶς τόπος τὸν Ἰησοῦν Χριστὸν ἐπικαλούμενός
ἐστι, μιμεῖσθε τοὺς πολλούς· ἀλλὰ μὴ μόνοι ξένον τι ποιεῖτε a παρὰ τοὺς ἄλλους· τὸ δὲ “αὐτῶν τε καὶ ἡμῶν,” τῷ Κυρίῳ συνήρμοσται. ἀντὶ τοῦ, καὶ ἡμεῖς οἱ γράφοντες, καὶ ὑμεῖς οἱ τῶν γραμμάτων ἀπολαύοντες, ἕνα Κύριον ἔχομεν Ἰησοῦν.
κοινὸς ὤν c. τοῦτο οὖν λέγει· χάρις καὶ εἰρήνη ὑμῖν τοῖς Κορινθίοις ἡγιασμένοις κλητοῖς γενομένοις· ἀλλὰ μετὰ πάντων τῶν ἐν παντὶ τόπῳ ἐπικαλουμένων τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν τε καὶ αὐτῶν.
ἐπεκαλοῦντο, τίς χρεία μὴ πᾶσιν ἣ ἐπικαλουμένοις γεγράφθαι μόνον. ἀλλὰ περὶ αὐτῶν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεστήσαμεν, ὡς μόνους τοὺς ἐπαινετοὺς χρηματίζειν Ἐκκλησίαν ὀφείλονται· τοὺς δὲ ψεκτοὺς οὐκ ἅπαντας μὲν ἔτι πάλαι ὄντας τῇ ἁμαρτίᾳ· ἀλλ’ ἐπικαλουμένους· οὐ μὴν ἤδη καὶ Ἐκκλησία. σπεύσωμεν οὖν
ἀπὸ τοῦ ἐπικαλεῖσθαι, εἰς τὸ ἀναβῆναι ἐπὶ τὴν Ἐκκλησίαν τὴν ἄσπιλον καὶ ἄμωμον.
ταύτην ἀσπαζομένων τὴν ἐπίκλησιν. κοινωνούς τε τῆς τοῦ γράφειν αὐθεντείας τοὺς παρ’ ἡμῖν τοιούτους ἅπαντας λαμβάνοντες· καὶ τὸν τῆς προσηγορίας ταύτης ἀλλότριον, εἰς τὴν κοινωνίαν ταύτην οὐκ εἰσδεχόμενοι. ὑμῖν δὲ τοῖς Κορινθίοις ἐπιστέλλομεν ταῦτα τοῖς ἡγιασμένοις ἐν χριστῷ, καὶ δι’ αὐτοῦ κεκλημένοις, μετὰ
πάντων ἅπαξ ἁπλῶς τῶν παρ’ ὑμῖν ταύτην ἀσπαζομένων τὴν προσηγορίαν.
καλῶ, καὶ σὺν αὐτῷ ἐπιστέλλω, κοινοποιούμενος τὰ ἐμά. διὰ τί οὖν ὑμᾶς ἐγκόπτω; ὅτι ἐπιβλαβὲς ὑμῶν τὸ ἐπὶ τῇ διδασκαλίᾳ φύσημα· ὑμᾶς τὲ γὰρ οὐδὲν ὀνίνησι, τούς τε πειθομένους ἐξίστησι τῆς ὑγιαινούσης διδασκαλίας· καὶ τὸ κοινὸν μερίζει τῆς Ἐκκλησίας σῶμα. “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου.”
4 ὅσον ἐκεῖνοι καὶ ἀλλήλων διεσχίζοντο, τοσοῦτον αὐτὸς ἐφιλονείκει καὶ τοῖς πόρρω κατοικοῦσι συνάπτων αὐτούς· διὸ μέλλων αὐτοῖς προσφωνεῖν τὴν χάριν καὶ τὴν εἰρήνην τοῦ Θεοῦ, καὶ εἰπὼν “κλητοῖς “ ἁγίοις,” αὐτίκα συνῆψε “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις” καὶ ἑξῆς. Καὶ ὑμῖν φησὶ καὶ σύμπασιν εἴη ἡ ἀπὸ Θεοῦ Πατρὸς
χάρις καὶ εἰρήνη· “ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν.” ἐπειδὴ εἰπὼν “σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου,” ἐπήγαγεν μόνον τὸ ἡμῶν, ἐπιδιορθούμενος καὶ δεικνὺς κοινὸν αὐτὸν Κύριον καὶ δεσπότην ἁπάντων ὄντα, προστίθησιν “αὐτῶν τε καὶ “ ἡμῶν·” εἰ δὲ κοινὸς ἁπάντων Κύριος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ
τὸν ἁπανταχοῦ, τί σχιζόμενοι ἀλλήλων καὶ τὴν κοινὴν ἐξ ὦν τέμνεσθε καθυβρίζοντες κυριότητα, ἑτέροις καὶ ἑτέροις ἑαυτοὺς διανέμετε;
Κυρίου Ἰησοῦ Χριστοῦ. εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε
περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῆ δοθείσῃ
ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν σὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάση γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν.
τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· δι’ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ τὰ πάντα παρὰ τοῦ Θεοῦ καὶ Πατρός. συνδοτήρ τέ ἐστι καὶ συγχορηγὸς τῷ γεγεννηκότι, τῶν ἄνωθεν ἀγαθῶν, καὶ διανομεὺς τῶν ἐξ οὐρανοῦ χαρισμάτων. καὶ αὐτός ἐστιν ἡ πάντων εἰρήνη. τῇ πὰρ ἑαυτοῦ χάριτι καταλαμπρύνων ἀρχὰς θρόνους τε
καὶ ἐξουσίας· καὶ ἅπαξ ἁπλῶς εἰπεῖν πᾶσαν κτίσιν λογικήν.
τῆς διαθέσεως.
τε δέκτην γενέσθαι τὴν ἰατρείαν. ἔχει ’δε καὶ τὸ ἀψευδὲς τὰ εἰρημένα· ἐπεὶ γὰρ ταῖς δοθείσαις αὐτοῖς ηὐχαρίστησε δωρεαῖς· λέγει δὲ καὶ ταῦτα σαφέστερον· “ὅτι ἐν παντὶ ἐπλουτίσθητε, ἐν “ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ “ ἐβεβαιώθη ἐν ὑμῖν·” ταῦτα τὰ εἴδη τῶν τοῦ Πατρὸς χαρισμάτων·
“ ᾧτ’ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ “ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα·” “ μαρτύριον δὲ Χριστοῦ,” τὸ κήρυγμα καλεῖ· διαμαρτύρονται γάρ πὼς οἱ κηρύττοντες. οὕτω καὶ Τιμοθέῳ γράφων ἔλεγεν· “ διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ “ τοῦ ζωογονηκότος τοὺς νεκρούς·” οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς
Εὐαγγελίοις εἶπεν· “ κηρυχθήσεται δὲ τὸ εὐαγγέλιον τοῦτο τῆς “ βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον αὐτοῖς.” βεβαίωσιν δὲ τοῦ Εὐαγγελίου καλεῖ, τὴν τῶν σημείων θαυματουργίαν· δι’ ἐκείνων γὰρ ἐδείκνυτο τοῦ κηρύγματος ἡ ἀλήθεια
εἰ παρ’ αὐτοῦ γνῶσις, διατί τοῦ μὲν ὡς διδασκάλου τὸ ὄνομα ἑαυτῷ ἐπιτιθεῖς· τοῦ δὲ ὡς βαπτίσαντος ; διόπερ προιὼν, φησὶ, “ τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τι καυχᾶσαι ὡς “ μὴ λαβών;” “ἐν παντὶ λόγῳ,” ἐπειδὴ λόγος σοφίας ἐστὶ καὶ λόγος γνώσεως καὶ πολλοὶ λόγοι χαρισμάτων· διὰ τοῦτο, φησὶν,
“ ἐν παντί· λόγῳ καὶ πάσῃ γνώσει” ἐπειδὴ καὶ τῆς γνώσεως δεαφοραὶ φοραὶ πολλαί· καὶ πάσῃ γνώσει” Ἕλλησιν ἐγράφη τοῖς ὁμοῦ τὴν παλαιὰν καὶ τὴν καινὴν μὴ δεξαμένοις καὶ τὴν ἑκατέρωθεν γνῶσιν ἡττωμένοις “ καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη “ ἐν ὑμῖν.
c
Κορίνθιοι πλουτοῦντες ἐν τούτοις· ἐπεὶ οὑν ταῦτα, φησὶν, ὁρᾶται ἐν ὑμῖν ἐν ἀφθονίᾳ καὶ βεβαιώσει· καλῶς, φησὶν, προείπομεν ὅτι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει ἐπλουτίσθητε· μέρος γὰρ τῶν χαρισμάτων, ὁ τε λόγος καὶ ἡ γνῶσις· ὁ μὲν λόγος συντελῶν εἰς τὸ διδάσκειν, ἡ δὲ γνῶσις εἰς τὸ συνιέναι· καὶ τὸ ὥστε μὴ
“ ὑστερεῖσθαι ὑμᾶς,” πρὸς τὴν δευτέραν ἑρμηνείαν μᾶλλον συνάδει
ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
διακωλυομένων δὲ, ὀνομάζεσθαι βούλεσθε; οὐκ ἀνθρώπου προσδοκᾶτε παρουσίαν· οὐ ψιλὸν ἄνθρωπον ἐκδέχεσθε· ἀπὸ τούτου ὀνομάζεσθε· πρὸς τοῦτο γὰρ αὐτῷ πάντα κατεσκεύασται τὰ λεγόμενα νῦν.
ἀλλὰ ἔστιν καὶ πάρεστιν. καὶ μὴν καὶ τότε φανήσεται.
ἐπιφάνειαν τοῦ Σωτῆρος ὑπομείνητε.
δικαίοις. φημὶ δὴ τὸ παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα πάντες τὰ αὐτὰ “ λέγητε καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα” καὶ ὅσα τοιαῦτα. ἦν οὖν ἡ Ἐκκλησία ἀναμεμιγμένη· εἰ γε χρὴ Ἐκκλησίαν ὀνομάζειν τὸ ὅλον τοῦτο τὸ μικτὸν ἐκ δικαίων καὶ ἀδίκων. πλὴν οἱ συναγόμενοι
ἦσαν ἀναμεμιγμένοι· διὰ τοῦτο μέλλων ὁ ὁ Ἀπόστολος ἐπὶ ταῖς ἁμαρτίαις τοὺς συναγομένους μετὰ κακίας ἐλέγχειν, ἀναγκαῖον πρῶτον τοὺς ἐπαίνους ποιεῖται τῶν καλῶς συνερχομένων ἐπὶ τὸ αὐτό· “ εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε,” ἄξιον εὐχαριστεῖν ἐφ’ οἷς λέγει ἐπαινετοῖς. καὶ οὐ ποτὲ μὲν εὐχαριστεῖν, ποτὲ δὲ
μὴ, ἀλλὰ πάντοτε εὐχαριστεῖν· ἐάν τινα εἰδῶ ποτὲ μὲν πράττοντα, ποτὲ δὲ ἁμαρτάνοντα, εὐχαριστῶ περὶ αὐτοῦ οὐ πάντοτε, ἀλλ’ ὅτε εὖ ποιεῖ· οὕτω καὶ περὶ ἐμαυτοῦ· ἐν τινὶ δὲ εὐχαριστήσει ὁ εὐχαριστῶν Παῦλος; ἐπὶ τοῖς ἰδίοις ἀκροαταῖς ὧν γέγονε κατὰ Θεὸν πατήρ. ὥσπερ οὖν πατὴρ ἐπὶ υἱοῖς εὐχαριστεῖ, ὅτ’ ἃν
ὑγιαίνωσιν, ὅτ’ ἂν εὖ πράττωσι, τὸν αὐτὸν τρόπον, ὅτ’ ἃν βλέπῃ διδάσκαλος τοὺς ἀκροατὰς ζέοντας τῷ πνεύματι, πλουτοῦντας λόγῳ σοφίας, ἀξίους τοῦ ἐπαινεῖσθαι, εὐχαριστεῖ πάντοτε περὶ ἀυτῶν.
μὲν· “ ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ.“ μακάριοι οἱ ἐν παντὶ πλουτοῦντες, καὶ μηδενὸς τῶν κατὰ Θεὸν ὑστερούμενοι, ἀλλὰ πᾶσαν ἐπιτηδεύοντες ἀρετὴν, καὶ τῶν παρ’ αὐτοῦ ἀφθόνως καὶ πλουσίως ἀπολαύοντες δωρεῶν· “ ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.” ὥστε εἰς μηδεμίαν γραφὴν ἀπορεῖν· ἀλλὰ πανταχοῦ ζητεῖν καὶ
εὑρίσκειν καὶ ὅτε δεῖ ἐξηγήσασθαι γραφὴν, παντὶ λόγῳ κεχρῆσθαι, τῷ τε διεξοδικῷ καλουμένῳ, καὶ τῷ κατὰ ἐρώτησίν τε καὶ ἀπόκρισιν· καὶ παρεσκεύασθαι λέγειν καὶ κατὰ πάσης αἱρέσεως· καὶ τῷ e τῆς ἀληθείας συνίστασθαι δόγματι· καὶ ἀναπληρῶσαι τὸ 6 εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· “ ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν “ παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως.” οὕτω δὴ καὶ τὸ ἐν πάσῃ γνώσει· οὐ μόνον κατὰ τὰς γραφὰς, ἀλλ’ ἵνα καὶ εἴπῃ, αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ καὶ τὰ τούτοις ἀκόλουθα. ὅτι ἡ γνῶσις τὸ εἰδέναι μόνον ἐμφαίνει·
ὁ δὲ λόγος καὶ τὸ ἔγνως μένον ἑρμηνεύει.
μὲν βέβαιόν ἐστι· παρ’ οἷς δὲ οὐκ ἔστι βέβαιον, ἀλλὰ σείεται· εἰ μὲν γὰρ η πίστις τοιαύτη ἐστιν η πέρι του μαρτυρίου, ὥστε δύνασθαι ἀπὸ διαθέσεως ἀληθοῦς εἰπεῖν, “ πέπεισμαι δὲ ὅτι οὔτε “ θάνατος, οὔτε ἡ ζωὴ“ καὶ τὰ ἑξῆς, “ δυνήσεται ὑμᾶς χωρίσαι “ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ὑμῶν.”
βέβαιον ἐστι τὸ μαρτύριον ἐν τῷ τοιούτῳ· εἰ δὲ μὴ τοιοῦτοι ἐσμὲν, ἀλλὰ σειόμεθα ὑπὸ τῶν συμβαινόντων, οὔπω τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαίωθη ἐν ἡμῖν· καὶ πᾶν ἄλλως ἐκληρώμεθα τὸ ῥητόν· πᾶσα γραφὴ ἡ μαρτυροῦσα περὶ Χριστοῦ, μαρτύριον ἐστὶ Χριστοῦ· καλόν οὖν ἐστι βεβαιωθῆναι καὶ ἐν τῷ ἀπὸ τῶν γραφῶν
μαρτυρίῳ Χριστοῦ.
“ ἐν μηδενὶ χαρίσματι·” ὡς πολλῶν ὄντων τῶν χαρισμάτων διαλέγεται· καὶ ἐν τοῖς πο f ἑξῆς τῆς ἐπιστολῆς, “ ἀπεκδεχομένους “ τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” ὁ δίκαιος οὐκ ἐν τῷ αἰῶνι τούτῳ εἶχε τὰς ἐλπίδας, ἀλλὰ πάσχων, κινδυνεύων, “ ἀπεκδέχεται τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
“ Χριστοῦ.” ἤτοι Χριστὸς Ἰησοῦς ἀποκαλύπτει ὡς καὶ βεβαίωσει ὑμᾶς ἕως τέλους· τίς βέβαιοι ; Χριστὸς Ἰησοῦς, ὁ Λόγος, ἡ σοφία· μαρτύριον δὲ τὸ βεβαιούμενον οὐ πρὸς ἡμέρας, ἀλλ’ “ ἕως 7 “ τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριἕως “ στοῦ.” ἔλθωμεν ἐκεῖ, οὔπω ἔχομεν τὸ ἀνέγκλητον. οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα. κἂν ἔχειν τίς δοκῇ ἐπὶ τοῦ πάροντος τὸ ἀνέγκλητον ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Catena In Epistulam I Ad Corinthios (Typus Vaticanus) (e Cod. Paris. gr. 227). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.