ΚΕΦ. Ζ.
κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε. πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν τῆ ἐκκλησίᾳ, ἀκούω σχίσματα
ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω· δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὕμιν.
“Θεοῦ.”
“ἐν ὑμῖν εἶναι· ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.” αἱρέσεις, τὰς φιλονεικίας λέγει, οὐ τὰς τῶν δογμάτων διαφοράς· τὸ δὲ “δεῖ,” οὐκ ἀναγκαστικὸν τοῦ πράγματος, ἀλλὰ προγνωστικόν· τοιοῦτόν ἐστι καὶ τὸ ὑπὸ Κυρίου εἰρημένον· ὅτι τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη· ὡς ἀκριβῶς γὰρ τὰ ἐσόμενα προορῶν, ὃ προεεῖδεν
καὶ προείρηκεν, οὐκ αὐτὸς γενέσθαι ἠνάγκασεν. ἀλλὰ τοῦτο Φησὶν ὁ θεῖος Ἀπόστολος, οὐ λυμαίνεται· ἐλεγχομένων γὰρ τῶν πονηρίᾳ συζώντων, τῶν ἀρίστων ἀνδρῶν τὸ δόκιμον δείκνυται.
καὶ τότε, ὅτε ταῦτα ἔγραψεν ὁ Ἀπόστολος ἐγίνετο· εἰ καὶ μὴ τελείως, ἐκ μέρους γοῦν. κοινὰς γὰρ ἐποίουν τὰς τραπέζας ἐν ἡμέραις νενομισμέναις· καὶ τῆς συνάξεως ἀπαρτισθείσης, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, ἐπικοινὴν πάντες μετήεσαν εὐωχίαν. ἀλλ’ ὕστερον καὶ τοῦτο διεφθάρη τὸ ἔθος. τὸ δὲ αἴτιον, ἐκ τοῦ
διεσπάσθαι καὶ προσνέμειν ἑαυτοὺς, τοὺς μὲν τούτοις, τοὺς δὲ ἐκείνοις· ἐπεὶ οὖν διεσπάσθη τὸ ἔθος τοῦτο τὸ κάλλιστον καὶ χρησιμώτατον· πληκτικῶς εἰκότως τῷ λόγῳ κέχρηται, οὕτω λέγων, “τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ.” τοῦτο ποῖον; ὃ μέλλω λέγειν νῦν. τι ἐστι “παραγγέλλων οὐκ ἐπαινῶ;” οὐκ ἀποδέχομαι
ὑμᾶς, φησὶν, ὅτι με εἰς ἀνάγκην κατεστήσατε συμβουλῆς· ὅτι ἐκδεήθητε διδασκαλίας· ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε. τοῦτ’ ἐστιν ὅτι οὐ προβαίνετε εἰς ἀρετὴν, ἀλλὰ καὶ τὸ κρατῆσαν ἔθος ἠλαττώσατε. “δεῖ γὰρ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.” ὅτι δὲ περὶ τῶν αἱρέσεων εἶπεν
τῶν κατὰ τὰς τραπέζας, καὶ ἐκ τῶν ἑξῆς δῆλον ἐποίησεν. εἰπὼν γὰρ ὅτι ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, οὐκ ἔστη μέχρι τούτων, ἀλλὰ προϊὼν φησὶν, “ἕκαστος τὸ ἴδιον δεῖπνον προλαμ- “βάνει” καὶ τὰ ἑξῆς. εἰ δὲ σχίσματα αὐτὰ καλεῖ, μὴ θαυμάσῃς. τῇ γὰρ λέξει καθικέσθαι αὐτῶν βούλεται. εἰ γὰρ δογμάτων
ἦν τὰ σχίσματα, οὐκ ἃν οὕτως αὐτοῖς διελέχθη ἡμέρως. τί δέ ἐστιν, “ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν;” ἵνα λάμψωσι μειζόνως. ὃ δὲ βούλεται εἰπεῖν τοῦτ’ ἐστιν· ὅτι τοὺς ἀπεριτρέπτους καὶ στερροὺς, οὐ μόνον οὐδὲν τοῦτο βλάπτει, ἀλλὰ καὶ λαμπροτέρους ἀποφαίνει. τὸ γὰρ “ἵνα” τοῦτο οὐ πανταχοῦ αἰτιολογίας
ἐστὶν, ἀλλὰ πολλαχοῦ καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. οὕτω καὶ ὁ Χριστὸς αὐτὸ τίθησιν, ὅτ’ ἂν λέγῃ, “εἰς κρίμα ἐγὼ “ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ “οἱ βλέποντες τυφλοὶ, γένωνται.” οὕτω καὶ αὐτὸς ὁ Παῦλος ὅτ’ ἃν περὶ τοῦ νόμου διαλεγόμενος γράφει. “νόμος δὲ παρεισῆλθεν,
“ἵνα πλεονάσῃ τὸ παράπτωμα.” ἀλλ’ οὔτε ὁ νόμος διὰ τοῦτο ἐδόθη, ἵνα αὐξηθῇ τὰ ἁμαρτήματα τῶν Ἰουδαίων· τοῦτο δὲ ἐξέβη. οὔτε ὁ Χριστὸς διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένεωνται, ἀλλὰ διὰ τὸ ἐναντίον· συνέβη δὲ τοῦτο. οὕτως οὖν καὶ ἐνταῦθα νοητέον, “ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.” ἀλλὰ τῶν
αἱρέσεων τούτων γενομένων τοῦτο συνέβη. ταῦτα δὲ εἴρηκε, τοὺς πένητας παραμυθούμενος, τοὺς γενναίως φέροντας τὴν τοιαύτην ὑπεροψίαν. διὸ οὐδὲ εἶπεν ἵνα οἱ δόκιμοι γένωνται, ἀλλ’ ἵνα δόκιμοι ὄντες φανεροὶ γένωνται. δηλονότι καὶ πρὸ τούτου τοιοῦτοι ἦσαν, ἀλλ’ ἀνεμίγνυντο τοῖς πολλοῖς, καὶ παραμυθίας ἀπολαύοντες τῆς
παρὰ τῶν πλουσίων, οὐ σφόδρα ἐφαίνοντο. νυνὶ δὲ ἡ στάσις αὕτη καὶ ἡ φιλονεικία δήλους αὐτοὺς ἐποίησεν· ὥσπερ τὸν κυβερνήτην ὁ χειμὼν δείκνυσιν. οὔτε δὴ κατηγορῶν δήλους ποιεῖ, ἵνα μὴ ἀναισχυντοτέρους ποιήσῃ· οὔτε ἐγκωμιάζων, ὥστε μὴ χαυνοτέρους. ἀλλ’ ἀεὶ μετέωρον ἀφίησι τὸν λόγον, καὶ τοῦτον κακεῖνον· ἑκάστον
τῷ συνειδότι τὰ λεγόμενα ἁρμόζειν παρέχων. οὐ τοὺς πένητας δέ μοι δοκεῖ ἐνταῦθα παραμυθεῖσθαι μόνον, ἀλλὰ καὶ τοὺς τὸ ἔθος μὴ διαφθείροντας. καὶ γὰρ εἰκὸς εἶναι ἐν αὐτοῖς καὶ τοὺς διατηροῦντας αὐτό. διὸ καὶ ἔλεγεν “μέρος τι πιστεύω,” οὐ καθόλου πιστεύω.
ὥσπερ ἔδει, ἀλλ’ ἐπὶ τῷ χείρονι συνέρχεσθε, ἤτοι ἐπὶ τὸ ἀτιμάζειν τοὺς ἀδελφοὺς, καὶ καταισχύνειν, καὶ τὴν ἀλαζονείαν ὑμῶν καὶ γαστριμαργίαν ἐπιδείκνυσθαι.
δεῖπνον φαγεῖν· ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβανει
ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει. 0,2 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἣ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτω; οὐκ ἐπαίνω.
ὁμοίως πρόκειται·
τὴν συμβουλὴν κατεσκεύασεν; τὸ μὲν γὰρ σχῆμα τῆς συνόδου φησι· ἄλλο ἀγάπης γάρ ἐστι καὶ φιλαδελφίας· εἷς γοῦν ὑμᾶς πάντας δέχεται τόπος καὶ ὁμοῦ συναγελάζεσθε. ἡ δὲ τράπεζα λοιπὸν οὐχ ὁμοία τῇ συνόδῳ. καὶ οὐκ εἶπεν συνερχομένων ἡμῶν οὐκ ἔστι κοινῇ φαγεῖν, οὐκ ἔστι μετὰ ἀλλήλων ἑστιαθῆναι, ἀλλὰ
πολλῷ φοβερώτερον καθάπτεται αὐτῶν λέγων, “οὐκ ἔστι κυριακὸν “δεῖπνον Φαγεῖν.” ἐκείνῃ παραπέμπων αὐτοὺς ἐντεῦθεν ἤδη τῇ ἑσπέρᾳ, καθ’ ἣν τὰ φρικτὰ μυστήρια παρέδωκεν ὁ Χριστός. διὰ τοῦτο καὶ δεῖπνον τὸ ἄριστον ἐκάλεσεν. καὶ γὰρ ἐκεῖνο τὸ δεῖπνον κοινῇ πάντας εἶχε κατακεκλιμένους. καίτοι γε οὐ τοσοῦτον τὸ μέσον τῶν πλουτούντων καὶ τῶν πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν. ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. ἀλλ’ ὅμως καὶ αὐτὸς μετ’ αὐτῶν κατεκλίνετο. εἶτα ἑρμηνεύει πῶς “οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν. ἕκαστος γὰρ
“ἴδιον δεῖπνον προλαμβάνει,” Φησὶν, “ἐν τῷ φαγεῖν. καὶ ὃς μὲν “πεινᾷ, ὃς δὲ μεθύει.” εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς μᾶλλον; τὸ γὰρ κυριακὸν ἰδιωτικὸν ποιοῦσιν. ὥστε πρῶτοι αὐτοὶ εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα. ὅτι τὸ κυριακὸν δεῖπνον, τοῦτ’ ἐστι τὸ δεσποτικὸν
ὀφείλει κοινὸν εἶναι. τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν τοῦ οἰκέτου ἐστὶν, τοῦδε οὐκ ἔστιν, ἀλλὰ κοινὴ πάντων· τὸ οὖν κυριακὸν τοῦτο φησὶ τὸ κοινόν· νυνὶ δὲ οὐκ ἀφιεὶς αὐτὸ εἶναι κυριακὸν μὴ ἀφιεὶς εἶναι κοινόν· ἀλλὰ κατὰ σαυτὸν αὐτὸ ἑστιώμενος.
“ἐσθίειν καὶ πίνειν; ἣ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε καὶ “καταισχύνετε τοὺς μὴ ἔχοντας;” εἰ τοῦ τρυφᾶν ἕνεκα παραγίνεσθε, ἐν ταῖς οἰκίαις τοῦτο δρᾶτε. ὕβρις γὰρ τοῦτο τῆς ἐκκλησίας καὶ πρόφασις παροινίων. πῶς γὰρ οὐκ ἄτοπον ἔνδον ἐν τῷ τοῦ Θεοῦ ναῷ, τοῦ δεσπότου παρόντος, ὃς κοινὴν ὑμῖν παρέθηκε
τράπεζαν, ὑμᾶς μὲν τρυφᾶν, τοὺς δὲ δεομένους πεινῆν καὶ διὰ τὴν πενίαν ἐρυθριᾶν· “τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; οὐκ “ἐπαινῶ.” τῇ συνήθει πραότητι κέχρηται· πατρικῶς, οὐ δικαστικῶς ἐπιμέμφεται· εἶτα σαφέστερον τῶν ἱερῶν αὐτοὺς ἀναμιμνήσκει μυστηρίων.
ᾖ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε,
καὶ εἶπεν, Λάβετε, φάγετε, τοῦτό μου ἐστὶ τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν
ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
πάντων ὑπερβαινούσης ἀξίαν. σὺ δὲ αὐτοὺς καὶ τῆς σῆς ἀναξίους εἶναι ἡγῇ τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς; τίνος δὲ ἕνεκεν καὶ τοῦ καιροῦ ἡμᾶς ἀναμιμνήσκει· καὶ τῆς ἑσπέρας ἐκείνης καὶ τῆς προδοσίας; οὐχ ἁπλῶς οὐδὲ ἄνευ λόγου τινὸς, ἀλλ’ ἵνα μεθ’ ὑπερβολῆς κατανύξῃ. κἂν γὰρ αὐτολίθος ᾖ τις, ἐννοήσας ἐκείνην τὴν
νύκτα, πῶς ἦν μετὰ τῶν μαθητῶν ἀδημονῶν, πῶς παρεδόθη, πῶς ἐδέθη, πῶς ἀπήχθη, πῶς κατεδικάσθη, πῶς τὰ ἑξῆς ἔπαθεν ἅπαντα, κηροῦ γίνεται παντὸς ἁπαλώτερος, καὶ τῆς γῆς ἀπαλλάττεται, λάττεται, καὶ τῆς ἐνταῦθα φαντασίας ἁπάσης. διὰ τοῦτο πάντων ἐκείνων εἰς μνήμην ὑμᾶς ἄγει, ἐντρέπων καὶ λέγων, ὅτι ὁ μὲν
δεσπότης σου καὶ ἑαυτὸν παρέδωκεν ὑπέρ σου· σὺ δὲ τῷ ἀδελφῷ οὐδὲ σιτίων μεταδίδως ὑπὲρ ἑαυτοῦ.
ἄχρις οὖ ἂν ἔλθῃ. ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνει τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ
Κυρίου. δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ
τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω· ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου.
τῶν συμβόλων τοῦ σώματος αὐτοῦ. διὰ τοῦτο εἶπεν “ἄχρις οὗ ἂν “ἔλθη.” τοῦτο μὲν οὖν ὁ θεῖος Ἀπόστολος ἀντὶ παραδείγματος τέθεικεν, διδάσκων τοῦ παρὰ Κορινθίοις τολμωμένου τὸ ἄτοπον. ἀρξάμενος δὲ τοῦ περὶ τῶν μυστηρίων λόγου καὶ πέρι τούτου τὰ προσήκοντα παραινεῖ. “ὥστε ὃς ἃν ἐσθίῃ τὸν ἄρτον ἢ πίνει τὸ ποτήριον
“τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος “τοῦ Κυρίου.” ἐνταῦθα νύττει μὲν τοὺς τὴν φιλαρχίαν νενοσηκότας, νύττει δὲ τὸν πεπορνευκότα, καὶ μετὰ τούτων, τοὺς τῶν εἰδωλοθύτων ἀδιαφόρως μετειληφότας· πρὸς δὲ τούτοις καὶ ἡμᾶς μετὰ πονηροῦ συνειδότος τῶν θείων μυστηρίων ἀπολαύειν τολμῶντας.
τὸ δὲ “ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος,” τοῦτο δηλοῖ, ὅτι καθάπερ παρέδωκεν μὲν αὐτὸν ὁ Ἰούδας, παροίνησαν δὲ εἰς αὐτὸν Ἰουδαῖοι, οὕτως ἀτιμάζουσιν αὐτὸν οἱ τὸ πανάγιον αὐτοῦ σῶμα χερσὶν ἀκαθάρτοις δεχόμενοι, καὶ ἐναγῆ προσφέροντες στόματι· οὕτω φοβήσας παραινεῖ τὰ προσήκοντα.
καὶ ζοὴν βρύουσα τράπεζα, αὕτη κρίμα γίνεται; οὐ παρὰ τὴν αὐτῆς φύσιν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ ἀπόρρητα ἐκεῖνα καὶ μεγάλα κομίσασα ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν, οὕτως καὶ τὰ μυστήρια μείζονος κολάσεως ἐφόδια γίνεται τοῖς ἀναξίως
μετέχουσι. διατί δὲ κρίμα ἑαυτῷ ἐσθίει, μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου, Φησί; τοῦτ’ ἔστι μὴ ἐννοῶν ὡς χρὴ τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. εἰ γὰρ μάθοις ἀκριβῶς τι ποτέ ἐστι τὸ προκείμενον, καὶ τίς ὣν τίνι ἑαυτὸν δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ’ ἀρκεῖ σοι τοῦτο εἰς
ἅπασαν μέμψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς.
τούτων μυστηρίων μεταληψόμεθα, εἰς τελειοτέραν καὶ μυστικωτέραν πολιτείαν καὶ ἀπόλαυσιν ἀναγόμενοι.
καὶ κοιμῶνται ἱκανοί. εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἃν
ἐκρινόμεθα· κρινόμενοι δὲ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα,
ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. ὥστε, ἀδελΦοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε·
εἰ δέ τις πεινᾶ, ἐν οἰκῶ ἐσθιέτω· ἵνα μὴ εἰς κρίμα συνέρχησθε.
τὰ δὲ λοιπὰ, ὡς ἂν ἔλθω, διατάξομαι.
ἔστι τὸ καταγινώσκειν ἑαυτῶν, οὐδὲ οὕτως ἀφειδῶς ἡμῖν ὁ Θεὸς κέχρηται· ἀλλ’ ὧδέ παιδεύει, ἵνα ἐκεῖ ἐλεήσῃ. παιδευόμεθα δὲ εἰπεν, οἷον νουθετούμεθα· οὐ γὰρ εἶπεν τιμωρούμεθα, ἀλλὰ παιδευόμεθα. ὡς νουθεσίας καὶ διορθώσεως γινομένης, εἰς τὸν πρότερον ἦλθε λόγον. ὅρα δὲ οὐκ εἶπεν τοῖς πένησι μεταδίδοτε, ἀλλὰ
τὸ σεμνότερον “ἀλλήλους ἐκδέχεσθε.” ὡς κοινῶν ὄντων τῶν ἐκεῖσε εἰσφερομένων ἐδεσμάτων, ὡς ὅγε τοῦτο, φησὶ, μὴ ποιῶν, ἀνάξιός ἐστι τῆς μυστικῆς μεταλήψεως.
οἴκους παραπέμπων· ἵνα μὴ, φησὶν, εἰς κόλασιν συνέρχησθε ἑαυτῶν, τὴν ἐκκλησίαν ὑβρίζοντες καὶ τοὺς πένητας περιορῶντες· διὰ γὰρ ἀγάπην συνέρχεσθε εἰς τὰ δεῖπνα. ταύτης δὲ, φησὶν, μὴ οὔσης, βέλτιον ὑμᾶς οἴκοι σιτίζεσθαι. τοῦτο δὲ Φησὶν ἐΦελκόμενος αὐτούς. ἣ περὶ τοῦ αὐτοῦ πράγματος τοῦτο φησίν· οἷον τὸ
κυριακὸν δεῖπνον, καὶ ἐν ἄλλοις κεφαλαίοις διορθώσεως δεομένου· οὐ πραγμάτων ἀλλὰ τῆς αὐτοῦ παρουσίας.
καθαρεύοντας ἁμαρτίας βούλεται κοινωνεῖν· πρῶτον μὲν ἁμαρτίας ἀδύνατον πάντη καθαρεύειν ἄνθρωπον ὄντα. δεύτερον δὲ, εἰ καὶ τοῦτο ἦν δυνατὸν, ἀλλ’ οὐχ ἡμᾶς γε τοῦτο περὶ ἑαυτῶν ὑπειληΦότας κοινωνεῖν δίκαιον ἦν. καὶ ποῦ στήσεται τὸ “ὁσάκις ἐὰν “ἐσθίητε;” συνέχειαν γὰρ δείκνυσι τῆς κοινωνίας τὸ εἰρημένον·
ᾧτ’ δὴ σύνδρομος καὶ ὁ ἐπὶ τῆς ἐκκλησίας θεσμὸς, πάντοτε ἐπιτελεῖσθαι βουλόμενος τὰ μυστήρια· τῶν οὖν μυστηρίων, τὸν μὲν τὰ μέγιστα καὶ ἄγαν ἀπηγορευμένα διαπραττόμενον, ἀπέχεσθαι ὅσιον· περὶ ὣν καὶ ὁ Ἀπόστολος ἀπεφήνατο σαφῶς, οὐκ ἐνεῖναι τῆς βασιλείας τυχεῖν τὸν διαπραττόμενον· τῷ γὰρ τοιούτῳ τότε καλὸν
μετέχει αὐτῶν, ἐπειδὰν τῶν ἁμαρτημάτων δέει a τῶν νενομοθετημένων ἀπόσχηται πρότερον. τῶν δέ γε λοιπῶν ὅσα συμβαίνειν ἀνθρώποις ἀνάγκη, πολλὰ μὲν καὶ ὑπὸ τῶν καθημερινῶν συμπτωμάτων, πλεῖστα δὲ καὶ ὑπὸ τῆς ἀσθενείας τῆς φύσεως, σπουδάζειν μὲν ὅση δύναμις ἀπέχεσθαι προσῆκεν. ἐπιμέλεια γὰρ ἀρετῆς
καὶ ἡ καθημερινὴ τοῦ βίου μελέτη ἐλαττοῦν τὰ b τοιαῦτα δύναται πάντως. περιπίπτοντα δὲ τοῖς τοιούτοις οὐκ ἀποστερεῖν τῶν μυστηρίων καλὸν ἑαυτοὺς, προσιέναι δὲ πλείονι τῷ φόβῳ, λογιζομένους μὲν αὐτῶν τὸ μέγεθος, ποιουμένους δὲ ἐπ’ ἐλπίσιν ἀγαθαῖς τὴν μετάληψιν· ὡς ἃν καὶ ἀφέσεως ἡμῖν ἐκεῖθεν προσγινομένης,
ὅτ’ ἃν ἀπεχώμεθά γε τῶν κατὰ δύναμιν καὶ τῶν λοιπῶν μὴ καταμελοῦντες φαινοίμεθα. καὶ μὴν καὶ πνευματικῆς συνεργείας πρὸς εὐμαρεστέραν τοῦ βίου κατόρθωσιν· πάντα γὰρ ὅσα διὰ τοῦ θανάτου προσγέγονεν ἐν ὑμῖν τοῦ Χριστοῦ, ταῦτα καὶ ἀπὸ τῶν συμβόλων ἐπιτελεῖσθαι τοῦ θανάτου δίκαιον. ὥστε ἐγὼ θαρρῶν
εἴποιμι ἃν, ὅτι κἂν τὰ μέγιστά τις ἡμαρτηκὼς τυγχάνει· δοκιμάσας δὲ πάσης ἀτόπου πράξεως ἀπέχεσθαι τοῦ λοιποῦ, καὶ βλέπειν εἰς ἀρετὴν ἀκολούθως τοῖς νόμοις πολιτευόμενος τοῦ Χριστοῦ, τὴν τῶν μυστηρίων ποιήσαιτο c πάνυ πεπιστευκὼς ἁπάντων λήψεσθαι τὴν συγχώρησιν, οὐδαμῶς ἀποτεύξεται τῶν πεπιστευμενων.
πάθη καὶ θάνατοι. πόθεν δέ ἐστι τὸ ἀναξίως προσέρχεσθαι; ἔκ τε τῶν ἄλλων ἁμαρτημάτων ὧν πράττετε, καὶ ἐκ τοῦ συνερχομένους ὑμᾶς εἰς τὸ κυριακὸν δεῖπνον ὑπερορᾶν τοὺς πτωχοὺς, δι᾿ οὓς ἐγεγόνει τὸ συνέρχεσθαι. διὰ γὰρ τοῦτο αὐτὸ τε τὸ κυριακὸν 1 ἰδιωτικὸν ποιοῦντες ἐξυβρίζετε, καὶ τὴν ἐκκλησίαν ἐν ᾗ ποιῆσαι τὸ κυριακὸν δεῖπνον συνέρχεσθε, ἀτιμάζετε· γαστριμαργίας ἑαυτοῖς τράπεζαν ἐν αὐτῇ, ἀλλ’ οὐ κυριακὸν δεῖπνον, παρατιθέμενοι· καὶ τοὺς πένητας δὲ καταισχύνετε· διὰ γοῦν ταῦτα, ἀναξίους ἑαυτοὺς τοῦ σώματος καὶ τοῦ αἵματος του Κυρίου παρασκευάζετε.
πεπτωκότες, νόσοις καὶ πάθεσι καὶ θανάτω ἐκδαπανηθήσεσθε· ἵνα μὴ ἃν μὴ τούτοις ἀποδῶτε τὴν ἔκτισιν, εἰς ἀπέραντον κόλασιν σὺν τοῖς ἀπίστοις ἐκδοθείητε.
Catena In Epistulam I Ad Corinthios (Typus Vaticanus) (e Cod. Paris. gr. 227). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.