ΚΕΦ. Ε.
σιν ἔχομεν· ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ· εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ
γνῶναι· εἰ ’δε τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται υπ αὐτοῦ.
ὠφελῆσαι δυνάμενοι, ἀμέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην· καὶ γὰρ εἰς εἰδωλεῖα εἰσήεσαν, καὶ τῶν αὐτόθι μετεῖχον τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον· οὔτε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον
τῶν δείπνων ἐκείνων· ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας· καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο· οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις νόμοις γνώμης ἥπτοντο τῶν προκειμένων· ἀλλ’ ὡς εἰδωλοθύτων· καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαβόντες τραπεζῶν.
γὰρ ἀνοίας μᾶλλον ἣ κακίας ἦν τὸ γιγνόμενον. δι’ ὃ καὶ παραινέσεως ἐν ἀρχῇ μᾶλλον ἐδεῖτο ἣ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς. σκοπεῖ τοίνυν αὐτοῦ τὴν σύνεσιν· πῶς εὐθέως ἄρχεται τῆς νουθεσίας· περὶ δὲ τῶν είδωλούθων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν πρῶτον μὲν οὖν κοινὸν αὐτὸ ποιεῖ· ἐπειδὴ ἐκεῖνοι, αὐτῶν αὐτὸ εἶναι
ἐνόμιζον μόνων· ἔπειτα ποιήσας κοινὰ, οὐ τίθησιν ἑαυτὸν ἐν τῇ κοινωνίᾳ μόνον· ἐπεὶ καὶ οὕτως ἃν μᾶλλον αὐτοὺς ἐπῆρεν. ὥσπερ γὰρ τὸ μόνον ἔχειν ἐπαίρει· οὕτω τὸ κοινωνὸν ἕνα που καὶ δεύτερον ἔχειν τῶν ὑπερεχόντων, οὐκ ἔλαττον τοῦτο ποιεῖ· διὰ τοῦτο οὐχ ἑαυτὸν τίθησιν, ἀλλὰ πάντας· οὐ γὰρ εἶπεν, ὅτι καὶ ἐγὼ γνῶσιν
ἔχω, ἀλλ’ “οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν.”
γνῶσιν ἔχομεν ὥστε ὃ οἴδατε, οἴδα ὃ ’δε πάσχετε, οὐ πάσχω.
“δοκεῖ εἶναι τί· οὐδέπω οὐδὲν ἔγνωκεν καθὼς δεῖ γνῶναι·” εἰρωνικῶς τοίνυν τέθεικεν τὸ “οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν·’ εἶτα ἐπάγει· “ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ·” κρείττων ἡ ἀγάπη τῆς γνώσεως· ἡ μὲν γὰρ ἐπαίρει πολλάκις τοὺς οὐ καλῶς αὐτῇ κεχρημένους· ἡ δὲ προμηθεῖται τῆς τοῦ πέλας εὐεργεσίας·
τοῦτο γὰρ λέγει, “οἰκοδομεῖ·” κατηγορεῖ δὲ αὐτῶν ὁ λόγος ὡς ἀγάπης ἐστηρημένων· εἰ γὰρ ταύτην ἐκέκτηντο, τῆς τῶν ασθενεστέρων ἂν ὠφελείας ἐπεμελήθησαν.
ὑμεῖς· ἐγὼ δὲ οἶδα· τί οὖν φυσιοῦσθε ὑπὲρ τῆς γνώσεως τῆς οὐ τοσοῦτον ἐχούσης, ὅσον ἡ ἐμὴ γνῶσις ; ἐπάγει γοῦν, “εἰ δέ τις “δοκεῖ εἰδέναι τι ἐν ὑμῖν, οὐδέπω ἔγνωκεν καθὼς δεῖ γνῶναι· αὐτίκα ὃ ἐγὼ ὄιδα, σὺ οὐδέπω οίδας· εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, “οὗτος ἔγνωσται ὑπ’ αὐτοῦ. ἡμεῖς μὲν ὅπερ ὡς ἄνθρωποι οἰηθῶμεν
εἰδέναι, οὐδέπω οὐδὲν οἴδαμεν. τί δέ ἐστι τὸ μακάριον ; τὸ ἀγαπᾶν τὸν Θεὸν, καὶ γινώσκεσθαι ὑπ’ αὐτοῦ· οὐκ ἐπειδὴ ἀγνοεῖ τοὺς μὴ ἀγαπῶντας, ἀλλ’ ὅτι οἰκειοῦται τοὺς ἀγαπῶντας. λαμβάνεται γὰρ τὸ τῆς γνώσεως καὶ ἐπὶ οἰκειώσεως· ὥσπερ τὸ τῆς ἀγνοίας καὶ ἐπὶ ἀλλοτριώσεως· οἷόν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου ῥηθὲν
τὸ ἀπέλθετε, οὐδέποτε ἔγνων ὑμᾶς. Θεοδωρίτου. Πόλλης ἡμῖν δεῖ γνώσεως, καὶ ταύτην λαβεῖν τελείαν κατὰ τὸν παρόντα βίον, τῶν ἀδυνάτων· ἀγαπήσωμεν τοίνυν τὸν Θεὸν, ἵνα τῆς παρ’ αὐτοῦ τύχωμεν προμηθείας. καὶ γὰρ τοῦτο μετὰ πολλῆς τέθεικεν ἀκριβείας· οὐ γὰρ εἶπεν ὁ ἀγαπῶν τὸν Θεὸν,
ἔγνων αὐτόν· ἀλλ’ “ἔχυνστατι ἔγνωσται ὑπ’ αὐτοῦ·” ἀντὶ τοῦ τῆς παρ’ αὐτοῦ κηδεμονίας τυγχάνει· οὕτω γὰρ καὶ ὁ μακάριος ἔφη Μωϋσῆς πρὸς αὐτὸν τὸν τῶν ὅλων Θεὸν, “σύ μοι εἴπας, εὗρες χάριν “παρ’ ἐμοὶ, καὶ οἶδά σε παρὰ πάντας·” οὐκοῦν τὸ “ἔγνωσται “ὑπ᾿ αὐτοῦ” τὴν πλείονα τοῦ Θεοῦ κηδεμονίαν δηλοῖ.
μὴ εἷς. καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ
κύριοι πολλοί· ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ
τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ.
αὐτῶν καὶ τοὺς δοκοῦντας φιλοσοφεῖν· ἐπειδήπερ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσιν. πρὸς μὲν ἐκείνους φησὶν, ὅτι “οὐδὲν εἴδωλον ἐν κόσμῳ·” πρὸς δὲ τούτους, ὅτι οὐδεὶς Θεὸς εἰ μὴ εἷς· ὁρᾷς πῶς οὐχ ἁπλῶς δογματίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυμένον λέγει τὶ, εἴτε πρός τινας ἱστάμενος· οὐδὲ γὰρ τὸ τυχὸν πρὸς τὴν τῶν λεγομένων κατανόησιν· “καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς,
“ὥσπερ οὖν εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί·” ἐπειδὴ εἶπεν οὐδὲν εἴδωλον καὶ οὐδεὶς Θεὸς ἕτερος. ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι θεοὶ, ὥσπερ οὖν καί εἰσιν. οὐχ ἁπλῶς εἰσὶν, ἀλλὰ “λεγόμενοι· οὐκ ἐν πράγματι, ἀλλ’ ἐν ῥήματι τοῦτο ἔχοντες· “εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς·” ἐν οὐρανῷ τὸν ἥλιον
λέγων καὶ τὴν σελήνην καὶ τῶν λοιπῶν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνές· ἐπὶ γῆς δὲ δαίμονας καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας.
“καὶ ἡμεῖς δι’ αὐτοῦ.” πρότερον θεὶς χωρὶς τοῦ πρός τι, καὶ εἰπὼν οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς, νῦν τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν· εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα θεότητος, καὶ τοῦτο ἐπάγει· “ἐξ οὗ τὰ πάντα.” τοῦτο γὰρ δεικνύει κἀκείνους οὐκ ὄντας θεούς. θέοι γὰρ φησιν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ εποίησαν,
ἀπολέσθωσαν· εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησιν. “καί ἡμεῖς εἰς αὐτόν. ὅτ’ ἂν μὲν γὰρ εἴπῃ ἐξ οὑ τὰ πάντα, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅτ’ ἂν δὲ εἴπῃ “καὶ ἡμεῖς εἰς αὐτὸν,” τὴν τῆς πίστεως καὶ τῆς οἰκειώσεως λέγει λόγον. ὃ καὶ ἔμπροσθεν ἔλεγεν,
“ἐξ αὐτοῦ δὲ ὑεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ.” διπλῶς γάρ ἐσμεν ἐξ αὐτοῦ· καὶ τὸ μὴ ὄντες, γενέσθαι, καὶ τὸ πιστοὶ γενέσθαι· καὶ γὰρ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησὶν, “ἵνα τοὺς δύο κτίσῃ “ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον.”
“δι’ αὐτοῦ.” καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁμοίως νοητέον· δι’ αὐτοῦ γὰρ, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἰναι παρήχθη τὸ τῶν ἀνθρώπων γένος, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. ὥστε τὸ “ἐξ οὗ” τοῦτο οὐκ ἔστι χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν· οὐ τοίνυν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα
διεῖλεν τῷ μὲν υἱῷ τὸ Κύριος· τῷ δὲ Πατέρι τὸ Θεὸς προσνέμων· οἶδεν γὰρ αὐτὸ καὶ ἐναλλάττειν ἡ γραφὴ πολλάκις· ὡς ὅτ’ ἃν λέγῃ “εἰπεν ὁ Κύριος τῷ Κυρίῳ μου.” καὶ πάλιν, “διὰ “τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου.” καὶ “ἐξ ὧν ὁ Χριστὸς, “τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεός·” καὶ πολλαχοῦ ἃν ἴδοις
ταῦτα τὰ ὀνόματα μεταβαίνοντα· εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὴ ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, “ἀλλ’ ἡμῖν εἷς Θεός·” περιττῶς προσετέθη τὸ “Πατὴρ,” βουλόμενος γνωρίσαι τὸν ἀγέννητον. ἤρκει γὰρ τὸ “Θεός·” εἴγε αὐτοῦ μόνου ἦν γνωριστικὸν τοῦτο δηλῶσαι. οὐ
τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερόν ἐστιν εἰπεῖν· εἰ γὰρ λέγεις, ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόσει τῷ Υἱῷ τὸ Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον· καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται. καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ Κύριος ἁρμόττειν φαμέν· ὥστε ἣν ἔχει ἰσχὺν τὸ εἷς ἐπὶ τοῦ Χριστοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατέρος.
καὶ καθάπερ οὐκ ἐξωθῇ τὸν Πατέρα τὸ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει Θεὸν, τοῦ εἶνια Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατήρ· διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα.
ἐκεῖνο ἃν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ· καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν. διὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, Κύριον τὸν Υἱὸν ἐκάλεσεν· εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησεν καλέσαι Κύριον, νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ’ ἐκείνους ὑποπτεύηται λέγειν Κυρίους· οὐδὲ τὸν Υἱὸν
Θεὸν μετὰ τοῦ Πατέρος, ἵνα μὴ δύο νομίζηται λέγειν Θέους, τί θαυμάζεις εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσεν ; πρὸς γὰρ ἐκείνους ἦν αὐτῷ τέως ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεία παρ’ ἡμῖν. διὰ τοῦτο τὸ εἷς συνεχῶς κατέχει λέγων, “ οὐδεὶς Θεὸς “ἕτερος, εἰ μὴ εἷς.” καὶ “ἡμῖν εἷς Θεὸς καὶ εἷς Κύριος.” ὅθεν
δηλονότι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῆ διασκευῇ· καὶ διὰ τοῦτο οὐδὲ τοῦ Πνεύματος ἐμνημόνευσεν. ἐπεὶ εἰ μὴ τοῦτό ἐστιν· οὐδὲ ἀλλαχοῦ μνησθῆναι ἔδει τοῦ Πνεύματος, οὐδὲ συντάττεσθαι αὐτὸ Πατέρι καὶ Υἱῷ. εἰ γὰρ ἀπέρριπται Πατέρος καὶ Υἱοῦ· πολλῷ μᾶλλον ἐπὶ τοῦ βαπτίσματος
αὐτὸ συντάττεσθαι οὐκ ἔδει, ἔνθα μάλιστα φαίνεται τὸ ἀξίωμα τῆς θεότητος, καὶ δωρεαὶ δέδονται Θεῷ προσήκουσαι μόνῳ παρέχειν. ’γὼ μὲν οὖν τὴν αἰτίαν εἶπον, δι’ ἣν ἐνταῦθα σεσίγηται· σὺ δὲ εἰ μὴ τοῦτό ἐστιν, εἰπὲ, διατί ἐν τῷ βαπτίσματι συντάττεται ; ἀλλ’ οὐκ ἃν ἔχοις ἑτέραν αἰτίαν εἰπεῖν, ἣ τὸ ὁμότιμον αὐτὸ εἶναι·
ὅτ’ ἂν οὖν μηδὲ μίαν ἔχῃ τοιαύτην ἀνάγκην, ὅρα πῶς αὐτὸ συντάττει οὕτω λέγων· “ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, “καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατέρος, καὶ ἡ κοινωνία τοῦ Ἁγίου “Πνεύματος εἴη μετὰ πάντων ὑμῶν·” καὶ πάλιν “διαιρέσεις δὲ “χαρισμάτων εἰσί· τὸ δὲ αὐτὸ Πνεῦμα. καὶ διαιρέσεις διακονιῶν
“εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, “ὁ δὲ αὐτὸς Θεός.” ἀλλ’ ἐπειδὴ πρὸς Ἓλληνας ὁ λόγος, καὶ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους, διὰ τοῦτο ταμιεύεται τέως. ὅπερ οὖν καἰ οἱ προφῆται ποιοῦσιν ἐπὶ τοῦ Υἱοῦ, οὐδαμοῦ σαφῶς αὐτοῦ μεμνημένοι, διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων.
“Ἱερουσαλήμ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστίν.” καὶ μυρία τοιαῦτα. ὁ τοίνυν οὕτως Θεὸς πάντως καὶ Κύριος. καὶ ὁ ὄντως Κύριος πάντως καὶ Θεός. ἀλλ’ ὥστε οὐδὲ ἔστιν ἄλλος Θεὸς Πατήρ· εἷς γὰρ Θεὸς Πατήρ· οὐδὲ ἄλλος Κύριος Ἰησοῦς Χριστός· “εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός·” τὸ δὲ “ἡμεῖς εἰς
“αὐτόν·” ὅτι τοῦ πρὸς αὐτὸν ἀπεστράφθαι ὀφείλομεν εἰς αὐτὸν ἀφορᾶν, αὐτὸν διηνεκῶς ἀνυμνεῖν· τὸ δὲ “καὶ ἡμεῖς δι’ αὐτοῦ· οὐ τὴν δημιουργίαν, ἀλλὰ τὴν σωτηρίαν αἰνίττεται· δι’ αὐτοῦ μὲν γὰρ τὰ πάντα. ἡμεῖς δὲ οἱ πεπιστευκότες, δι’ αὐτοῦ τῆς σωτηριας τετυχήκαμεν.
λέγοντας θεοὺς καὶ κυρίους, καὶ οὐκ εἰδότας τὸν ὄντα Θεόν. ἣ τοὺς ἐξ Ἑλλήνων ἀσθενεστέρους ἔτι· τοὺς οὐδέπω σαφῶς εἰδότας ὅτι οὐ χρὴ δεδοικέναι τὰ εἴδωλα· καὶ ὅτι “οὐδὲν εἴδωλον ἐν “κόσμῳ·” τοῦτο δὲ εἰπὼν, ἠρέμα παρεμυθήσατο καὶ ἐπῆρεν τούτους· οὐδὲ γὰρ πάντα καθάπτεσθαι ἔδει, καὶ μάλιστα μέλλοντα
αὐτῶν καθικνεῖσθαι σφοδρότερον· “τινὲς δὲ τῇ συνειδήσει τοῦ “εἰδώλου, ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν· καὶ ἡ συνείδησις “αὐτῶν ἀσθενὴς οὖσα μολύνεται·” ἔτι τρέμουσι τὰ εἴδωλα· μὴ γάρ μοι τὴν παροῦσαν εἴπῃς κατάστασιν, καὶ ὅτι ἐκ προγόνων τὴν εὐσέβειαν ἐδέξω· ἀλλὰ παράπεμψον τὴν διάνοιαν εἰς ἐκείνους
τοὺς χρόνους· καὶ ἐννόησον ἄρτι τοῦ κηρύγματος καθισταμένου, καὶ τῆς ἀσεβείας ἔτι κρατούσης, καὶ βωμῶν καιομένων· καὶ θυσιῶν καὶ σπονδῶν ἐπιτελουμένων· καὶ τῶν πλειόνων Ἑλλήνων τοὺς ἐκ προγόνων διαδεξαμένους τὴν ἀσέβειαν· καὶ πολλὰ παρὰ τῶν δαιμόνων παθόντας κακὰ, ἀθρόον μεταστάντας, πῶς εἰκὸς ἦν
διακεῖσθαι ; πῶς δεδοικέναι καὶ τρέμειν τὰς τῶν δαιμόνων ἐπιβου- λάς ; οὓς καὶ αἰνιττόμενος ἔλεγεν, “τινὲς δὲ τῇ συνειδήσει τοῦ “εἰδώλου, ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν.” τοῦτ’ ἔστιν μετὰ τῆς αὐτῆς διανοίας μεθ’ ἧς τὸ πρότερον· “καὶ ἡ συνείδησις αὐ- “τῶν ἀσθενὴς οὖσα μολύνεται·” οὐδέπω δυναμένη καταφρονῆσαι,
οὐδὲ καθάπαξ αὐτῶν καταγελάσαι, ἀλλ’ ἔτι διακρινομένη· ὥσπερ ἃν εἴ τις τοῦ νεκροῦ ἅπτεσθαι νομίζων μολύνειν ἑαυτὸν κατὰ Ιουδαϊκὴν συνήθειαν ἑτέρους ὁρῶν ἁπτομένους μετὰ καθαροῦ συνειδότος, μὴ ἁπτόμενος μετὰ τῆς αὐτῆς γνώμης μολύνοιτο· οὕτω κἀκεῖνοι τότε ἔπασχον· “τινὲς γάρ’ φησὶ, “τῇ συνειδήσει τοῦ
εἰδώλου ἕως ἄρτι οὐχ ἁπλῶς τὸ ἕως ἄρτι τέθεικεν, ἀλλ’ ἵνα δείξῃ ὅτι οὐδὲν ᾕρησαν μὴ συγκαταβαίνοντες. οὐδὲ γὰρ οὕτως αὐτοὺς ἐνάγειν ἐχρῆν, ἀλλ’ ἑτέρως πῶς λόγῳ πείθοντας καὶ διδα- σκαλία. Υ
βλέπετε δὲ μή πὼς ἢ ἐξουσία ὑμῶν αὕτη
πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν· ἐὰν γάρ τις ἴδη σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶς
ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς
τὸ τὰ εἰδωλόθυτα ἐσθίειν ; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῆ σῆ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανεν
δείκνυσιν ὅτι καὶ αὐτὸ τὸ φαγεῖν ὡς ἐπὶ καταφρονήσει τῶν εἰδώλων οὐδὲν ὂν γενναῖον· κἂν γὰρ, φησὶν, μὴ ἠδικεῖτο ὁ ἀσθενῶν ἀδελφός. οὐδὲ οὕτω τι τῶν ἐπαινουμένων ἐποίεις, ἢ τῶν εἰς τὴν βασιλείαν εἰσαγαγεῖν δυναμένων· τί γάρ ἐστι φαγεῖν, ἢ μὴ φαγεῖν ; “οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν·” τοῦτ’ ἔστιν
εὐδοκιμοῦμεν παρὰ τῷ Θεῷ ὡς ἀγαθόν τι ποιήσαντες καὶ μέγα· “οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα·” τοῦτ’ ἐστιν οὐκ ἔλαττόν τι ἔχομεν· “βρῶμα ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν “φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστεροῦμεν·” ἔδες πῶς αὐτὸ ἐξευτέλισεν, ὃ ἐδόκουν ποιεῖν ἀπὸ θείας γνώσεως.
“ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν ἐσθίειν;” ὑπέδειξεν δὲ τῆς βλάβης τὸ μέγεθος. “καὶ ἀπολεῖται ὁ ἀσθενῶν “ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει δι’ ὃν Χριστὸς ἀπέθανεν.”
ὃν Χριστὸς κατεδέξατο· σὺ δὲ παρὰ τοῦ Χριστοῦ τὴν γνῶσιν δεξάμενος ἀναιρεῖς τῷ δώρῳ τῶν ὑπ’ αὐτοῦ σεσωμένων ; πάλιν μέντοι κατ’ εἰρωνείαν τὸ “ἐπὶ τῇ σῇ γνώσει” τέθεικεν· οὐ γὰρ γνῶσιν αὐτῷ προσμαρτυρεῖ, ἀλλὰ μισαδελφίαν καὶ γαστριμαργιαν καὶ τὰ τοιαύτα.
ἁμαρτάνετε. δι’ ὅπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν
μου, οὐ μὴ φάγω κρέα εἰς αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.
καὶ ὁ ἀσθενῶν ἀδελφὸς εἰς τὸ τοῦ δεσπότου σῶμα τελεῖ. τοῦ γὰρ δεσποτικοῦ μεταλαγχάνει σώματος· οἰκειοῦται δὲ ἡ κεφαλὴ τοῦ μέλους τὴν ἀδικίαν. εἶτα ἀρχέτυπον ὠφελείας προτίθησιν ἑαυτὸν, καὶ διδάσκει πόσα ποιεῖν δυνάμενος, διὰ τὴν ἑτέρων οὐ πεποίηκεν ὠφέλειαν· “διὸ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, ἵνα μὴ
“τὸν ἀδελφόν μου σκαυδλίσω,” οὐ γὰρ μόνου εἰδωλοθύτου, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων κρεῶν, οὐδὲ νῦν μόνον, ἀλλὰ διηνεκῶς ἀποστῆναι ἃν ἑλοίμην, τῆς τῶν ἀδελφῶν εἵνεκα σωτηρίας.
παιδεύειν ὑμᾶς, φησὶν, οὐδὲ εἰδωλοθύτων τῶν καὶ ὅλως ἀπηγορευμένων φείδεσθαι, ὑπὲρ τοῦ μὴ σκανδαλίσαι ἀδελφόν· ἐγὼ δὲ τι λέγω εἰδωλοθύτων ; οὔτε ἄλλου ἃν ἁψαίμην κρέως, εἰ ἄρα ἐκ τούτου σκανδαλίζεται τις. ἡ δὲ παραίτησίς μοι ἔσται αἰώνια.
ἀλλ’ ἵνα πλεῖον οἰκοδομεῖσθε, ὁρῶντές με ἀδάπανον ὄντα ὑμῖν· ὥστε, φησὶν, καὶ νόμου θείου ἐπιτρέποντός μοι λαμβάνειν, διὰ τὴν ὑμῶν οἰκοδομὴν οὐδὲν εἱλόμην παρ’ ὑμῶν λαβεῖν, ἀλλὰ ταῖς χερσί μου ἐκοπίων ἐργαζόμενος καὶ ἀποτρεφόμενος. ἴδου τέως ἀπέδειξεν ἀληθεύων. λοιπὸν δὲ καὶ ἄλλο κατασκευάζει· εἰ
ἐγώ, φησιν, οὕτως, ὑμεῖς οὐδὲ εἰδωλοθύτων ἀπέχεσθε πρὸς τὸ μὴ τοὺς ἀσθενεῖς τῶν ἀδελφῶν σκανδαλίζειν, μᾶλλον δὲ ἀπολύειν. πολλῶν δὲ στιχῶν περιεκτική ἐστιν ἡ ἔννοια τῆς παραγραφῆς ταύτης u.
Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα ; οὐ τὸ
ἔργον μου ὑμεῖς ἐστε ἐν Κυρίῳ ; εἰ ἄλλοις οὐκ εἰμὶ Ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί· ἡ γὰρ σφραγὶς τῆς
ἐμῆς ἀποστολῆς ὑμεῖς ἐστὲ ἐν Κυρίῳ· ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη ἐστίν.
στῆν, ὡς τῆς τοῦ Κυρίου θέας ἠξιωμένοι, ἀναγκαίως καὶ τοῦτο προστέθεικεν· “οὐχὶ Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν ἑώρακα;” εἶτα καὶ αὐτοὺς εἰς μαρτυρίαν καλεῖ· “οὐ τὸ ἔργον μου ὑμεῖς “ἐστὲ ἐν Κυρίῳ;” καὶ τὸ αὐτὸ πλατύτερον λέγει· “εἰ ἄλλοις “οὐκ εἰμὶ Ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμί.” συντόμως μὲν αὐτὸ
τέθεικεν, πολλὰ δὲ κατὰ ταὐτὸν εἴρηκεν· καὶ τοῖς ὑπὲρ τὴν διδασκαλίαν πόνοις, καὶ τοὺς ὑπὲρ ταύτης ἀγῶνας, καὶ τὰ παντο- 1 δαπὰ παθήματα, καὶ τὰς θαυματουργίας τῆς χάριτος, ὧν ἦσαν μάρτυρες ἀληθεῖς οἱ Κορίνθιοι, αὐτόπται τούτων γεγενημένοι. οὗ δὴ χάριν ἔφη, “εἰ ἄλλοις οὐκ εἰμὶ Ἀπόστολος, ἀλλά γε ὑμῖν “ εἰμί. εἰ γὰρ καὶ μηδένα ἕτερον ἔχω μάρτυρα, ἡ ὑμετέρα μοι ἀπόχρη μαρτυρία. “ἡ γὰρ σφραγὶς τῆς ἐμῆς ἀποστολῆς ὑμεῖς
“ ἐστε.” ἀπόδειξιν γὰρ τῶν ἀποστολικῶν κατορθωμάτων, τὴν ὑμετέραν ἔχω μεταβολήν· σφραγῖδα γὰρ ἀπόδειξιν καὶ τὴν βεβαίωσιν καλεῖ· οὕτω καὶ ὁ θεσπέσιος Ἰωάννης ἔφη· “ὁ λαβὼν αὐτοῦ “ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεός ἀληθής ἐστιν.” τοῦτ’ ἐστιν ἐβεβαίωσεν. “ ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν ἔστιν
“ αὕτη.’ εἴ τις τοὺς ἐμοὺς ἀνακρῖναι βούλεται πόνους, ὑμᾶς εἰς μαρτυρίαν καλῶ. ἀρκεῖ γάρ μοι τὸ ὑμέτερον ἔργον εἰς μαρτυρίαν τῶν πόνων.
οὐκ ἐξῆν μοι, οἱ ἄλλοι Ἀπόστολοι οὐ τρέφονται ἐκ τοῦ Εὐαγγε- λίου ; ναί φησίν. τι οὖν ; “ ἐγὼ οὐκ εἰμὶ Ἀπόστολος;” τοῦτ’ ἔ ’στιν ὡς ἐκεῖνοι· “οὐκ εἰμὶ ἐλεύθερος ;“τοῦτ’ ἔστιν μὴ ὑπὸ τινά εἰμι τὸν κωλύοντά με λαβεῖν ; εἶτα ἵνα μὴ λέγωσιν ὅτι οἱ ἄλλοι Ἀπόστολοι πλέον ἔχουσιν τῷ τὸν χριστὸν ἑωρακέναι καὶ συναναστραφῆναι
αὐτῷ, ἐπάγει· “οὐχὶ Ἰησοῦν χριστὸν τὸν Κύριον ἡμῶν “ἑώρακα;” ὥστε μή τε ἐν τούτῳ ἔλαττον ἔχειν τῶν Ἀποστόλων τῶν λοιπῶν· “ἔσχατον γάρ’ φησὶν, πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθηκέ μοι.
μέχρι τοῦ Ἰλλυρικοῦ καὶ κύκλῳ πεπλήρωκα τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ· ἀλλὰ τέως οὐ λέγω· μὴ κἂν ὑμῶν οὐ γέγονα Ἀπόστολος; εἰ γὰρ ἄλλων οὐκ εἰμί· ὑμῶν τέως εἰμί· ἀλλ’ ὅμως οὐδὲν παρ’ ὑμῶν εἴληφα· εἰς τοῦτο γὰρ ὁρᾷ τὸ ἀποτέλεσμα αὐτῷ· ὅθεν, φησὶν, “ἡ σφραγὶς τῆς ἐμῆς Ἀποστολῆς ὑμεῖς ἐστε·” τοῦτ’
ἐστιν, εἰ βούλεταί τις μαθεῖν εἰ εἰμὶ Ἀπόστολος, ὑμᾶς εἰς ἀπόδειξιν προβάλλομαι· πάντα γὰρ τοῦ Ἀποστόλου ἐν ὑμῖν ἐπεδειξάμην· καὶ σημεῖα ποιήσας, καὶ διδάξας τὴν πίστιν, καὶ κινδύνους ὑπομείνας, καὶ βίον ἀνεπίληπτον ἐπιδείξας· ταῦτα γὰρ καὶ τὰ τοιαῦτα σφραφίζει καὶ ἐκτυποῖ τὸν Ἀπόστολον καὶ ἀποδείκνυσιν.
γάρ ἐστιν ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν. αὕτη ἐστὶν ἡ εἰς ὑμᾶς Ἀποστολή.
ὑμᾶς ἐπιστρέψας ὑμᾶς; ὅπερ ἐν Κυρίῳ διὰ Χριστὸν πέπραχα.
Μῆ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν ; μὴ οὐκ
ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ Ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ
Κηφᾶς ; ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν εξουσίαν
τοῦ μὴ ἐργάζεσθαι ; τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ ; τίς φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει ; ἢ τίς ποιμαίνει ποίμνην, καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει ;
συγκεχωρημένων ἀπεχόμενος, οὐκ ἃν εἴην δικαίως ὑποπτεύεσθαι, ὡς ἀπατεὼν, ἣ ὡς ἐπὶ χρήμασι τι ποιῶν ; τά τε οὖν ἔμπροσθεν εἰρημένα καὶ ἡ ἡμετέρα διδασκαλία, καὶ ταῦτα ἃ εἶπον, ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν.
βούλεται δὲ διδάξαι ὅτι δυνάμενος κατὰ τὸν δεσποτικὸν νόμον παρὰ τῶν μαθητῶν κομίζεσθαι τὴν ἀναγκαίαν τροφὴν διὰ τὴν τῶν μαθητῶν ὠφέλειαν· τὸ δὲ “ἀδελφὴν γυναῖκα περιάγειν” τινὲς οὕτως ἡρμήνευσαν, ὅτι καθάπερ τῷ Κυρίῳ εἵποντο γυναῖκες πισταὶ τὴν ἀναγκαίαν τοῖς μαθηταῖς Χωρηγοῦσαι τροφὴν, οὕτω καί τισι
τῶν Ἀποστόλων ἠκολούθουν τινὲς, θερμοτέραν ἐπιδεικνύμεναι πίστιν, καὶ τῆς τούτων διδασκαλίας ἐξηρτημέναι, καὶ τῷ θείῳ συνεργουσαι κηρύγματι.
προβάτων, τὸ “τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς “ ποίμνης οὐκ ἐσθίει;” καὶ ὡς μὲν στρατιώτης διδάσκει καὶ ἡμᾶς στρατεύεσθαι λέγων, “οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ “βίου πραγματίαις· ἵνα τῷ στρατολογήσαντι ἀρέσκῃ.” ὡς δὲ γεωργὸς διδάσκει καὶ ἡμᾶς γεωργεῖν· “ ἐγὼ ἐφύτευσα, Ἀπολλῶς
“ἐπότισεν, ἀλλ’ ὁ Θεὸς ηὔξανεν.” περὶ δὲ ποιμένων οἱ προφῆται ἡμᾶς ἐδίδαξαν, τῶν ἀγαθῶν τοὺς μισθοὺς διηγούμενοι, καὶ τῶν ἄλλως ποιμαινόντων τὰς κολάσεις ἀπαγγέλλοντες.
ἔχει· ἀλλ’ ἔχεται τοῦ λόγου. περὶ εἰδωλοθύτων προκεῖται αὐτῷ διδάσκειν, ἵνα κἂν γνῶσιν τίς ἐπαγγελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως· αἴτιος δὲ ἑτέροις βλάβης γίνεται, ὀφείλει πεφροντικέναι τοῦ πέλας, ἵνα μὴ τῇ προφάσει αὐτοῦ ἄλλοι ἀπολλύονται· εἰς τοῦτο παραλαμβάνει τὰ
παραδείγματα καὶ λέγει· οὐ πάντως ἔαν τινος ἐξουσίαν ἔχωμεν, ὀφείλομεν καταχρᾶσθαι τῇ ἐξουσίᾳ. εἴτε γὰρ στρατιώτης ἐστὶν, οὐ στρατεύεται, ὥστε μηδὲν τοῖς ὀψωνίοις περιποιεῖν ἑαυτῷ· εἴτε γεωργὸς, οὐκ ἀρκεῖται τῷ μισθῷ, ἀλλ’ ἐσθίει ἀπὸ τῆς σταφυλῆς· εἴτε ποιμὴν, πρὸς τῷ μισθῷ μεταλαμβάνει τοῦ γάλακτος· οὕτως
κἀγὼ ὀφείλω πρὸς ταῖς ἀποκειμέναις μοὶ ἐπαγγελίαις ἐκ τοῦ καλῶς ἐστρατεύεσθαι ἢ γεωργεῖν ἢ ποιμαίνειν, μεταλαμβάνειν ἐν τῷ κόσμῳ τούτῳ τῶν πρὸς τὰς χρείας ἀπὸ τῶν ὑπ’ ἐμοὶ στρατιωτῶν, τῶν γεωργουμένων, τῶν ποιμαινομένων· ἀλλ’ ὅμως εἰ καὶ ἐξουσίαν ἔχω τῶν πρὸς τὰς χρείας σκοπῶν τὸ τῆς οἰκοδομῆς τῶν ἀνθρώπων, οὐ καταχρῶμαι τῇ ἐξουσίᾳ· εὐλαβούμενος ἐκκοπήν τινα δοῦναι τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. ἣ καὶ δίδωμι πρόφασιν τοῖς περιπατοῦσι ἀτάκτως καὶ μηδὲν ἐργαζομένοις. ὥσπερ οὑν ἐγὼ οὐ χρῶμαι τῇ ἐξουσίᾳ ἦ ἔλαβον ἀπὸ τοῦ λόγου, τὸν αὐτὸν
τρόπον καὶ ὑμεῖς οἱ φάσκοντες εἶναι σοφοὶ, ὀφείλετε μὴ χρᾶσθαι τῇ ἐξουσίᾳ, ἀλλὰ προνοεῖσθαι τῆς τῶν πέλας οἰκοδομῆς. εἰ δὲ ἀμάρτυρός τισιν ὁ λόγος εἶναι νομίζεται, καὶ κατὰ λογισμὸν ἀνθρώπινον λέγεσθαι, ἀκουέτω τοῦ νόμου λέγοντος “οὐ φιμώσεις βοῦν “ἀλοῶντα,” καὶ τὰ ἑξῆς.
ὡς αὐτοὺς λοιπὸν ὄντας περὶ τοῦτο ἀμερίμνους, μόνῳ τῷ κηρύγματι ἀπησχολῆσθαι· ὅρα δὲ ὅτι τὸν κορυφαῖον ἔσχατον τέθεικεν· τοῦτο αἰνιττόμενος· καὶ τί, φησὶν, τοὺς ἄλλους μὴ λέγειν· αὐτὸς ὁ Πέτρος οὐ τοῦτο ποιεῖ;
εἶναι αὐτοῦ ἀδελφούς ἐπειδὴ γὰρ οὕτος ὁ χρηματίζων καὶ αὐτὸς κατὰ τὴν κοινὴν δόξαν εἶπεν αὐτούς· τοὺς δὲ υἱοὺς Ἰωσὴφ λέγει, οἳ ἀδελφοὶ τοῦ Κυρίου ἐχρημάτισαν, διὰ τὴν πρὸς τὴν θεοτόκον μνηστείαν τοῦ Ἰωσήφ· λέγει δὲ Ἰάκωβον ἐπίσκοπον Ἰεροσολύμων καὶ Ἰωσὴφ ὁμώνυμον τῷ πατέρι, καὶ Σίμωνα καὶ Ἰούδα.
κινδύνους καὶ τὸν πόλεμον τῶν νοητῶν ἐχθρῶν. ταῦτα πάντα τὰ παραδείγματα δείκνυσι χρῆναι τὸν διδάσκαλον ἐκ τῶν μαθητευο- μένων ἐσθίειν ὡσπερ ’τον στρατιώτην ἐκ τῆς στρατίας, καὶ ’τον φιτεύσαντα ἀμπελῶνα ἐκ τοῦ καρποῦ τοῦ ἀμπελῶνος· καὶ τὸν ποιμαίνοντα ποίμνην ἐκ τοῦ γάλακτος τῆς ποίμνης· ἀλλ’ ὅμως, φησὶν, καὶ τοῦ δικαίου τοῦτο βουλομένου, καὶ τοῦ Χριστοῦ κεφησὶν, ἐγὼ ἀδαπάνως ὑμῖν ἐκήρυξα, ἵνα μή τινας σκανδαλίσω· ἐγὼ τοιγαροῦν καὶ τῶν ἐπιτετραμμένων ἀπεσχόμην διὰ τὴν ὑμετέραν οἰκοδομίαν· ὑμεῖς δὲ οὐδὲ εἰδωλοθύτων ἀπέχεσθε, διὰ
τὸ μὴ βλάπτειν τοὺς ἀδελφούς· οὗτος γὰρ ὁ σκοπός ἐστιν αὐτῷ εἰς ὀλὸν τοῦτο τὸ χώριον.
τῇ ἐξουσίᾳ, ἵνα μᾶλλον ὑμᾶς ὠφελήσωμεν, ἀδάπανον κηρύσσοντες τὸ Εὐαγγέλιον· εἰ δὲ τοῦτο, δῆλον ὅτι εἰ καὶ συνῄδειν σκανδαλιζομένους ὑμᾶς ἕνεκεν κρεοφαγίας, καίτοι ἀκόλουθον ὃν, οὐκ ἃν ἔφαγον εἰς τὸν αἰῶνα, ἵνα μὴ σκανδάλου πρόξενος γενοίμην τῷ ἀδελφῷ. εἰ δὲ τοῦτο, πόσῳ μᾶλλον δεῖ φυλάττεσθαι ὑμᾶς ἐκ
τῶν εἰδωλοθύτων, δι’ ὣν οὐ μόνον οἱ ἀδελφοὶ σκανδαλίζονται, ἀλλὰ καὶ τὰς συνειδήσεις μολύνουσιν· τὸ δὲ “ἢ μόνος ἐγὼ καὶ Βαρ- “νάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι ;“οἰκειότερόν ἐστι τῆς λέξεως οὕτως ἐκλαβεῖν· οἱ μὲν οὖν ἄλλοι Ἀπόστολοι, φησὶν, ἐξουσίαν ἔχουσι μὴ ἐργάζεσθαι, μὴ δὲ κοπιᾶν ταῖς χερσὶν,
ἀλλ’ ἐκ τῶν διακονούντων αὐτοῖς διατρέφεσθαι· ἐγὼ δὲ καὶ Βαρνάβας, ὡς φαίνεται, φησὶν, οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι, ἀλλ’ ἀνάγκη ταῖς χερσὶ κοπιῶντας, οὕτως αὐτοῖς τὰ πρὸς τὴν ἀναγκαίαν χρειαν ἐπαρκεῖν·
ταῦτα λέγει ; ἐν γὰρ τῷ Μώσεως νόμῳ γέγραπται, Οὐ φιμώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ
Θεῷ ; ἢ δι’ ἡμᾶς πάντως λέγει ; δι’ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ἐπ’ ἐλπίδι ὀφείλει ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ ἐλπίδι.
δηλονότι σπερμάτων, περὶ ὧν γέγραπται· “ἐξῆλθεν ὁ σπείρων “τοῦ σπεῖραι.” καὶ μετὰ τοῦ σπεῖραι τὰ νεωθέντα, ἐπιτηρῶ φησὶν τὰ σπέρματα, μήποτε ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἄρῃ τὸν σπόρον· καὶ ὅτ’ ἃν καρποφορήσῃ καὶ ποιήσῃ καρποὺς δικαιοσύνης, καὶ ὅτε λευκή ἐστιν ἤδη πρὸς θερισμὸν, ἔξεστί μοι
λοιπὸν λαβεῖν. οὐ γὰρ σκανδαλισθήσεται ἐπὰν μνησθῇ ὅσα κέκμηκα, ἵνα αὐτοῦ τὴν ψυχὴν ἀροτριάσω, ἵνα σπείρω πῶς ἐπέμεινα μέχρις οὓ ἔλθῃ ὁ σπόρος αὐτοῦ τελειωθεὶς ἐπὶ τὴν ἅλω· καὶ διὰ τοῦτο λαμβάνειν μοι ἔξεστιν ἀπ’ αὐτοῦ τροφάς· ἀλλ’ οὐ πάντως κέχρημαι τῇ ἐξουσίᾳ· ἀλλ’ ἐπ’ ἐλπίδι τοῦτο ποιῶ, παραστῆσαι
τὸ γέννημα τῷ οἰκοδεσπότῃ· γεωργὸς γὰρ εἰμί· οὐχ ἵνα τὰ ὀφειλόμενα ἀποδοθῆναι τῷ Θεῷ, εἰς τὰς ἐμὰς λάβω ἀποθήκας· εἶτα τί περὶ τοῦ αὐτοῦ ὁ Ἀπόστολος διδάσκων φησὶν, “εἰ ἡμεῖς “ὑμὶν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα,” καὶ τὰ ἑξῆς.
μέλει γὰρ αὐτῷ· ἀλλὰ δι’ ἡμᾶς μέλει· δι’ ἡμᾶς γὰρ κἀκείνους ἐδημιούργησεν· διὸ καὶ ὁ μακάριος ἔφη Δαβίδ, “τῷ ἐξαντέλ- “λοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.” φησὶν οὖν τὰ πολλῷ μείζονα δεδωκότες, ἁμαρτάνωμεν εἰ τὰ πολλῷ ἐλάττονα λάβοιμεν.
ἣ ἐξ ἀνθρωπίνων παραδειγμάτων τοῦτο ἔχω συστῆναι τῷ λόγῳ ; οὐχὶ καὶ ὁ νόμος ταῦτα λέγει; Τοῦ Αὐτοῦ. τίνος ἕνεκεν ἐμνήσθη τῶν βοῶν; τὸ τῶν ἱερέων 3 ὑπόδειγμα ἔχων· ἐκ πολλῆς τῆς περιουσίας αὐτὸ κατασκευάσαι βουλόμενος· εἶτα ἵνα μή τις εἴπῃ καὶ “τί πρὸς ἡμᾶς τὸ τῶν “βοῶν;” ἐπάγει· “μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; οὐ μέλει οὖν τῶν βοῶν, εἰπέ μοι τῷ Θεῷ; μέλει μὲν, οὐχ οὕτως δὲ ὡς καὶ νόμον ὑπὲρ τούτου θεῖναι· εἰ μὴ ὅτι μέγα τι ᾐνίττετο, γυμνάζων
τοῖς ἀλόγοις τοὺς Ἰουδαίους εἰς τὸ εἶναι φιλανθρώπους· ἀπὸ τούτων καὶ περὶ τῶν διδασκάλων αὐτοῖς διαλεγόμενος. ἐντεῦθεν καὶ ἕτερόν τι δείκνυσιν· πολὺν τὸν πόνον τῶν διδασκάλων αὐτοῖς καὶ ὄντα καὶ εἶναι ὀφείλοντα· καὶ ἕτερον δὴ πάλιν· ποῖον δὴ τοῦτο; ὅτι ὅσα περ ἃν ὑπὸ τῆς παλαιᾶς λέγηται· προηγουμένως εἰς τὴν
τῶν ἀνθρώπων συντελεῖ διδασκαλίαν· παχυτέροις γὰρ οὖσιν ἐντεῦθεν διελέγετο, κατὰ μικρὸν ἀναβιβάζων αὐτούς.
γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ’ “ἐλπίδι.” τῆς γὰρ διακονίας οἱ Ἀπόστολοι τῆς ἐπὶ τῇ διατροφῇ ἐλπίδα εἶχον παρὰ τῶν μαθητευομένων τυγχάνειν, καὶ ἐτύγχανον. οὐ μέντοι γε τοῦτο ἦν αὐτοῖς ἡ τελεία ἐλπίς· ἀλλὰ ταύτης ἀπολάβοντες τῆς ἐλπίδος, ἔτι τὰ μείζονα ἐκαραδόκουν καὶ ἤλπιζον·
τοῦτο δὲ, φησὶν, ὅτι οὐδὲν ἐνέκοπτεν εἰς τὴν τῶν μελλόντων ἐλπίδα καὶ ἀπόλαυσιν δεικνὺς, ἡ τῆς παρὰ τῶν μαθητευομένων ἐπὶ τῇ τροφῇ ὑπηρεσίας ἀπόλαυσις· ἐντεῦθεν δηλῶν ὡς καίτοι μηδὲν ἐμποδῶν ὄντος πρὸς τὴν ἐκεῖθεν ἀπόλαυσιν τοῦ τρέφεσθαι παρὰ τῶν μαθητῶν, ὅμως οὐχ εἱλόμην. πλείοσι δὲ αὐτὸ ἐπιχειρήμασιν ἀκώλυτον
ὃν κατασκευάζει· διά τε τὸ εἰρημένον, καὶ ἵνα μὴ ἀπεχόμενος αὐτὸς τοὺς ἄλλους δόξῃ χρωμένους ἐν διαβολῇ τινι καθιστᾶν.
ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; εἰ ἄλλοι τῆς ἐξουσίας
ὑμῶν μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς ; ἀλλ’ οὐκ ἐχρησάμεθα τῆ ἐξουσίᾳ ταύτῃ· ἀλλὰ πάντα στέρομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Ἰωαννου. Εἶτα καὶ ἄλλο λέγει, δεικνὺς δεῖν τὸν διδάσκαλον τρέφεσθαι· οὐ γὰρ ὅμοια, φησὶν, ὡν λαμβάνετε παρέχετε· εἰ γὰρ ἡμεῖς πνευματικὰ εἰς ὑμᾶς ἐσπείραμεν, τοῦτ’ ἐστι παρέχομεν· μέγα ἐστὶν ἐὰν σαρκικὰ λάβομεν ; πνευματικὰ, τὴν πίστιν λέγων· σαρκικὰ, τὴν τροφήν.
εἰ γὰρ καὶ ἦν μοι, φησὶν, ἐξουσία τοῦ λαμβάνειν παρ ὑμῶν, ὡς ἀποδέδεικται, ἔκ τε τοῦ ταῦτα ποιεῖν τοὺς λοιποὺς Ἀποστόλους, καὶ ἐκ τῶν παραδειγμάτων ὧν παρεθέμην, καὶ ἐκ τοῦ νόμου Μώσεως, ὅμως οὐδὲν εἴληφα, δεδοικὼς μὴ τοῦτο τινὰς ἐγκόψῃ πρὸς τὴν πίστιν· εἰ οὖν ἐγὼ, φησὶν, τοῦτο γὰρ βούλεται τὸ νόημα,
καὶ τῶν ἐπιτετραμμένων ἀπέχομαι, διὰ τὸ μὴ σκανδαλίσαι τινὰς, ὑμεῖς οὐδὲ τῶν εἰδωλοθύτων ἀπέχεσθε, καὶ ἄλλως ἀπηγορευμένων, ὑπὲρ τοῦ μὴ σκανδαλίζειν τοὺς ἀσθενεστέρους τῶν ἀδελφῶν ; “ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ τοῦτ’ ἔστιν, οὐδὲν παρά τινος ἔλαβον· ἵνα γὰρ μή τις εἴπῃ, ὅτι οὐκ ἔχρηζεν, διὰ
τοῦτο οὐκ ἔλαβεν, ἐπάγει· “ ἀλλὰ πάντα στέγομεν·” οἷον καὶ πείναν καὶ δίψαν καὶ γυμνότητα, ἵνα μόνον μή τις ἐγκοπὴ γένηται· τοῦτ’ ἐστιν ἡ τυχοῦσα ἀναβολὴ πρὸς τὸ Εὐαγγέλιον καὶ τὸ κήρυγμα·
μᾶλλον ἡμεῖς; τοὺς κακῶς αὐτῶν ἡγουμένους διὰ τούτων ἠνίξατο· πρὸς οὓς ὕστερον ἀποδύεται· “ἀλλ᾿ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ “ ταύτῃ· ἀλλὰ πάντα στέγομεν.” τοῦτ’ ἐστιν φέρομεν, ὑπομένομεν, καρτεροῦμεν· διατὶ ; “ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγ- “ γελίῳ τοῦ Χριστοῦ.” οὐκ ἐᾷ γὰρ, φησὶν, τοῦτο τρέχειν τὸ
Εὐαγγέλιον· κωλύει τὸν δρόμον· εἶτα ἐπειδὴ βοῶν ἐμνημόνευσεν, καὶ τὸν νόμον ἡρμήνευσεν· εἰκὸς δὲ ἦν ἀντιλέγειν τινὰς ὡς οὐκ εἰς δέον τῆς ἑρμηνείας γεγενημένης, δείκνυσι σαφέστερον τὸν νόμον μαρτυροῦντα τῷ λόγῳ.
συμμερίζονται ; οὕτω καὶ ὁ Κύριος διέταξεν τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου
ζῆν. ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων.
συνῳδὰ καὶ τὸν δεσπότην προστεταχότα· “οὕτως καὶ ὁ Κύριος “διέταξεν τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ Εὐαγγελίου “ζῇν·” αὐτοῦ γάρ ἐστιν φωνὴ, “ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς “αὐτοῦ ἐστιν.” καὶ οὐκ εἶπεν ἐκ τοῦ Εὐαγγελίου πλουτεῖν, ἀλλὰ ζῆν· τὴν γὰρ ἀναγκαίαν μόνην τροφὴν λαμβάνειν ἐκέλευσεν.
“ ἐγὼ δὲ οὐδενὶ ἐχρησάμην τούτων.” τοῦτ’ ἐστιν παρ’ ὑμῶν κηρύττων· τοῦτο γὰρ καὶ ἐν τῇ δευτέρᾳ διδάσκει ἐπιστολῇ· “τί “ γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας ; εἰ μὴ ὅτι “ αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν·” ὅτι γὰρ παρ’ ἑτέρων ἐλάμβανεν, οὓς ὠφελεῖν διὰ τοῦ λαμβάνειν ἐνόμιζεν, διδάσκει διὰ
τῶν ἑξῆς· “ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν “ὑμῶν οἰκονομίαν.” οὕτω καὶ Φιλιππησίους ἐπαινεῖ πολλάκις αὐτὸν ἐπιμελῶς τεθεραπευκότας· διὰ τοῦτο καὶ Ὀνησιφόρῳ ἐπεύχεται τὰ ἀγαθά· Κορινθίων δὲ τὴν ἀσθένειαν ἐπιστάμενος, ἐργαζόμενος διετέλει πη αὐτῶν, οὐδὲν κομιζόμενος· ἵνα δὲ μή τις
ἐκείνων ὑπολάβῃ ταῦτα αὐτὸν εἰρηκέναι, ὡς λαβεῖν ἐφιέμενον, εἰκότως προστέθεικεν· “ οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτως γένηται ἐν ἐμοὶ, καὶ τὰ ἑξῆς.
ἀρχιερέων· ἑκάτερα γὰρ ταῦτα ἐδήλωσεν καὶ τὰ καταδεέστερα καὶ τὰ ὑπερέχοντα· τὰ μὲν διὰ τοῦ λέγειν, “οἱ τὰ ἱερὰ ἐργαζόμενοι· τὰ δὲ διὰ τοῦ εἰπεῖν, οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες· οὐδὲ γὰρ πᾶσιν ἓν ἔργον ἐπιτεταγμένον ἦν· ἀλλ’ οἱ μὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψηλότερα ἦσαν ἐγκεχειρισμένοι.
τὸ συμμερίζον· τὰ μὲν γὰρ καὶ ὁλόκαυτα ἐγίνετο, καὶ ἦν μόνου τοῦ θυσιαστηρίου· καὶ ἐκ τῶν θυομένων δὲ τὸ μὲν αἷμα προσεχεῖτο τῷ θυσιαστηρίῳ, καὶ τὸ στέαρ ἐθυμιᾶτο· τῶν δὲ κρεῶν ἀφαίρεμά τι ἐλάμβανεν ὁ ἱερεύς· οἷον τὸν δεξιὸν βραχίονα καὶ τὸ στηθύνιον καὶ τὸ ἔνυστρον·
καύχημα· ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ ’δε μοι ἐστὶν, ἐὰν μὴ εὐαγγελίζωμαι. εἰ γὰρ ἑκὼν τοῦτο πράσσω,
μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι· τίς
οὖν μοι ἐστὶν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, εἰς τὸ μὴ καταχρήσασθαι τῆ ἐξουσίᾳ μοῦ ἐν τῷ εὐαγγελίῳ.
ὡς βουλόμενον τοῦ λοιποῦ λαμβάνειν, διορθοῦται αὐτό· ἵνα οὕτως, φησὶν, γένηται ἐν ἐμοί· τοῦτ’ ἐστιν ὡς τὰ παραδείγματα βούλεται· ὡς αἱ τοῦ Κυρίου διατάξεις· οἷον ἵνα λαμβάνω· ὅρα μετὰ πόσης τὸ λαβεῖν διακρούεται σφοδρότητος· “καλόν “μοι,” φησὶν, “μᾶλλον ἀποθανεῖν” οἷον λιμῷ, ἢ ἵνα κενωθῇ καὶ
μάταιον μου τὸ ὕπερ τούτου γένηται καύχημα· ἴνα γὰρ μή τις λέγῃ ὅτι εἰ καὶ μὴ λαμβάνει, ἀθυμεῖ μέντοι καὶ ἀδημονεῖ, ἐφ’ οἷς οὐ λαμβάνει, καύχημα τὸ πρᾶγμα καλεῖ· δεικνὺς τὴν ὑπὲρ τοῦ γενομένου χαρὰν καὶ προθυμίαν· “ἐὰν γὰρ εὐαγγελίζωμαι,” φησὶν, “οὐκ ἔστι μοι καύχημα.” τι οὖν ἐστί σοι καύχημα, εἶτοι
τις αὐτῷ ; ἐπάγει· τὸ ἀδάπανον ποιῆσαι τὸ Εὐαγγέλιον· τί οὖν ; τοῦτο τοῦ εὐαγγελίζεσθαι μεῖζον ; οὔ μὲν οὖν, ἀλλὰ τοῦ εὐαγγελίζεσθαι ἐπιτέταγμαι. τὸ δὲ ἀδαπάνως εὐαγγελίζεσθαι ἐμῆς φιλοτιμίας ἔργον· εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, ποῖον τὸ ἀδάπανον τιθέναι τὸ εὐαγγέλιον ; μισθὸν ἔχω ὅτι καὶ τοῦ Κυρίου λαμβάνειν ἐπιτάξαντος, οὐκ εἴληφα· εἰ δὲ ἄκων ἐκεῖνο πράσσω· ποῖον τὸ εὐαγγελίζεσθαι ; ἄκων δὲ φησὶν, ὅτι οὐκ ἐμὸν ἔργον ἡ φιλοτιμία, ἀλλὰ Χριστοῦ ἐπιταγή. οὐκ εἶπεν, οὐκ ἔχω μισθὸν, ἀλλ’
“ οἰκονομίαν πεπίστευμαι·” δεικνὺς ὅτι καὶ τοῦτο μισθός· ἀλλ’ οὐκ οἷος ἐκεῖνος τὸ ἀδάπανον κηρύξαι “εἰς τὸ μὴ καταχρήσασθαι τῇ “ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.” πανταχοῦ δεικνὺς ὅτι οὔτε οἱ λαμβάνοντες σφάλλονται· ἐξουσίαν γὰρ ἔχουσι τοῦ λαβεῖν. ὅρα δὲ τὴν ἀκρίβειαν αὐτοῦ. κατάχρησιν καλεῖ τὴν ὅλως χρῆσιν· οἷον
τὸ ὅλως λαβεῖν ἐν τῷ εὐαγγελίῳ προσέθηκεν, δεικνὺς τὸν διδάσκοντα ὀφείλειν λαμβάνειν τὸν καὶ πονοῦντα, οὐ μὴν τὸν ἀργουντα.
“τις κενώσῃ·” καύχημα δὲ καλεῖ, τὸ προῖκα κηρύττειν καὶ ὑπερβαίνειν τὸν κείμενον ὅρον· “ ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἐστι “καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται·” τοῦτο ὡς δοῦλος δεσπότῃ διακονῶν ἐκτελῶ· οὐδεὶς δὲ οἰκέτης μέγα φρονεῖ, τὰ παρὰ τοῦ δεσπότου προσταττόμενα ἐκπληρῶν· “οὐαὶ δέ μοι ἐστὶν ἐὰν μὴ
“εὐαγελίζωμαι·” τιμωρίας γὰρ ἄξιον τὸ ἀντιτείνειν δεσπότῃ· “ εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν “πεπίστευμαι·” τὸ δὲ ἑκὼν καὶ ἄκων οὐκ ἐπὶ γνώμης τέθεικεν, ἀλλὰ διδάσκων ὅτι νόμον ἐπλήρου δεσποτικόν· “τίς οὖν μοι ἐστὶν “ὁ μισθός ; ἵν εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον
“τοῦ Χριστοῦ· εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ “Εὐαγγελίῳ·” ἔδωκέν μοι ἐξουσίαν ὁ δεσπότης ἐκ τῶν μαθητῶν λαμβάνειν τὴν ἀναγκαίαν τροφήν· ἐγὼ δὲ οὐ χρῶμαι τῇ ἐξουσίᾳ, ἀλλὰ τῆς ἐργασίας εἰσφέρω τὸν πόνον, ἵνα τὸν τοῦ πόνου τρυγήσω καρπόν· ταῦτα πάντα διεξῆλθεν, τοὺς κακῶς τῇ γνώσει κεχρημένους
μένους καὶ ἀδεῶς τῶν εἰδωλοθύτων μεταλαμβάνοντας καὶ τοῖς ἀσθενεστέροις πρόφασιν βλάβης παρέχοντας, ἀποστῆσαι τῆς κακῆς ἐξουσίας πειρώμενος. οὓ δὴ χάριν ἔδειξεν, ὡς καὶ παρὰ τοῦ νόμου καὶ τοῦ τῶν ὅλων Θεοῦ τὴν ἐξουσίαν λαβὼν, καὶ ταύτῃ τοὺς Ἀποστόλους κεχρημένους ὁρῶν, καὶ αὐτῇ τῶν πραγμάτων προσέχων τῇ φύσει· οὐδενὸς τούτων ἠνέσχετο· εἰς ἓν μόνον ἀποβλέπων, τὸν τοῦ κηρύγματος δρόμον καὶ τῶν ἀκουόντων τὴν ἐφέλειαν.
ταῦτα οὐκ ἔχει καύχημα. ὅσα δὲ προαιρέσει ποιοῦμεν, οὐκ ἐπικειμένης ἀνάγκης, ταῦτα ἔχει καύχημα. οἷον ὁ μὴ μοιχεύων ἢ φονεύων οὐκ ἔχει καύχημα, ἀλλ’ ὁ παρθενεύων· οὐ γὰρ ἐξ ἀνάγκης ἦλθον εἰς τὸ παρθενεύειν, ἀλλὰ ἐκ προαιρέσεως· ὅπου δὲ τὸ “οὐαὶ” παράκειται, ἐὰν μὴ ποιῶ, οὐκ ἔχω καύχημα. διὰ τοῦτό φησιν,
“ εἰ μὲν ἑκὼν τοῦτο πράσσω· μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν “πεπίστευμαι.” πάλιν καθολικὸν διδασκόμεθα· τίνα ποιοῦμεν μὲν, οὐχ ἑκόντες δὲ, ἀλλ’ οὐδὲ ἐν ὅλῃ ψυχῇ, ἀλλ’ ἐκ λύπης ἣ ἐξ ἀνάγκης· τῶν μὲν γὰρ ἑκουσίως ὑφ’ ἡμῶν γινομένων ἐστὶ μισθός· τῶν δὲ γινομένων μὲν, ὡς ἐκ λύπης δὲ, οὐδὲ μισθὸς οὐδὲ κόλασις.
οἷον ἐλεημοσύνην ποιῶ· εἰ ἑκὼν, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οὐκ ἐγκαλοῦμαι μετὰ τῶν ἀκουόντων, “ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι “φαγεῖν,” καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός· ἵνα ὅπου ἐξουσίαν ἔχω, μὴ ποιήσω.
ἐπιδείκνυται. τὴν δεσποτικὴν ἐπιταγὴν, ὡς δοῦλος πιστὸς, οὐ λογιζόμενος εἰς οἰκεῖον κατόρθωμα· ἤκουσεν γὰρ τοῦ δεσπότου λέγοντος· “ ὅτ’ ἃν πάντα ποιήσετε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμὲν, “ὅτι ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.” ποῖον οὖν καύχημα τὸ καταχρέως γινόμενον;
ἐσθίειν του δὲ ἑκὼν καὶ τοῦ ἄκων αὐτὴ διαφορά ἑκὼν μὲν ἔνθα καὶ ὁ λογισμὸς συνευδοκεῖ ἀβαρῶς φέρων καὶ χαίρων ἐπὶ τῷ γινομένῳ· ἄκων δὲ, ἔνθα μετὰ βίας καὶ ἀνάγκης τοῦ λογισμοῦ τοῦτο πράττειν.
οὐκ ἔτι ὅμοιος ὁ μισθὸς ἕπεται, οὐδ’ ἔστιν ἐπὶ τούτῳ καυχᾶσθαι. ἐπὶ τίνι οὖν ἐστιν λαμπρὸς ὁ μισθὸς, καὶ τὸ καύχημα ἐφ’ ὦτ’ κηρύσσειν μὲν ὡς προσετάγην τὸ εὐαγγέλιον· μηδὲν δὲ ἐκ τοῦ κηρύγματος μήδ’ ὅσον ἀποζῆν λαμβάνειν, ἀλλὰ ἀδαπάνως καὶ δωρεὰν ὑπηρετεῖν τῇ διακονίᾳ.
ἵνα τοὺς πλείονας κερδήσω· καὶ ἐγενόμην τοῖς Ἰουδαίοις, ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς
ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὣν ἄνομος Θεῷ, ἀλλ’
ἔννομος Χριστῷ), ἵνα κερδήσω ἀνόμους. ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσω. τοῖς
πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω. τοῦτο δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
“πάντων” Ἀποστόλου τελείου ἐστίν· ὁποῖος ἦν Παῦλος· κατὰ δὲ τὸ προκείμενον τοιοῦτον νοῦν ἔχει· “ ἐγενόμην τοῖς Ἰουδαίοις “ ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω.” ἐλεύθερος γὰρ ὢν ἀπὸ Ιουδαϊσμοῦ, ἐδούλωσα ἐμαυτὸν Ἰουδαίοις, ἵνα Ἰουδαίους κερδήσω· ἐλεύθερος ὣν ἀπὸ τοῦ εἶναι ὑπὸ νόμου, ἐμαυτὸν ἐποίησα ὡς ὑπὸ
νόμον, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω· συγκατέβαινεν γὰρ ὁ Παῦλος εἰς συναγωγὰς Ἰουδαίων· εἰσήρχετο πρὸς αὐτούς· ἐποίει κατὰ τὰ ἔθη αὐτῶν χωρὶς βλάβης· οὐ συνυποκρινόμενος, ἀλλὰ θηρεύων τινὰς ἐξ αὐτῶν. Α a
τοῦτο ὑπομνησθεὶς ἔλεγεν πρὸς Ἀθηναίους· φησὶ γὰρ “ὡς καὶ “τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασιν, του γὰρ καὶ γένος “ἐσμέν.” ἐκεῖ τοῖς ἀνόμοις γέγονεν ὡς ἄνομος, ἵνα τοὺς ἀνόμους κερδήσῃ· καὶ πάλιν φησὶ “διερχόμενος καὶ ἀναθεωρῶν τὰ σε- “βάσματα ὑμῶν, εὗρον βωμὸν ἐν ᾧ ἐπεγέγραπτο ἀγνώστῳ Θεῷ·
“ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. καὶ διὰ τούτων ἄρχεται θεοσέβειαν παραδιδόναι· “τοῖς οὖν ἀνό- “ μοις ὡς ἄνομος, μὴ ὣν ἄνομος Θεῷ.” οὐκ ἐν τῷ συγκαταβαίνειν αὐτοῖς ἀνομίαν τινα ἐποίουν, ἀλλ’ ἐτήρουν ἐμαυτὸν ἔννομεν Χριστῷ, ἵνα κερδήσω τοὺς ἀνόμους· ἅμα δὲ τηρεῖ καὶ τὸ ἀκριβὲς
αὐτοῦ.
“γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ “ ἡμῶν κατάρα.” ὡσανεὶ ἔλεγεν, μὴ ὣν Σαμαρεύς, “τοῖς δὲ ἀνό- “μοις ὡς ἄνομος μὴ ὣν ἄνομος Θεῷ·” ἀλλ’ ὑπολήψεται μετὴς g ἀποστάτην τοῦ νόμου γεγονέναι καὶ ἄνομον τῷ Θεῷ· φημὶ δὲ ὅτι εἰ καὶ μὴ τηρῶ τὸν νόμον κατὰ τὸ ῥῆτον, οὐκ εἰμι ἄνομος του
Θεοῦ, ἀλλ’ ἔννομός εἰμι τοῦ Χριστοῦ· τηρῶν τὴν πολιτείαν τὴν κατὰ τὸ Εὐαγγέλιον, ἵνα κερδήσω τοὺς ἀνόμους· “ἐγενόμην τοῖς “ ἀσθενέσιν ὡς ἀσθενὴς,” μὴ ὣν αὐτὸς ἀσθενὴς, ἀλαζονικὸν γὰρ ἦν· οὐκ ἦν κατὰ τὸν Ἀπόστολον, εἰπεῖν οὐκ ὣν αὐτὸς ἀσθενής· τὸν ἀπὸ Κυρίου ἀκούσαντα, “ ὅτι ἡ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦ-
“ται,” καὶ διὰ τοῦτο ἐν ἀσθενείαις καυχώμενον· πῶς δὲ τοῖς ασθενέσιν ἀσθενής ; ὅτε h ἐπιτρέπει τοὺς πυρουμένους γαμεῖν· ὅτε συμπάσχει ταῖς ἀποβαλούσαις ἄνδρας· ὅτε φησὶ “διὰ δὲ τὰς 4 “πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω· καὶ ἑκάστη τὸν “ ἴδιον ἄνδρα ἐχέτω,” καὶ τὰ λοιπά· ἐν τούτοις ἐγένετο τοῖς ἀσθενέσιν ἀσθενὴς, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ.
ἣ γὰρ Ἰουδαῖος ἐστὶν, ἡ ὑπὸ νόμον· ἣ ἄνομος, ἢ ἀσθενὴς, ἣ πάντα ἐστίν· ὁ τέλειος πάντα ἐστίν· τοῖς οὖν πᾶσι τοῦτ’ ἐστι τοῖς τελείοις γέγονα τέλειος· ἵνα πάντας κερδήσω· “σοφίαν γάρ,” φησιν, “λαλοῦμεν ἐν τοῖς τελείοις,” καὶ τὰ ἑξῆς. οὕτως δύναται εἰπεῖν Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὠφει-
λέτης εἰμί.
καὶ ἐδούλευσα, οὐδενὶ ὑποκείμενος, οὐδὲ ἀνάγκην ἔχων· τοῦτο γάρ ἐστιν “ἐλεύθερος ὢν ἐκ πάντων” καὶ οὐδ’ ἑνὶ ἐδούλευσα ἐμαυτὸν, ἀλλὰ τῇ οἰκουμένη πάσῃ. καὶ γὰρ κηρύξαι ἐπεταττόμην καὶ ἀπαγγέλλειν τὰ ἐμπιστευθέντα. τὸ δὲ μυρία μηχανᾶσθαι καὶ ἐπινοεῖν λοιπὸν, τῆς ἐμῆς σπουδῆς ἦν· τοῦ γὰρ καταβαλεῖν τὸ
ἀργύριον ὑπεύθυνος ἤμην μόνον· ἐγὼ δὲ καὶ ὑπὲρ τοῦ ἀπαιτῆσαι πάντα ἐποίουν πάλιν πλέον τῶν ἐπιτεταγμένων ἐπιχειρῶν. “ἐγενομην νόμην τοῖς Ἰουδαίοις ὡς Ἴουδαιος, ἵνα Ἰουδαίους κερδήσω περιέτεμεν γὰρ ἵνα καθέλῃ περιτομήν· διὰ τοῦτο οὐκ εἶπεν Ἰουδαῖος, ἀλλὰ ὡς Ἰουδαῖος· ὅπερ οἰκονομία ἦν. “τοῖς ὑπὸ νόμον ὡς
“ὑπὸ νόμον·” ἡ ἐπεξήγησις τοῦ προτέρου ἐστίν· ἢ ἕτερον αἰνίττεται παρὰ τὸ πρότερον. Ἰουδαίους μὲν λέγων, τοὺς ἄνωθεν καὶ ἐξ ἀρχῆς ὄντας τοιούτους. ὑπὸ νόμον δὲ ἣ τοὺς προσηλύτους ἢ τοὺς πιστοὺς γενομένους, καὶ ἔτι ἀντεχομένους τοῦ νόμου οὐκ ἔτι γὰρ ἦσαν ὡς Ἰουδαῖοι, ἀλλ’ ὑπὸ νόμον. καὶ πῶς ἐγένετο ὑπὸ νόμον ;
ὅτε ἐξυρᾶτο· ὅτε ἔθυεν· ἐγίνετο δὲ ταῦτα οὐ τῆς γνώμης αὐτοῦ μεταβαλλομένης, ἐπεὶ κακία τὸ πρᾶγμα ἦν ἀλλὰ τῆς ἀγάπης συγκαταβαινούσης· ἵνα γὰρ τοὺς ὄντας ἀληθῶς ταῦτα μεταστήσῃ· ἐγίνετο αὐτὸς οὐκ ἀληθῶς, ἐπιδεικνύμενος δὲ μόνον. “ τοῖς ἀνόμοις “ὡς ἄνομος.” οὗτοι οὔτε Ἰουδαῖοι ἦσαν, οὔτε Χριστιανοὶ, οὔτε “Ελληνες, ἀλλ’ ἐκτὸς νόμου ζῶντες· οἷος ἦν ὁ Κορνήλιος καὶ εἴ τις ἦν κατ’ ἐκεῖνον· καὶ γὰρ καὶ πρὸς ἐκείνους εἰσιὼν, πολλὰ ὑπεκρίνετο τῶν ἐκείνων· “ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής· “ἵνα τοὺς ἀσθενεῖς κερδάνω·” τοῦτο λοιπὸν τὸ τῶν Κορινθίων λέγει. διὸ καὶ πάντα ταῦτα εἴρηται· καίτοι ἐκεῖνα πολλῷ
μείζονα ἦν· ἀλλὰ τοῦτο οἰκειότερον· ὅθεν καὶ ὕστερον αὐτὸ τέθεικεν.
μένους.
τοῦτο καὶ ὁ δεσπότης καὶ τελώναις συνήσθιεν· καὶ ἁμαρτωλοῦ γυναικὸς παρὰ τοὺς πόδας ὀδυρομένης ἠνέσχετο· διδάσκων ὡς τῆς τῶν ἀνθρώπων ἕνεκα παρεγένετο σωτηρίας.
οικουνομων, ἴνα κατ’ αὐτὸ τοῦτο ἀυτῶ κοινωνήσω.
κοινωνῆσαι τοῖς ἐν τῷ Εὐαγγελίῳ πεπιστευκόσιν.
πορνείαν, κοινωνὸς ἐστι τῆς πορνείας του πνεύματος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων παθῶν· ἕκαστος οὖν κοινωνὸς ἐκείνω ὧ ἐκοινώνησεν γίνεται. ἀλλ’ ἐρεῖ τις τῶν ἀκουόντων· ὁ βίος μου μικτός ἐστιν· οὔτε πάντα ποιῶ διὰ τὸ Εὐαγγέλιον· οὔτε πάντα ποιῶ διὰ τὴν ἁμαρτίαν, καὶ τὴν ἡδονήν. πρὸς τοῦτο φήσομεν· ταῦτα ὁ Θεὸς
τὰ κρίματα ἔχει· κατὰ τὰ κρίματα, τὰ πολλὰ ποικίλα άποδίδωσι.
οὐκ εἰπεν Ἰουδαῖος, ἀλλ’ ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος ὅτε Ἀθηναίοις δημηγορῶν, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἀπὸ τοῦ νόμου διελέχθη, ἀλλ’ ἀπὸ βωμοῦ τὴν παραίνεσιν ἐποιήσατο· ἀπὸ τῶν οἰκείων αὐτοὺς χειρούμενος δογμάτων· διὸ οὐκ εἶπεν ἄνομος, ἀλλ’ ὡς ἄνομος τὸ δὲ μὴ ὣν ἄνομος Θεῷ, ἀλλ’ ἔννομος Χριστῷ,
ἣ ὡς ἀδιάφορον εἶπεν· ἐπὶ γὰρ μιᾶς οὐσίας οὐκ ἔστι διαφορά· ἣ εἰ τοῦτο βεβιασμένον ἡγῆι οἶμαι τοῦτο μηνύειν τὸ μὴ μόνον κατὰ τὸν νόμον πεπολιτεῦσθαι τὸν τῷ Πατέρι παρά τινων ἐπιγραφόμενον· καὶ διὰ τὴν ἕξιν τῶν μανθανόντων οὐ διὰ τὴν ἀξίαν τοῦ δεδωκότος, νηπίοις μᾶλλον ἁρμόττοντα· ἀλλὰ καὶ κατὰ τὸν τοῦ
Χριστοῦ οὐράνιον καὶ τέλειον νόμον· οὐκ ἄνομος κατὰ τὸν παλαιὸν νόμον, ἁλλὰ καὶ ἔννομος κατὰ τὸ Εὐαγγέλιον· οὐκ ἔξω τοῦ νόμου, ἀλλὰ καὶ εἴσω τῆς χάριτος· οὐκ ἐμοίχευσα δοιὰ τὸν νόμον· ἀλλ’ οὔτε εἶδον m ἀκολάστως γυναῖκα διὰ τὸ Εὐαγγέλιον· οὐκ ἐφόνευσα διὰ τὸν φόβον, ἀλλὰ καὶ ὀργῆς ἐκράτησα διὰ τὸν πόθον. ὁ μὲν
γὰρ τὸν νόμον τὸν παλαιὸν φυλάξας, οὐκ ἦν ἄνομος Θεοῦ. ὁ δὲ τὸν νέον, ἔστιν ἔννομος Χριστοῦ. ταῦτα δὲ ἔλεγεν οὐκ ἀποκληρῶν μὲν Πατέρι τὸν νόμον, τῷ δὲ Υἱῷ τὸ Εὐαγγέλιον, ἀλλὰ πρὸς τὴν τῶν πολλῶν ὑπόνοιαν καὶ δόξαν ἀφορῶν· πάντα γὰρ τὰ τοῦ Πατέρος τοῦ Υἱοῦ ἐστὶ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατέρος.
ὧν οὐκ ἔδει οὐδὲν παριδεῖν, ἵνα πλείους σώσω, παρεῖδον, πῶς οὐχὶ δεῖ ἀπέχεσθαι ὑμᾶς τῶν εἰδωλοθύτων ; καὶ τότε τὰ τῶν ἀδελφῶν ἐπὶ τούτῳ τύπτοντα συνειδήσεις.
ἵνα καταλάβητε· πᾶς δὲ ὁ ἀγωνιζόμενος, πάντα ἐγκρατεύεται· ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν,
ἡμεῖς δὲ ἄφθαρτον. ἐγὼ τοίνυν οὕτως τρέχω, ὡς
ἀδήλως· οὕτως πυκτεύω, ὡς οὐκ ἀέρα δερ́ων· ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πὼς ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.
τὸν λαμβάνοντα τὸ βραβεῖον, πολλῶν τρεχόντων, πάντες οἱ σωζώμένοι ἕν εἰσιν καὶ ἓν σῶμα· οἱ γὰρ πάντες εἰς ἄρτος ἐσμὲν, καὶ τοῦ αὐτοῦ ἄρτου μετέχομεν· καὶ πάντες ἐστὲ σῶμα Χριστοῦ. πάντες οὖν οἱ σωζόμενοι, ε7ς ἐστὶν ὁ λαμβάνων τὸ βραβεῖον. ἐν τῷ σταδίῳ οὖν πάντες τρέχουσιν, ὅσοι πρὸς δόγμα πολιτεύονται·
καὶ οἱ ἀπὸ τῶν αἱρέσεων πρὸς δόγμα πολιτεύονται· καὶ Ἰουδαῖοι τάχα καὶ οἱ τὰ Ἐλλήνων πρὸς δόγμα πολιτεύονται φιλοσοφοῦντες· καὶ οὗτοι εἰσι πάντες οἱ ἐν σταδίῳ τρέχοντες· τρέχει καὶ ἡ Ἐκκλησία, ἀλλὰ εἷς λαμβάνει τὸ βραβεῖον· ὁ εἷς ἄνθρωπος περὶ οὗ φησὶν ὁ Ἀπόστολος· *’ μέχρι καταντήσωμεν εἰς ἄνδρα τέλειον
*’ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.” πᾶσαν δὲ κρίσιν τοῦ Θεοῦ δεῖ εὑρεθῆναι περὶ πάντας τοὺς ἐν τῷ σταδίῳ τρέχοντας, ἱν ὁ μέν τις λάβῃ πρωτεῖα· ἑξῆς δὲ ἕκαστος κατὰ τὴν αὐτοῦ ἀξίαν.
σώζεσθαι· ἀλλ’ ὡς πολλὴν ὀφειλόντων ἡμῶν εἰσενεγκεῖν τὴν σπουδήν. ὥσπερ γὰρ ἐκεῖ πολλῶν καθιέντων εἰς τὸ στάδιον, οὔτε φανοῦνται πολλοὶ, ἀλλ’ εἰς ἕνα τοῦτο περιίσταται· καὶ οὐκ ἀρκεῖ τὸ καθεῖναι εἰς τὸν ἀγῶνα, οὐδὲ τὸ ἀλείψασθαι οὐδὲ τὸ παλαῖσαι· οὕτως καὶ ἐνταῦθα, οὐκ ἀρκεῖ τὸ πιστεῦσαι καὶ ὡς ἔτυχεν ἀγωνίσασθαι,
ἀλλ’ ἂν μὴ οὕτω δράμωμεν ὡς μέχρι τοῦ τέλους ἀλείπτους ἑαυτοὺς παρασχεῖν καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲν ἡμῖν ἔσται πλέον.
οὐδὲ γὰρ πάντων μεταλαγχάνουσιν ὧν ἂν ἐπιθυμήσωσιν, ἀλλ’ ἐκείνης ἀπολαβοῦσι τῆς τρυφῆς, ἣν ὁ παιδοτρίβης προσφέρει.
“οὖν, ἵνα φθαρτὸν στέφανον λάβωσιν· ἡμεῖς δὲ ἄφθαρτον.” προτίθησι δὲ καὶ ἑαυτὸν ἀντὶ παραδείγματος· “ἐγὼ τοίνυν οὕτως “τρέχω, ὡς οὐκ ἀδήλως· οὕτως πυκτεύω· ὡς οὐκ ἀέρα δέρων.”
ἀντιπάλοις τὴν πληγὴν ἐπιφέρω. τοῦτο δὲ ἐκ μεταφορᾶς τῶν παγκρατιαστῶν τέθεικεν· εἰώθασι γὰρ ἐκεῖνοι γυμναζόμενοι κατὰ τοῦ ἀέρος τὰς χεῖρας κινεῖν· τίς δὲ τῆς πληγῆς ὁ τρόπος ; “ἀλλ’ “ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πω; ἄλλους κηρύξας “ αὐτὸς ἀδόκιμος γένωμαι·” ὥσπερ ἡ τροφὴ τὸν ἀθλητὴν ῥωμαλέον
ἐργάζεται· οὕτως ἡ φιλοπονία καὶ ἐγκράτεια ἐμὲ μὲν ῥώννυσι, τὸν δὲ ἀνταγωνιστὴν καταβάλλει· κέχρημαι δὲ τούτοις δεδιὼς καὶ τρέμων, μὴ τοὺς ἄλλους τὸ δέον διδάξας, αὐτὸς τοῦ τέλους τῶν ἀγώνων παντελῶς διαμαρτῶ.
γαστρίζεσθαι φιλοσοφεῖν προσποιουμένους, ὅτι τὸ εἰδωλόθυτον. p
ἡνίας, ἀλλὰ περισφίγγω αὐτὸ καὶ ὑποτάσσω· οὐ γὰρ συμβάλλεται μοι, φησι, τὸ κήρυξαι μόνον, ἀν μὴ καἰ τὰ παρ’ αὐτοῦ παράσχωμαι· ταῦτα δὲ αὐτοὺς αἰνίττεται ὡς καὶ τοὺς γαστριμάργους· 6 καὶ ὅτι οὐκ ἀρκεῖ ὕμιν τὸ πιστεύσαι, ὡσπερ οὐδὲ ἐμοὶ τὸ κηρύξαι, ἐὰν μὴ τὸ σῶμα καὶ τὰς ἐπιθυμίας δουλώσητε.
θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωυσῆν ἐβαπτίσαντο
ἐν τῇ νεφέλῃ καὶ ἐν τῆ θαλάσσῃ, καὶ πάντες τὸ
αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς
ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν
γὰρ ἐν τῆ ἐρήμῳ.
βίον. διὸ καὶ τοὺς τοῦ βαπτίσματος καὶ τοὺς τῶν μυστηρίων παράγει τύπους. τί δέ ἐστιν “εἰς τὸν Μωϋσὴν ἐβαπτίσαντο ;” καθάπερ ἡμεῖς τῷ Χριστῷ πιστεύσαντες καὶ τῇ ἀναστάσει αὐτοῦ βαπτιζόμεθα, ὡς καὶ αὐτοὶ τῶν αὐτῶν κοινωνήσαντες· οὕτω κἀκεῖνοι θαρσήσαντες τῷ Μωϋσεῖ, τοῦτ’ ἐστιν ἰδόντες αὐτὸν διαβάντα
πρῶτον, κατετόλμησαν καὶ αὐτοὶ τῶν ὑδάτων· ἀλλ’ ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν· οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται, καὶ ἐπὶ τοῦ τύπου. καὶ τοῦτο μὲν τοῦ λουτροῦ σύμβολον· τὰ δὲ μετὰ ταῦτα τῆς τραπέζης τῆς ἱερᾶς. καθάπερ σὺ τὸ σῶμα ἐσθίεις τὸ δεσποτικὸν,
οὕτως ἐκεῖνοι μάννα. ὥσπερ σὺ αἷμα πίνεις, οὕτως ἐκεῖνοι ὕδωρ ἐκ πέτρας· εἰ γὰρ καὶ αἰσθητὰ ἦν τὰ διδόμενα, ἀλλὰ πνευματικῶς παρείχετο· οὐ κατὰ φύσεως ἀκολουθίαν, ἀλλὰ κατὰ δωρεᾶς χάριν. καὶ μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν ἔτρεψεν εἰς πίστιν ἐνάγοντα.
θαυματουργῶν. διὰ τοῦτο εἶπεν “ ἀκολουθούσης.”
καὶ διὰ τοῦ βαπτίσματος ἤγαγεν. κἀκείνοις μάννα καὶ ὕδωρ, καὶ σοὶ σῶμα καὶ αἷμα παρέσχεν. ἀλλ’ ἀνάξιοι φανέντες τῆς δωρεᾶς ταύτης, οἱ πλείους ἀπώλοντο· καὶ μὴν πάντες ἀπώλοντο. ἀλλ’ ἵνα μὴ δόξῃ καὶ τούτοις πανωλεθρίαν προφητεύειν, διὰ τοῦτο εἶπεν “οἱ πλείους.” ἐπειδὴ γὰρ τοῖς περὶ γεέννης λόγοις οἱ πολλοὶ
διαπιστοῦσιν, ἅτε μὴ παρούσης μηδὲ φαινομένης, ἀπὸ τῶν ἤδη γεγενημένων δείκνυσιν, ὅτι κολάζει τοὺς ἁμαρτάνοντας ὁ Θεὸς, κἂν μυρίακις εὐεργετηκὼς ᾖ. εἰ γὰρ καὶ τοῖς μέλλουσιν ἀπιστεῖτε φησίν· ἀλλ’ οὐ δήπου καὶ τοῖς γεγενημένοις ἀπιστεῖτε.
ὡς ἃν τοῦ Πνεύματος ἄμφω διὰ τοῦ Μωϋσέως κατὰ τὴν ἀπόρρητον αὐτοῦ παρασχόντος δύναμιν. οὕτω δὲ καὶ πνευματικὴν ἐκάλεσεν τὴν πέτραν, ὡς ἃν τῇ δυνάμει τοῦ Πνεύματος ἐκδοῦσαν τὰ ὑδατα. ἀκολουθοῦσαν δὲ, ἐπειδὴ τὸ ῥυὲν ἅπαξ ὕδωρ εἰπετο αὐτοῖς κατὰ τὴν ἔρημον, ὥστε μηδαμοῦ δεηθῆναι πότου, τῶν τόπων ὄντων
ανυδρων. τὸ ’δε η πέτρα ἢν ο χριστὸς, ἴνα εἴπῃ, τοῦτο ἢν ἐκείνοις ἡ πέτρα, ὅπερ ἡμῖν ὁ Χριστὸς, οὗ τὸ αἱμα πίνομεν οἱ πιστοὶ, πνευματικῶς ἔπι τῶν μυστηρίων μεταποιούμενον.
ἡ πέτρα, ἀλλ’ ἡ θεία χάρις, ἡ καὶ τὴν πέτραν ἐκείνην παρ’ ἐλπίδα πᾶσαν ἀναδοῦναι τὰ ῥεῖθρα τῶν ὑδάτων παρασκευάσασα· πλείους δὲ εἶπεν καὶ οὐχὶ πάντας ἀπολομένους, διὰ Χαλὲρ καὶ Ἰησοῦν τὸν τοῦ Ναβή· οὗτοι γὰρ μόνοι ἦσαν οἱ ἐξ αὐτῶν διασωθέντες.
καὶ ἡμεῖς γὰρ πρὸ τῆς εἰς Χριστὸν πίστεως, ταῖς τῶν δαιμονίων πλεονεξίαις ὑπεζευγμένοι, δεδουλεύκαμεν τῷ νοητῷ Φαραῷ, τοῦτ’ ἐστι ἀρχεκάκῳ Σατανᾶ. ἐπονοῦμεν αὐτῷ μάτην, οἱα πηλῷ καὶ πλινθείᾳ τοῖς τῆς σαρκὸς ἔργοις ἐμβεβηκότες. ἐξείλετο δὲ καὶ ἡμᾶς ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς
Ιησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων. διεβίβασε καὶ ἡμᾶς οἷά τινα θάλασσαν τοῦ παρόντος βίου τὸν κλύδωνα ρ· τετελείωκε διὰ τοῦ ἁγίου βαπτίσματος. αὐτὸς γάρ ἐστιν ἡ ἄνωθέν τε καὶ νοητὴ νεφέλη, ἡ τοῦ ζῶντος ὕδατος τοῖς ἀγαπῶσιν αὐτὴν ποιουμένη τὴν χορηγίαν. ὕδωρ δὲ ζῶν τὸ Πνεῦμά ἐστιν. καὶ γοῦν
ἔφη ὁ Χριστὸς, “ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἰπεν ἡ γραφὴ, ποτα- “μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.” διατρανῶν δὲ τὸ εἰρημένον ὁ θεσπέσιος Εὐαγγελιστὴς προσεπήγαγεν εὐθὺς τοῖς περὶ τούτου λόγοις· “τοῦτο δὲ εἶπεν, περὶ τοῦ Πνεύματος, “οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.” ἐφάγομεν
καὶ ἡμεῖς ἄρτον ἀληθῶς τὸν ζωοποιόν· ὧν ἐπίομεν πόμα πνευματικόν· καθάπερ ἀμέλει κἀκεῖνοι τὸ ὕδωρ ἐκ πέτρας. “ἡ πέτρα δὲ ἢν ὁ Χριστὸς, ὃς καὶ ἡμῖν αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς υδατι q συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα· διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. πέτρα δὲ λέγεται, ἐπειδή
ἐστιν ἄθραυστος ὡς Θεός· κἂν εἰ πέπονθεν ἑκὼν τοῦ θανάτου τὴν ἔφοδον. καὶ τί μετὰ τοῦτο τοῖς ἀρχαιοτέροις συνέβη ; προσκεκρούκασι δέ τινα τρόπον· ἐβεβηλώθησαν ἔνσαττι r· λελατρεύκασιν εἰδώλοις· ἐτελέσθησαν τῷ Βεελφεγώρ· ἐπειδὴ γὰρ συνεπλάνησαν τοῖς εἰδωλολάτραις, συνέσθιοί τε ἦσαν αὐτοῖς, καὶ τραπέζης
ἥπτοντο τῆς εἰδωλικῆς, παρώλισθον εἰς ἀπόστασιν καὶ συνεχόρευον γυναιξίν· καὶ ὁ λαὸς συνιὼν συνεπλέκετο μετὰ πόρνης κατὰ τὴν τοῦ προφήτου φωνήν. τοῦτο γάρ ἐστι τὸ “καὶ ἀνέστησαν “παίζειν.” ἐπισφαλὲς οὖν τὸ συνδιαιτᾶσθαι πονηροῖς καὶ ἀπίστοις. καὶ γοῦν ἔφη ποῦ Σολομῶν, “ὁ συμπορευόμενος σοφοῖς, σοφὸς
“ἔσται· ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.”
εὐδόκησεν ὁ Θεὸς παρὰ τοῖς πλείοσιν ἁμαρτωλοῖς, παρὰ τοὺς ὀλίγους δικαίους.
φαινομένου τοῦ παραδείγματος, εὑρίσκετο δικαίως αὐτοῖς παραινῶν μὴ τὰ ὁμοία πλημμελεῖν, ἵνα μὴ τὰ ὅμοια πείσωνται· τὸ μὲν οὑν ὑπὸ τὴν νεφέλην αὐτοὺς εἶναι, δήλωσις ἦν τῆς τοῦ Πνεύματος χάριτος· ἐκείνους τε γὰρ ἡ νεφέλη σκιάζουσα, τῆς ἐκ τῶν Αἰγυπτίων βλάβης ἀπήλλαττεν. καὶ ἡμᾶς ἡ χάρις τῆς δαιμονικῆς
ἐξαιρεῖται κακίας. τὸ δὲ δὶς τῆς θαλάσσης αὐτοὺς διελθεῖν ἔοικεν κατὰ τοῦτο τοῖς ἡμετέροις. ὅτι ὅπερ ἐκείνοις ἡ δὶς τῆς θαλάσσης παρέσχεν διάβασις, τῶν μὲν πολεμίων αὐτοὺς παντελῶς ἀπαλλάξασα, βεβαίαν δὲ αὐτοὺς τοῦ λοιποῦ τὴν ἐλευθερίαν δωρησαμένη· τοῦτο ἡμῖν πρὸς τοὺς ἡμετέρους ἐχθροὺς τὸ βάπτισμα
γέγονεν. τὸ δὲ “ εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῆ νεφέλη καὶ “ ἐν τῇ θαλάσσῃ, σημαίνει τοῦτο. ὅτι καθάπερ ἐκεῖνοι τούτων τυχόντες, ὑπέσχοντο τοῖς Μωσαϊκοῖς νόμοις βίον, οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι, τὸ τῆς υἱοθεσίας κομιζόμενοι Πνεῦμα, συνθήκας καὶ ὁμολογίας τιθέμεθα τοῦ κατὰ τὰς Χριστοῦ λοιπὸν
ζῆν ἐντολάς.
ἀφορῶντες, καὶ θαρρήσαντες, ἀφῆκαν αὐτοὺς τῷ θαλασσίῳ ῥείθρῳ βαπτίζεσθαι. εἶτα καὶ ὑπὸ τῆς νεφέλης ὡσαύτως ἐκείνω κατακολουθοῦντες ἐσκιάζοντο· εἰ γὰρ καὶ μὴ τῷ ὕδατι ἐκαλύφθησαν, ἀλλ’ οὑν ἐν ἐκείνῳ τῳ χώρῳ του ὕδατος γεγονότες ἐπορεύοντο, ἐν 8 ᾧτ’ ἀνάγκη τοὺς διαπορευομένους ὅλῳ καταβαπτίζεσθαι τῷ ὕδατι, κατὰ φύσιν ἔχοντος τοῦ ὕδατος, τοῦ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. αἰσθητὴ μὲν ἦν ἡ πέτρα δηλονότι τὸ ὕδωρ τοῖς Ισραηλίταις ἀναβλύσασα· ἀλλ’ οὐχὶ τῇ οἰκείᾳ φύσει τοῦτο ἔβλυσεν, ἀλλὰ τῇ δυνάμει τῆς κατ’ ἐνέργειαν παρούσης αὐτῇ
πνευματικῆς πέτρας, καὶ ἀκολουθούσης τῇ χρείᾳ τῶν διψώντων· τοῦτ’ ἐστι, πρὸς τὴν ἐκείνων σωτηρίαν καὶ ὠφέλειαν πάντα μεταποιούσης καὶ μεταπλαττούσης καὶ συνεπομένης αὐτῶν τῷ βουλήματι. καὶ ποτὲ μὲν τὸ ὕδωρ εἰς διάβασιν αὐτοῖς ἴσα πέτραις στερεούσης· ποτὲ δὲ τὸν οὐρανὸν εἰς βρῶσιν καὶ τροφὴν αὐτ’ οἶς
ἄφθονον γεωργούσης· ἄλλοτε δὲ τὴν πέτραν εἰς ὑδάτων γονὰς ἀνασομούσης. διὸ εἰκότως λέγοιντ’ ἃν ἐκ τῆς πνευματικῆς πέτρας πιεῖν. αὕτη γὰρ ἦν ἡ τὴν αἰσθητὴν εἰς ὑδάτων λύσασα πληγήν. τίς δὲ ἦν ἡ πνευματικὴ, φησὶν, ἐκείνη πέτρα, ἡ πᾶσα τούτοις παρακολουθοῦσα καὶ πρὸς τὴν ἑκάστου καιροῦ χρείαν τὰς
φύσεις τῶν πραγμάτων μεταστοιχειοῦσα καὶ συμμεταβάλλουσα ; τίς φησίν ; ἣ δῆλον ὁ Χριστὸς, ὁ καὶ νῦν εἰς ἡμᾶς τὰ ὅμοια καὶ μείζω ἐπιδεικνύμενος.
ἐβράβευσεν, ἀλλὰ καὶ ἐν τοῖς ἐφεξῆς ἠκολούθει καὶ εἵπετο· παραπλήσια τούτοις καὶ μείζονα τὸν Ἰσραηλίτην εὐεργετῶν, ἀλλὰ καὶ νῦν ἡμῖν τοῖς πιστοῖς ἀκολουθούσης, ὥστε εἶναι κατὰ συνεχείαν τῆς αὐτῆς προνοίας καὶ τοῦ αὐτοῦ δεσπότου καὶ Θεοῦ, τάτε ἐν τῇ παλαιᾷ θαυματουργήματα καὶ τὰς εὐεργεσίας, καὶ
τὰ ἐν τῆ Καινῆ.
μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ
ἀνέστησαν παίζειν. μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μία ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
διὰ τοῦτο ἐτιμωρήθησαν ἐκεῖνοι· πῶς γὰρ οἷόν τε ; ἀλλ’ ὅτι τὰ παρ’ ἐκείνους γενόμενα ἐν τάξει τύπων δύναται ἡμᾶς παιδεύειν.
“ ὁ λαὸς φαγεῖν καὶ πιεῖν·” καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι “ἀνέστησαν παίζειν·” ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρίαν ἐξέβησαν, οὕτω δέος μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκπέσητε ἀπὸ τῆς γαστριμαργίας.
ἀναιρεθέντων ε7πεν τὸν ἀριθμὸν, τῇ τοῦ πεπορνευκότος ἐμβαλὼν διανοίᾳ τῆς τιμωρίας τὸ δέος. ἕκαστον γὰρ τῶν λεγομένων ὡς συμβαλὼν τοῖς Κορινθίων πλημμελήμασι τέθεικεν.
εἰς τὸ μὴ τοῖς ἴσοις ἁλόντας, τὰ ἴσα παθεῖν. “εἰς τὸ μὴ εἶναι ἱ ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν·” καὶ ὁ Δαβὶδ φησὶ “καὶ ἐπεθύμησαν κρέα, σκόροδα, θεὸν ἴδιον·” “μηδὲ “ εἰδωλολάτραι γίνεσθε” φησίν· τοῦτο πῶς ἡρέμα τοὺς τὰ εδωλόθυτα ἐσθίοντας αἰνίττεται· δεικνὺς ὅτι καὶ ἐκεῖνοι ἀπὸ γαστριμαργίας
ἦλθον εἰς εἰδωλολατρείαν· καὶ ὑμεῖς φησὶν ἀπὸ γαστριμαργίας μᾶλλον τὰ εἰδωλόθυτα ἐσθίετε, ἤπερ ἀπὸ τελειότητος· “καὶ ἀνέστησαν παίζειν.” χοροὺς γὰρ στήσαντες περὶ τὸν μόσχον, ἔπαιζον χορεύοντες ἔμπροσθεν αὐτοῦ. “ μηδὲ πορνεύωμεν, καθώς “ τινες αὐτῶν ἐπόρνευσαν.” πάλιν εἶπεν ἁμαρτίαν ἄλλην ἀπὸ
γαστριμαργίας τικτομένην.
αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο
ὑπὸ τοῦ ὀλοθρευτοῦ. ταῦτα δὲ πάντα, τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν,
εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν . ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.
γὰρ καὶ ἐσθίω, τοῦτο φησὶν ἐκπειράσαι ἐστίν. ὃ γὰρ μὴ προσέταξεν Ἰησοῦς, ὅτ’ ἃν ὡς πιστεύων αὐτῷ ποιῇς, ἐκπειράζεις μᾶλλον ἢ πιστεύεις.
προσφέροντες.
φοβῶν· “μηδὲ γογγύζετε, καθὼς καὶ τινες” καὶ τὰ ἑξῆς.
ἀνάγραπτα ταῦτα πεποίηκεν ὁ Θεός· ποίαν γὰρ ἣ τελευτήσαντες ἐκ τῶν πραγμάτων ὄνησιν ἐκαρποῦντο, ἀλλ’ ἡμῖν τὸ ἐντεῦθεν φυόμενον πραγματευόμενοι κέρδος. καλῶς δὲ καὶ τοῦ αἰῶνος τὸ τέλος προστέθεικεν· ἐπείγων αὐτοὺς καὶ διεγείρων εἰς ἐργασίαν τῆς ἀρετῆς· “ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ·” σὺ φησὶν,
ὁ τὴν γνῶσιν ἔχειν ὑπειληφώς. εἶτα ἐπειδὴ πολλὰς, καὶ αὐτοὶ παροινίας καὶ ὕβρεις ὑπέμενον παρὰ τῶν ἀπιστούντων, καὶ εἰκὸς ἦν αὐτοὺς καὶ διὰ τοῦτο μέγα φρονεῖν, ἐπήγαγεν, “πειρασμὸς “ὑμᾶς οὐκ εἴληφεν” καὶ τὸ ἑξῆς.
ναίως ἔφερον, ἀλλὰ μετὰ γογγυσμοῦ· οὐ γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ μόνον μέγα, ἀλλὰ καὶ τοῦ εὐχαρίστως παθεῖν. “ταῦτα δὲ “πάντα τύποι συνέβαινον ἐκείνοις.” τύπους ἐκεῖνα καλεῖ, δεικνὺς μειζόνως αὐτοὺς κολασθήσεσθαι· ὥσπερ γὰρ ἐπὶ τῶν δωρεῶν ἡ ἀλήθεία τοῦ τύπου μείζων, οὕτω πάντως καὶ ἐπὶ τῶν τιμωριῶν. “εἰς “οὓς τὰ τέλη τῶν αἰώνων κατηντησεν·” καὶ ἐκ τοῦ ἐφιστᾶν αὐτοῖς τὸ τέλος, καὶ τὰς ἐκεῖ αἰωνίας τιμωρίας πλέον αὐτοὺς πτοεῖ· ἤδη γὰρ, φησὶν, τὰ τέλη τῶν αἰώνων κατήντησεν· καὶ ἡ ἡμέρα δηλονότι τῆς τιμωρίας, οἷον ἔφθασεν· “ὥστε ὁ δοκῶν ἑστάναι,
“βλεπέτω μὴ πέσῃ.” πάλιν τοὺς ἐπὶ τῇ γνώσει μέγα φρονοῦντας αἰνίττεται. εἰ γὰρ καὶ ἑστάναι νομίζεις, εὐλαβοῦ, φησὶν, μὴ πέσῃς. αὐτὸ μὲν γὰρ τὸ θαρρεῖν ὡς ἕστηκας, οὐδὲ ἑστάναι ἐστίν· εἰ δὲ καὶ ἔστιν, εὐχερὴς ἐξ ἀπονοίας ἡ πτῶσις.
πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
σμικροῦ κεχρῆσθαι εἴωθεν ὁ θεῖος Ἀπόστολος· ὥσπερ ὅτ’ ἃν λέγῃ “ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν·” ἀντὶ τοῦ σύμμετρον τῇ φύσει.
προσεῖναι ἀνθρώποις, ὅσην ὑπεμείνατε βλάβην· ἐν εἰδωλείῳ μὲν διὰ φιλίαν ἑστιώμενοι· ὑπὸ δὲ τῶν προσόντων πλεονεκτημάτων τοσοῦτον Φυσωμενοι.
πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις. ἵνα μὴ λέγωσι τί φοβεῖς ἡμᾶς; οὐκ ἐσμὲν τούτων ἀμελέτητοι τῶν κακῶν· καταστέλλων αὐτῶν τὸ φύσημα, φησὶν, “πειρασμὸς ὑμᾶς οὐκ εἴλη- “Φεν, εἰ μὴ ἀνθρώπινος,” ἐπὶ τοῦ μικροῦ λέγεται· οὐδέπω γὰρ εἴδετε κίνδυνον, θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασμὸν σφαγὴν ἐπανατεινόμενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν, “οὔπω μέχρις αἵματος “ἀντικατέστητε,” πρὸς τὴν μαρτυρίαν ἀνταγωνιζόμενοι. εἰτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς αὐτοὺς πάλιν ἀνίστησι μετὰ τοῦ πεῖσαι μετριάζειν· “πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι
“ὑπὲρ ὃ δύνασθε·” ἂρ εἰσὶ πειρασμοὶ οὓς οὐ δυνατὸν ὑπενεγκεῖν; καὶ τίνες οὗτοι; πάντες ὡς εἰπεῖν. τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡμετέρας ἐπισπασώμεθα γνώμης. διόπερ ἵνα μάθῃς καὶ εἰδῇς ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλ’ οὐδὲ τούτους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς
τῆς ἐκεῖθεν βοηθείας διενεγκεῖν, ἐπήγαγεν, “ἀλλὰ ποιήσει σὺν τῷ “πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν·” αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν ἐπάγει. ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν. τοῦτο γὰρ ᾐνίξατο εἰπών, “ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν,”
καὶ πάντα αὐτῶ ἀνατίθησι.
τῷ πειρασμῷ ποιήσει καὶ τῇ ὑπομονῇ καὶ καρτερίᾳ ἔκβασιν· τοῦτ’ ἔστι ποιήσει ὑμᾶς αὐτίκα καρτερικοὺς καὶ ὑπομένειν ἱκανοὺς, ὥστε μηδὲν ὑμᾶς ἐκ τοῦ πειρασμοῦ βλάπτεσθαι, ἀλλὰ μᾶλλον καὶ μεγάλα κερδαίνειν.
ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι. τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ
κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ
ἕνος ἄρτου μετέχομεν.
“κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; ὁ ἄρτος ὃν κλῶμεν, “οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; ὅτι εἷς ἄρτος, “ἓν σῶμα οἱ πολλοί ἐσμεν. οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου “μετέχομεν·” τῶν ἱερῶν ἀπολαύσαντες μυστηρίων, οὐχ αὐτῷ κοινωνοῦμεν τῷ δεσπότῃ· οὗ καὶ τὸ σῶμα καὶ τὸ αἷμα εἶναι
Φαμεν; καὶ πάντες εἰς ἓν σῶμα τελοῦμεν, ἐπειδὴ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαγχάνομεν.
καθ’ ἑαυτὸ τὸ ἐσθίειν διαβάλλει, εἰδωλολατρείαν τὸ πρᾶγμα καλῶν. “ὡς φρονίμοις λέγω·” ἐπειδὴ ἐξῇρε τὸ ἐσθίειν εἰδωλόθυτα, εἰδωλολατρείαν τὸ πρᾶγμα προσειπὼν, καὶ διὰ τοῦτο καθήψατο αὐτῶν, λοιπὸν πειρᾶται θεραπεῦσαι τὸ βραχὺ τοῦ λόγου, καὶ φησὶ, ὑμεῖς φρόνιμοι ὄντες, κρίνατε τὸ πρᾶγμα· καὶ εὔχεται αὐτὸ εὑρεῖν
εἰδωλολατρείαν. τοῦτο δὲ ποιεῖ, καὶ αὐτοὺς τοὺς ὑπευθύνους καθίζει δικαστάς· δεικνὺς ὅτι σφόδρα θαρρεῖ τοῖς οἰκείοις λόγοις ὡς ἀληθέσι. λοιπὸν κατασκευάζει εἰδωλολάτρας ὄντας καὶ κοινωνοὺς εἰδώλων τοὺς ἐσθίοντας εἰδωλόθυτα. “τὸ ποτήριον τῆς εὐλογίας “ὃ εὐλογοῦμεν.” ὃ μετὰ χεῖρας ἔχοντες εὐλογοῦμεν τὸ χαρισάμενον
ἡμῖν τὸ αἷμα αὐτοῦ, οὐχὶ κοινωνία τοῦ αἵματος Χριστοῦ ἐστι; συνάπτει γὰρ τῷ Χριστῷ τὸ αἷμα αὐτοῦ ὡς μέλη κεφαλῇ διὰ τῆς μεταλήψεως. “τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ “σώματος τοῦ Χριστοῦ ἐστιν;” ὅπερ ἐπὶ τοῦ σταυροῦ οὐ πέπονθεν ὁ Κύριος, “ὀστοῦν γὰρ αὐτοῦ,” φησὶν, “οὐ συντριβήσεται.”
τοῦτο δι’ ὑμᾶς ὑπομένει κατακλώμενος, ἵνα συνάψῃ ἡμᾶς ἑαυτῷ· “ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοὶ ἐσμεν.” ἐπειδὴ εἶπεν κοινωνία τοῦ σώματος τοῦ Κυρίου, δοκεῖ δὲ τὸ κοινωνοῦν ἕτερον εἶναι παρ’ ἐκεῖνο ὃ κοινωνεῖ, νῦν θέλει δεῖξαι ὅτι οὐ κοινωνοῦμεν, ἀλλ’ αὐτὸ τὸ σῶμα ἐσμὲν χριστοῦ οἱ πάντες, ὥσπερ ἀμέλει σῶμά ἐστιν
τῆς κεφαλῆς τὸ λοιπὸν σῶμα· καθάπερ γὰρ, φησὶ, ὁ ἄρτος ἐκ πολλῶν κόκκων εἰς γίνεται ἄρτος· οὕτω, φησὶ, καὶ ἡμεῖς πολλοὶ ὄντες, ἓν γινόμεθα σῶμα Χριστοῦ· “οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς “ἄρτου μετέχομεν.” εἶτα ἐπάγει καὶ λογισμὸν, πῶς γινόμεθα σῶμα Χριστοῦ. τί γάρ ἐστι σῶμα; φησὶν, ὁ ἄρτος δῆλον ὅτι
σῶμα Χριστοῦ. τί δὲ γίνεται ὁ μεταλαμβάνων; δῆλον ὅτι σῶμα Χριστοῦ. μετέχοντες γὰρ τοῦ σώματος τοῦ Χριστοῦ, καὶ ἡμεῖς ἐκεῖνο γινόμεθα· ἐπειδὴ γὰρ ἡ παλαιὰ σὰρξ ἐφθάρη ὑπὸ τῆς ἁμαρτίας, ἐδέησεν ἡμῖν σαρκὸς νέας.
γὰρ δῆλον, Φησί; “ὅτι τὸν ἄρτον ὃν κλῶμεν κοινωνία τοῦ σώμα- “τος τοῦ Χριστοῦ ἐστίν.” τοῦτ’ ἔστιν εἰς κοινωνίαν ἡμᾶς τοῦ σώματος συνάγει τοῦ Χριστοῦ. πόθεν δῆλον; ὅτι ἓν σῶμα ἐσμὲν καὶ καλούμεθα, πάντες Χριστῷ συναπτόμενοι ὡς τοῦ κοινοῦ σώματος κεφαλῇ. εἰ οὖν μὴ τῷ σώματι αὐτοῦ καὶ τῷ αἵματι
εἰς κοινωνίαν συνηγόμεθα, τίνι ἂν ἑτέρῳ ἓν σῶμα ἦμεν καὶ ἐκαλούμεθα;
τὰς θυσίας, κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τι
ἐστιν; ἀλλ’ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ
οὐ Θεῶ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων
γίνεσθαι. οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν
καὶ τραπέζης δαιμονίων. ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
“τί οὑν, φημί; ὅτι εἴδωλον τί ἐστιν; ἢ ὅτι εἱδω- “ λόθυτόν τι ἔστιν; ἀλλ’ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, “καὶ οὐ Θεῷ.” ἀλλὰ μηδείς με οἰέσθω λέγειν ὡς ἰσχύν τινα τῶν εἰδωλοθύτων ἐχόντων, καὶ φύσει μιᾶναι τὸν μεταλαμβάνοντα δυναμένων. οὐ γὰρ τοῦτο λέγω· ἀλλ’ ὅτι οἱ τῇ δεισιδαιμονίᾳ δουλεύοντες τοῖς δαιμονίοις τὰς θυσίας προσφέρουσιν· “οὐ θέλω δὲ “ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γένεσθαι.” εἶτα πλείονα ἐντίθησι Φόβον. “οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμο-
“νίων.” καὶ γὰρ ἐκεῖνοι τῶν σπονδῶν ἀπεγεύοντο. εἰτα λοιπὸν ὡς ἐπὶ ἀποδεδειγμένοις, “οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ “τραπέζης δαιμονίων.” πῶς οἷόν τε ὑμᾶς καὶ τῷ Κυρίῳ κοινωνεῖν διὰ τοῦ τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, καὶ πάλιν τοῖς δαίμοσι διὰ τῆς εἰδωλοθύτου τροφῆς;
τῶν καθότι δήποτε ὑπερεχόντων. οἱ γὰρ ἐλάττονες καὶ ἐφίενται τῆς παρὰ τῶν μειζόνων τιμῆς, καὶ ἀποτυγχάνοντες δάκνονται.
φησὶν, “ἣ παραζηλοῦμεν τὸν Κύριον;” ἀντὶ τοῦ παροξύνομεν αὐτόν. “μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;” ἔδειξεν διὰ τούτου, ὅτι οὐ θέλει ὁ Κύριος εἰδωλόθυτα ἡμᾶς ἐσθίειν. μὴ τοίνυν, φησὶ, θέλε, ἃ μὴ θέλει ὁ Κύριος, ὡς ἰσχυρότερος αὐτοῦ καὶ συνετώτερος. Θεοδωρίτου. Τὸ “παραζηλοῦμεν.” ἀντὶ τοῦ παρακνίζομεν
τέθεικεν.
αὐτά· ὅτι φησὶ τὰ θύματα οὐ Θεῷ ἀλλὰ δαίμοσι θύεται. μὴ τοίνυν τρέχετε ἐπὶ τὰ μισητὰ Θεῷ· καὶ γὰρ εἰ βασιλικῆς μετεῖχες τραπέζης, σὺ δὲ ταύτην ἀφεὶς, ἐπὶ τὰς τῶν καταδίκων 9 ἔτρεχες, εὑ ἐποίεις. οὐκ ἐπειδὴ ἔβλαπτεν ἣ ὠφέλει ἐκείνη, ἀλλ’ ὅτι ἐνύβριζες τὴν βασιλικὴν τράπεζαν· εἰ γὰρ οἱ τῆς μυστικῆς μετέχοντες τραπέζης, κοινωνοῦσι Θεῷ, οἱ δαιμόνων μετέχοντες τραπέζης, δῆλον ὅτι δαίμοσι κοινωνοῦσιν.
γεύεσθαι. προείρηται γὰρ ὅτι τῶν μὴ ὄντων ἐστὶν καὶ ἀνυπάρκτων κατ’ οὐσίαν, καὶ οὔτε βλάβην οὔτε ὠφέλειαν ἔχουσιν ἰσχὺν προξενῆσαί τινι. ἀλλὰ διὰ τοῦτο κωλύω, ὅτι διὰ τῶν εἰδώλων τοῖς δαίμοσι προσάγεται καὶ θυσία. πῶς οὖν οὐκ αὐτόθεν βδελυκτὸν καὶ φευκτὸν τὸ μεταλαμβάνειν δαιμονικῆς θυσίας καὶ
δι’ αὐτῆς αὐτοῖς ἐκείνοις ἔρχεσθαι εἰς κοινωνίαν; εἶτα καὶ διὰ τῆς παραθέσεως τῆς κυριακῆς τραπέζης καὶ τοῦ κυριακοῦ ποτηρίου μᾶλλον ἐλέγχει τὸ ἄτοπον τῶν γευομένων, ἅ ἐστιν εἰδωλόθυτα· καὶ ὅρα τὸ σοΦόν· καταρχὰς μὲν ἠρέμα πῶς ἥπτετο τῶν ἐλέγχων, προιὼν δὲ ὡς ἐνταῦθα, λίαν πικρῶς ἐπεμβαίνει.
μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. μηδεὶς τὸ ἑαυτοῦ
ζητείτω, ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου ἕκαστος. πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ
τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλῆ ῥὼ μὰ
ἀύτης.
οὔτε σοὶ συμφέρει τὸ βλάπτειν ἑτέρους, οὔτε ἐκείνους οἰκοδομεῖ τὸ παρὰ σοῦ γιγνόμενον. ἀλλὰ τέλειος εἶ’, ἀλλὰ προσήκει σε y καὶ τῶν ἀσθενεστέρων ἐπιμελεῖσθαι· τοῦτο γὰρ ἐπήγαγεν· “μη- “δεὶς τὸ ἑαυτοῦ ζητείτω· ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου ἕκαστος.” ἐπειδὴ δὲ παντελῶς τὴν τῶν εἰδωλοθύτων μετάληψιν ἀπηγόρευσεν,
πλήρεις δὲ ἦσαν αἱ πόλεις κατ’ ἐκεῖνο τοῦ καιροῦ τῶν τοιούτων κρεῶν, καὶ εἰκὸς ἦν τοὺς μὲν τὸν ἀποστολικὸν ἀγωνιῶν- 10 τὰς νόμον, μηδαμῶς ὠνεῖσθαι· τοὺς δὲ διὰ γαστριμαργίαν τοῦ νόμου καταφρονεῖν· ἀναγκαίως περὶ τούτου νομοθετεῖ τὰ προσήκοντα.
λαιμαργίας z. καὶ οὐ ταύτης μόνον αὐτὸν ἀπαλάττει τῆς ἀγώνιας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τοῦτ’ ἔστιν ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον, ἀλλ’ ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς· μὴ δὲ τοῦ μανθάνειν ὅτι ποτέ
ἐστι τὸ προκείμενον αὐτὸν παρέχειν τὰς ἀφορμάς· ὥστε ἐστι καὶ φορὰ, ἀλλ’ ἀπὸ τῆς διανοίας ποιοῦντα ἀκάθαρτον. διὰ τοῦτο φησὶ, “μηδὲν ἀνακρίνοντες.” τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ οἱ καρποὶ, καὶ τὰ a εἰ ’δε αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον. ἀλλ’ ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ τῆς παρακοῆς.
ἐπετίμησεν, ἵνα μή τις εἴπῃ τι οὖν; ἀποσχέσθαι ἄρα δεῖ ἡμᾶς καὶ τῶν ἐν ἀγορᾷ κρεῶν προκειμένων; ἣ ἀνάγκην σχοίημεν ἃν περιιέναι τὰς ἀγορὰς, καὶ ἐπερωτᾶν καὶ ἀνακρίνειν μὴ ποτὲ εἰδωλόθυτον εἴη; εἰς τοιαῦτα ἡμῶν συγκλείσομεν καὶ συνελάσομεν τὸν βίον; ἵνα οὖν μὴ τοιαῦτα τινὲς ἀντιτείνειν ἔχοιεν, προφθάσας
αὐτὸς δίδωσι τὰς λύσεις, καὶ φησὶ, μήτε τὰ ἐν ἀγορᾷ ἀνάγκην εἶναι παραιτεῖσθαι, μήτε ἀνακρίνειν καὶ ἐπερωτᾶν ἄρα εἰδωλόθυτόν ἐστιν ἢ οὓ, ἀλλ’ ἐκείνων ἀπέχεσθαι μόνων περὶ ὧν τις φθάσας ἐμήνυσεν εἰδωλόθυτα εἰναι.
αὐτὴν καθαρὰν καὶ ἀδίστακτον ἐσθίοντας ἔχειν, καὶ μὴ δεῖσθαι πληροφορίας ἄλλης τῆς ἀπὸ τῆς ἀνακρίσεως.
τὰ πληροῦντα αὐτὴν καρποὶ, καὶ ζῷα καὶ τὰ ὅμοια· εἶτα προιὼν λέγει, ἐὰν δέ τις ὑμῖν εἴπῃ, τι οὑν; νῦν οὐκ ἔστιν ἡ γῆ τοῦ Κυρίου καὶ τὰ ἐν αὐτὴ; ἀλλ’ ὅτε μὲν οὐκ ἐκώλυες ἐσθίειν, τοῦ Κυρίου ἦν, νῦν δὲ οὐκ ἔστιν; ἵνα οὖν μὴ ἐξῇ λέγειν τοῦτό τινι, πάλιν τίθησι τὸ αὐτὸ, καὶ φησὶ, τοῦ Κυρίου μὲν ἡ γῆ καὶ τὰ
ἐν αὐτῇ, ὅπερ καὶ πρόσθεν εἶπον, ἀλλὰ διὰ τὸν μηνύσαντα καὶ τὴν συνείδησιν αὐτοῦ, οὐ δεῖ γεύσασθαι ἐκείνων τῶν εἰδωλοθύτων· εἰ γὰρ “τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς,” αὐτὸς οὐδενὸς ποιήσει ὑμᾶς ἔχειν ἐνδεῶς. κἂν ταύτης δι’ αὐτὸν ἀπόσχησθε τῆς εἰδωλοθύτου θοίνης. ἢ ἐπεὶ τοῦ Κυρίου ἡ γῆ καὶ τὰ ἐν αὐτῇ, πολλῷ
μᾶλλον καὶ ὁ ἄνθρωπος ὁ ἐν αὐτῇ. διὰ γοῦν τοῦτον τὸν μηνύσανα, ὅς ἐστι τοῦ Κυρίου, καὶ τοὺς ἄλλους, ἴσως τοὺς μηνύοντος ἀκούοντας, ἵνα μὴ βλαβῶσι, μὴ ἐσθίετε· “τοῦ γὰρ Κυρίου ἡ γῆ “καὶ τὰ ἐν αὐτῇ·” οὐ γὰρ ὅτε μὲν ἔδει φαγεῖν, τοῦτο ἔδει ἐννοεῖν, ὅτε δὲ μὴ ἐσθίειν, τοῦτο παρορᾶν· ἀλλ’ ἀεὶ ὡσαύτως ἔχοντας, καὶ
τότε εὐχαρίστως ἐσθίειν· ὡς τοῦ Κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν, ταῦτα καὶ νῦν εἰκότως μὴ ἐσθίειν, ὡς φυλαττόμενος σκανδαλίζειν τοὺς τοῦ Κυρίου δούλους καὶ ὁμοδούλους ἡμῶν.
ἀνακρίνοντες διὰ τὴν συνείδησιν. ἐὰν δέ τις ὑμῖν εἴπῃ; τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε, δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ
καὶ τὸ πλήρωμα αὐτῆς. συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἵνα τί γὰρ ἡ ἐλευθερία
μοῦ κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ δὲ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
οὐδὲ γὰρ οἷόν τε ἦν τοὺς ἀπίστους ἀγρεύεσθαι τῆς ἐπιμιξίας κωλυομένης. “ἐὰν δέ τις ὑμῖν εἴπῃ· τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ “ἐσθίετε δι’ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. τοῦτο τέθεικεν καὶ ἐπὶ τοῦ μὴ ἐσθίειν, διδάσκων ὡς καὶ μεταλαμβάνοντας
εἰδέναι δεῖ ὡς τοῦ Κυρίου πᾶσα ἡ γῆ, καὶ ὅτι τῆς τῶν εἰδώλων ἀσθενείας, σὺ μὲν καταφρονεῖς· ἐκεῖνος δὲ, τῇ πλάνῃ δεδουλόμενος, βλάβην ἐντεῦθεν καρποῦται, εἰδωλοθύτων σε κρεῶν μεταλαμβάνειν ἡγούμενος. τοῦτο γὰρ διδάσκει τὰ ἑξῆς, “ἵνα τί “γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;” ἐλευθερίαν
καλεῖ τὴν χάριν τῆς πίστεως. τοῦτο γὰρ καὶ ἐν τοῖς μετὰ ταῦτα διδάσκει.
εἰναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ. ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος ἀπέχεται· διόπερ ὁ Παῦλος ἀμφότερα κατασκεύασαι βουλόμενος, φησὶ, “πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. εἰ δέ τις ὑμῖν εἴπῃ τοῦτο
“εἰδωλόθυτόν ἐστι· μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα καὶ τὴν συνεί- “δησιν.” τοῦτ’ ἐστιν ἵνα μὴ βλαβῇ. οὐκ οὖν δεῖ περιεργάζεσθαι; οὐ φησί. οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν καὶ τὸν μηνύσαντα. καὶ πάλιν· “συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, “ἀλλὰ τὴν τοῦ ἑτέρου. εἰ ἐγὼ χάριτι μετέχω· τί βλασφημοῦμαι
“ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;” ἐγὼ μὲν φησὶν εὐχαριστῶ τῷ Θεῷ, ὅτι οὕτω μὲ ὑψηλὸν πεποίηκεν καὶ Ἰουδαϊκῆς ταπεινότητος ἀνώτερον, ὡς μηδαμόθεν βλάπτεσθαι. ὡς δὲ Ἕλληνες οὐκ εἰδότες μου τὴν ΦιλοσοΦίαν τἀναντία ὑποπτεύουσιν· ἐροῦσι γὰρ ὅτι Χριστιανοὶ τῶν ἡμετέρων ἐφίενται, καὶ ὑποκριταί τινές εἰσι, διαβάλλοντες μὲν δαίμονας καὶ ἀποστρεφόμενοι, ἐπὶ δὲ τὰς τραπέζας αὐτῶν τρέχοντες. οὗ τί γένοιτ’ ἃν ἀναισθητότερον; πόσης οὖν ἀνοίας ἃν εἴη, ὑπὲρ ὣν οὕτως εὐεργετήθην ὡς καὶ εὐχαριστεῖν, ὑπὲρ τούτων βλασφημίας αἴτιον γίνεσθαι;
ὠφέλεις εὐχαριστεῖν τελειωθεὶς τὴν διάνοιαν; αὐτὸς δὲ ἐφ’ ἑαυτοῦ τὸν λόγον ἐσχημάτισεν, μετριώτερον τὸν ἔλεγχον ποιῶν· εἶτα ἐπάγει, “εἴτε ἐσθίετε καὶ ἑξῆς, ὅτε τῶν ἐλέγχων ἔπαυσεν, τότε τὸν εἰς ἑαυτὸν λύσας μετασχηματισμὸν, ἐξ εὐθείας αὐτοῖς παραινεῖ λέγων, “εἴτε ἐσθίστε” καὶ ἑξῆς.
εἰς δόξαν Θεοῦ ποιεῖτε. ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις
καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ· καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον,
ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. μιμηταί μου
γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
“ἀνθρώπων, ἵνα γνόντες τὰ καλὰ ἔργα ὑμῶν, δοξάζωσι τὸν Πα- “τέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.” οὕτω κἀνταῦθα ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ Ἐκκλησίᾳ τοῦ Θεοῦ. ἐξ ὑμῶν πρόφασις σκανδάλου μηδεμία γινέσθω, μήτε τοῖς ἀπιστοῦσι, μήτε τοῖς ἤδη πιστεύσασιν. “καθὼς ἐγὼ πάντα
“πᾶσιν ἀρέσκω.” ἀλλὰ τοῦτο κολάκων ἴδιον· ἀλλὰ τὸ ἑξῆς λεγόμενον, οὐ τῶν τοιούτων, “μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, “ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν.” οἱ δὲ κόλακες οὐ τὸ ἀλλότριον συμφέρον, ἀλλὰ τὸ οἰκεῖον ζητοῦσιν· μᾶλλον δὲ οὐδὲ τὸ οἰκεῖον· ἑαυτοὺς γὰρ πρὸ τῶν ἄλλων λυμαίνονται· ὁ δὲ θεῖος Ἀπόστολος τὸ μὲν οἰκεῖον οὐκ ἐζήτει· τὴν δὲ τῶν ἄλλων ἐπραγματεύετο σωτηρίαν· δι’ ἐκείνων αὔξων τὸν ἀνώλεθρον πλοῦτον. “μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ·” ταύτας μου τὰς οἰκονομίας ζηλώσατε· καὶ γὰρ ἐγὼ τὸν δεσπότην μεμίμημαι· ὃς
ἑτέρως μὲν Ἰουδαίοις, ἑτέρως δὲ τοῖς Ἀποστόλοις ὡμίλει· καὶ ἄλλα μὲν τοῖς τελείοις, ἀλλὰ δὲ τοῖς ἀτελέσι προσέφερεν.
ἔστι μηδεμίαν μηδενὶ ψόγου παρέχοντες ἀφορμήν· ἔσται δὲ τοῦτο, ἐὰν μήτε Ἕλληνα μήτε Ἰουδαῖον σκανδαλίσωμεν, μήτε μὴν τοὺς ἀδελφούς· οὗτοι γὰρ ἡ Ἐκκλησία τοῦ Θεοῦ. ὅρα δὲ τὸ μεῖζον ἔσχατον εἶπεν. καὶ γὰρ καὶ τοὺς ἄλλους ἐφέλκεσθαι προσήκει πρὸς τὴν πίστιν, οὐ μὴν καὶ τοὺς ἀδελφοὺς διώκειν.
σημαίνει δὲ ἐκ τούτων πάντας σκανδαλιζόμενος, ἐκ τοῦ ἐσθίειν αὐτοὺς εἰδωλόθυτα. εἶτα ἐπειδὴ δυσχερὲς ἐπέταξεν, ὑπευθύνους γὰρ αὐτοὺς ἐποίησεν, καὶ τῆς Ἰουδαίων καὶ Ἐλλήνων βλάβης, ἑαυτὸν εἰς παράδειγμα τέθεικεν· εὐπαράδεκτον ταύτῃ κατασκευάζων τὸν λόγον. ὡς εἰ εἰπεν, “εἰς πάντα πᾶσιν ἀρέσκω.” ὅπερ
καὶ ἄνω ἔλεγεν, “τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινας “σώσω.” “μὴ ζητῶν τὸ ἐμαυτοῦ συμΦέρον.” ὥς ὁτ’ ἃν ἔλεγεν, “εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χρίστου ὑπὲρ τῶν ἀδελφῶν καὶ “τῶν συγγενῶν μου.” τοῦτο γὰρ μίμησις Χριστοῦ, τὸ μὴ ἑαυτοῦ, ἀλλὰ τῶν πλησίων κήδεσθαι c.
ἐφ’ ὅτῳ αὐτοὺς ἐσπούδασεν ἀρέσκειν, καὶ φησὶν, ὅτι ἐπὶ τὸ ἐκείνοῖς συμφέρον, καὶ οὐχ ἁπλῶς συμφέρον ἀλλ’ ἔτι σαφέστερον ἵνα σωθῶσί, φησι.
Catena In Epistulam I Ad Corinthios (Typus Vaticanus) (e Cod. Paris. gr. 227). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.