ΚΕΦ. ΙΓ.
καὶ λόγον ἡ μέθεξις. οἱ γὰρ τῶν ἐπὶ γῆς ὑπερορῶντες, ἄξιοι καὶ τῶν ἀνωτάτω γερῶν· καὶ οἱ προπονηκοτες ἐν ἀνδρεία καὶ υπομονῇ μέλλουσι στεφάνων ἀπολαύειν ἐν ἀσυγκρίτοις ὑπεροχαῖς. μειονεκτεῖται γὰρ ὁ εἰς ἀρετὴν πόνος τῶν μετὰ ταῦτα τιμῶν. δόξαν δὲ λέγει τῶν ἁγίων, ἐπείπερ ἐκλάμψουσιν οἱ δίκαιοι κατὰ
καιροὺς ὡς ὁ ἥλιος, ἐν τιμῇ καὶ δόξῃ καὶ ἀφθαρσίᾳ γεγονότες, ἐν τῶ μεταβληθῆναι αὐτῶν τὸ σῶμα, καθὼς μετεμορφώθη ὁ Χριστὸς ἐν τῷ ὄρει.
ὑπερέχον γνωρίσας τῆς χάριτος είτα ἴνα μὴ διὰ τὸ μέγεθος τοι; μαθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ Ἀγίου Πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ προ- τρέπει μηδὲν ἀκίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα χρησίμης καὶ ἀναγκαίας αὐτῷ τῆς περὶ τούτων οὔσης διδασκαλίας·
ἄλλως τε καὶ πολλῶν πολέμων ἐν ταῖς ἀρχαῖς τοῦ κη- ρύγματος ἐπιφερομένων τοῖς μαθηταῖς. χρὴ τοίνυν, φησὶ, τῆς διὰ Χριστοῦ δόξης ὀρεγομένους, ὁμοίως αὐτῷ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἐνίστασθαι πειρασμούς. ἡ γὰρ τῶν παθημάτων κοινωνία, καὶ τῆς ἀντιδόσεως κοινωνίαν ἐργάσεται. ἐγὼ γοῦν φησὶν, ἐνθυμούμενος,
καὶ πάσας ἀντιπαρατιθεὶς τὰς ἐπὶ τοῦ παρόντος θλίψεις αἰῶνος, τοῖς ἐπηγγελμένοις ἡμῖν ἀγαθοῖς ἐν Χριστῷ, μικρὰς καὶ τὸ μηδὲν οὔσας εὑρίσκω.
“καιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.
Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται.
που πάντως εἰδυῖα τὸ ἐσόμενον τοῦ Θεοῦ. πῶς γὰρ, ἢ πόθεν; ἀλλ’ ὅτι ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, πρὸς τοῦτο ἥξει τὸ τέλος. μεταπλαττομένων γὰρ ὥσπερ εἰς δόξαν ἐξ ἀτιμίας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν τῶν τοῦ Θεοῦ τέκνων, τουτέστι τῶν τὴν εὐδόκιμον κατορθωκότων ζωήν·
καὶ αὐτοί που πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον. καὶ πρόσγε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν, ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν· καὶ τᾶι ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.
δόξης τὸ περιὸν, ὡς καὶ τὴν ἀποκαραδοκίαν τῆς κτίσεως, τουτέστι τὴν ἄπωθεν αὐτῆς προσδοκίαν δήλην ὑπάρχειν, ὅτι τὴν ἀποκάλυψιν ἐκδέχεται τῶν υἱῶν τοῦ Θεοῦ, διὰ τὸ τέως τὴν ζωὴν ἡμῶν κεκρύφθαι σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. τὸ μέντοι σύμπαν νόημα, τοιοῦτον ἐστίν. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι
μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷόν τι λέγω· πεφώραταί τις ἀγαθόν τι πεποιηκὼς, ἣ πάλιν κακόν. εὐθὺς παριόντες φαμὲν, ἀλλὰ καὶ πόρρωθεν οὗτος τοιοῦτος ὣν κατεφαίνετο, καὶ ἐδείκνυ τῷ σχήματι. καὶ ἐγὼ μὲν αὐτὸν ἐκ τῆσδέ τῆς ῥήσεως ὅστις ἦν,
αὐτίκα μάλα κατέμαθον. καὶ ὅλως τοιαῦτά τινα πρὸς τὴν παροῦσαν πρᾶξιν τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν τι φησὶ καὶ ὁ Εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίου, ὅτι οὐ συνίεσαν μὲν τὰ περὶ αὐτὸν οἰκονομούμενα πρότερον· ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν,
τότε ἔγνωσαν ὅτι ταύτα ἢν ἐπ’ αὐτῷ γεγραμμένα· καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὧ εἶπεν ὁ Ἰησοῦς. κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνώμην παρειληφὼς, καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκτο 1 τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα. λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκεύη προκηρύττει τὸ νῦν πεφηνὸς εὐαγγέλιον, καὶ δήλη καὶ σαφής ἐστι τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ περιμένουσα. ἐπεὶ μηδὲ ματαίως ὄντως ἔκτισε πάντας τοὺς υἱοὺς
τῶν ἀνθρώπων.
δὲ τοῖς πολλοῖς δ̀οίδωσι τὰ γεγραμμένα ὡς ἔμψυχός ἐστιν ἡ ὁρω- μένη κτίσις, καὶ λογικήν τινα ἔχειν αἴσθησιν ὁ κόσμος. εἰ γὰρ συστενάζει καὶ συνωδίνει, καὶ τὴν ἀποκάλυψιν ἀπεκδέχεται, δῆλον ὅτι, φησὶ, καὶ συναισθάνεται, καὶ λογισμῷ κινεῖται. οὐχ οὕτω δὲ ἔχει· ἀλλὰ τὰς ἐφεστηκυίας αὐταῖς δυνάμεις, τὰς ταγείσας παρὰ
Θεοῦ διέπειν τὴν κτίσιν κατὰ τὴν τοῦ δημιουργοῦ βούλησιν κατὰ τὸ γεγραμμένον, “ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς ἔσπειρεν “υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.” οὕτω δὲ καὶ ἐπὶ τοῦ, *’ εὐλογεῖτε ψῦχος καὶ καῦμα·” καὶ πάλιν “χάλαζα καὶ χιὼν” καὶ τὰ ὅμοια, ταῖς ἐφεστηκυίαις ἐπὶ τούτων
δυνάμεσι λέγεσθαι νοητέον. οὐ γὰρ ἀναισθήτοις ὕλαις παρακε- λεύεται αἰνεῖν τὸν Θεόν. ὥσπερ γὰρ, “πᾶσα ἡ γῆ προσκυνησάτω “σοι, καὶ ψαλάτωσάν σοι” καὶ ὥσπερ “ὁ Κύριος ἐβασίλευσεν· “ἀγαλλιάσθω ἡ γῆ· τοὺς ἐπὶ τῆς γῆς ἀνθρώπους λέγει· καὶ “πενθήσει οτͅνος, καὶ πενθήσει ἄμπελος,” τοὺς ἐφεστηκότας λέγει
γεωργούς· οὕτω καὶ νῦν τὴν κτίσιν λέγει τὰς δυνάμεις τὰ, ἐφε- στηκυίας ταῖς ἀψύχοις ὕλαις, καὶ αὐτὰς κτιστὰς οὔσας. ὥσπερ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ πέρι αὐτοῦ.
τὸ ἀπελπίζειν. ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν. ἓν σῶμα τὴν σύμ- σύμπασαν κτίσιν ἐποίησεν ὁ Θεός. ὅθεν καὶ κόσμος λέγεται πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα· ὡς ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ φησὶν, “ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ Ἀγγέλοις καὶ ἀν- “θρώποις.” ἐπειδὴ τοίνυν διαφορά τίς ἐστιν ἐν αὐτοῖς, τὸ τὰ μὲν εἶναι ὁρατὰ, τὰ δὲ ἀόρατα· βουλόμενος εἰς ἓν τὰ πάντα συνῆφθαι, πεποίηκε τὸν ἄνθρωπον. ἐξ ὁρατοῦ μὲν συγκείμενον τοῦ σώματος, καὶ συγγενοῦς τῇ φαινομένῃ κτίσει. ἐκ γῆς γὰρ σύγκειται καὶ ἀέρος καὶ ὕδατος καὶ πυρός· ἀοράτου δὲ τῆς ψυχῆς, καὶ οἰκείας
τοῖς ἀοράτοις. καὶ δὴ πεποίηκεν αὐτὸν, ὧσπέρ τι φιλίας ἐνέχυρον τοῖς πᾶσι. χρήσιμα μὲν γὰρ αὐτῷ τὰ φαινόμενα, ὡς αὐτῇ τῇ πείρᾳ μανθάνομεν. ἐφεστᾶσι δὲ αὐτοῖς αἱ νοηταὶ φύσεις, πρὸς τὸ ἡμῖν ὠφέλιμον αὐτὰ κινοῦσαι. καὶ τούτου μάρτυς ὁ Ἀπόστολος, περὶ τῆς ἐναντίας λέγων δυνάμεως, “κατὰ τὸν ἄρχοντα τῆς ἐξου-
“σίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.” ὡς εἶναι δῆλον ἡμῖν, ὅτι πρὸ τῆς παραβάσεως εἰς τοὺς ἐφεστῶτας τῇ τοῦ ἀέρος κινήσει ὁ διάβολος συνετέλει. καὶ μὴν καὶ τοῖς πρὸς διδασκαλίαν τῆς εὐσεβείας εἰς ἡμετέραν ὠφέλειαν ὑπῆρε. τεῖσθαι σύνηθες αὐτοῦ, ὡς καὶ Ἀπόστολός φησιν, “οὐχὶ πάντες
“ εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ “τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν”
“τωλῷ μετανοοῦντι καὶ ἀγγέλους χαίρειν ἐν οὐρανοῖς.” δῆλον δὲ ὅτι καὶ λύπην αὐτοῖς προξενεῖ τὰ καθ’ ἡμᾶς ἐπὶ τὸ χεῖρον διακείμενα. οὐδὲ γὰρ ἃν εὐφραίνοιντο ἡμῶν ἀφισταμένων τῆς τῶν ἀτόπων πράξεως, εἰ μὴ καὶ λύπην αὐταῖς ἐκίνει τὸ μένειν ἡμᾶς ἐπ’ ἐκείνων. οὕτω δὴ γνώμης ἔχουσαι περὶ ἡμᾶς, ὡς ἄτε δὴ οἰκεῖον
ζῶον καὶ συγγενὲς αὐταῖς, ἡνίκα γεγονὼς ὁ Ἀδὰμ, ἐδέξατο τοῦ Θεοῦ τὸ ἐπίταγμα, ὁμοῦ κἀκεῖνο ἀκούσας, ὡς παραβὰς ἀποθανεῖται, ἐσκόπουν ἥντινα ἄρα τὰ κατ’ αὐτὸν τὴν ἔκβασιν λήψεται· καὶ ἐπειδὴ παραβὰς θνητὸς ἐγένετο διὰ τῆς ἀποφάσεως, ἐχωρίζετό τε ὡς εἰκὸς ἡ ψυχὴ τοῦ σώματος, καὶ ὁ μηχανηθεὶς διὰ τοῦ
ἀνθρώπου σύνδεσμος τῆς κτίσεως διέλυτο.
μένοι.
τὴν ὑπόσχεσιν ηὐθύμουν μαθόντες ὡς ἡ θεία χάρις τῶν ἡμῶν ἐπταισμένων ποιήσεται τὴν διόρθωσιν, καὶ φιλοτιμίᾳ πάντα ἡμῖν ἀποδώσει, ὧν ἡμεῖς ἑαυτοὺς διὰ μοχθηρίαν ἀπεστερήσαμεν τρόπου. καὶ μενεῖ μὲν ὁ καθόλου σύνδεσμος διάλυσιν οὐδεμίαν ἐπιδεχόμενος τοῦ λοιποῦ. μενεῖ δὲ ἄρρηκτος καὶ τῇ κτίσει πρὸς ἑαυτὴν
ἡ φιλία. ἐντεῦθεν καὶ πράττει ἅπαντα ὑπὲρ ἡμῶν οὐκ ὤκνουν. καίτοιγε ἐν τοῖς χείροσιν ἐξεταζομένων τῇ τῶν μελλόντων ἐλπίδι, διὰ τὴν τοῦ Θεοῦ ἐπαγγελίαν κρατούμενοι. τοῦτο οὖν λέγει, ὅτι ἡ κτίσις τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ κἄ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν
μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, λέγει τὴν ἀνάστασιν· καθόλου τὴν υἱοθεσίαν τὴν ἀθανασίαν καλῶν. ἐπειδὴ υἱῶν εἶναι νομίζει Θεοῦ τὸ ἀθανάτους εἶναι. ὅθεν καὶ ὁ Δαβὶδ λέγει, “ἐγὼ εἶπα “θεοὶ ἐστὲ, καὶ υἱοὶ ὑψίστου πάντες·” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε.
ὡς ἃν οὐκ ἔχοντος λόγου τὸ ἀποθνήσκειν τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας.
τῆς ἀναστάσεως ἡμέραν, ἥτις ἐστὶν ἡ ἀποκάλυψις τῶν υἱῶν τοῦ Θεοῦ, καὶ ἡ τῶν δικαίων φανέρωσις. καραδοκία γὰρ ἡ ἐπιτεταμένη 2 τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται. ὡς τὸν προσδοκῶντα μονονουχὶ καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλων τὸ προσδοκούμενον.
ὡς μηδὲν εἶναι λαμπρότερον τῆς πρὸς ἡμᾶς ἐσομένης εὐδοξίας. ἀκόλουθον δὲ υἱοῖς Θεοῦ τὴν κτίσιν ἕπεσθαι κτῆμα οὖσαν Θεοῦ. ἐλευθέρῳ γὰρ τὸ δοῦλον ἀκολουθεῖ, καὶ υἱῷ τὸ κτῆμα διὰ τὴν εὐγένειαν ὑποτέτακται. καὶ η πρὸς ’τον πατέρα οἰκείωσις τοῖς υἱοῖς ὑποτάττει τὸ δοῦλον. δῆλον δὲ ὅτι κατὰ χάριν ἔχοντες τὸ
υἱοὶ εἶναι Θεοῦ, διὰ τὴν τοῦ Πνεύματος, ὡς προείρηκε, μετουσίαν, κατὰ χάριν ἔχομεν τὸ ἡγεμονικὸν ἐν τῇ κτίσει τῇ δόξῃ τοῦ ἀληθοῦς Υἱοῦ δεξάμενοι. ὥστε μὴ εἶναι παρὰ δόξαν τὸ τὴν τοσαύτην καὶ τοιαύτην κτίσιν ἀνθρώποις ὑποτετάχθαι, μικροῖς ἐν τῇ κτίσει φαινομένοις.
ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα ποτέ. πῶς δὲ δὴ ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαι τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶ, τῆς οὕτως αἰσχρᾶς
δουλείας, οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν ὑποτέτακται τε, ὡς ὑποζευγνύντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπόγε τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν
αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετεῖ x τοῖς αὐτοῦ τέκνοις καὶ ταῖς τῶν ἐξειλεγμένων παραβαίσετο y χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τι 3 δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώζουσα. πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, κάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ.
τῶν φθαρτῶν ἅπασα συνετείνετο· μὴ ἐπ’ ἐλπίδι καὶ προσδοκίαις τοιαύταις ποιεῖν αὐτῇ, τοῦ Θεοῦ τοῦτο νομοθετήσαντος; τὸ δὲ “οὐχ ἑκοῦσα” προσωποποιήσας ἔφη. πολὺ δὲ τοῦτο παρὰ τῇ θεοπνεύστῳ γραφῇ τὸ ἰδίωμα· λέγω τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις περιτιθέναι. ὥσπερ ἀμέλει κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν,
“ ἀπέστειλε γὰρ,” φησὶν, “Ἰωνᾶς βασιλεὺς Ἰσραὴλ πρὸς “Ἀμεσίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέ- “στειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων, δὸς τὴν θυγα- “τέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα.” ἀλλὰ καὶ ἐν τοῖς Κριταῖς, Ιωθὰμ ὁ Γεδεῶνος τοῦ καὶ Ἱεροβοὰμ υἱὸς, εἶπε, φησὶ, πρὸς ἄνδρας
Σικίμων, “ἐξεπορεύθη τὰ ξύλα τοῦ χρίσαι ἐφ’ ἑαυτὰ βασιλέα· “καὶ εἶπον τῆ ἐλαίᾳ, βασίλευσον ἐφ’ ἡμᾶς.” καὶ ὅλως ἀνάπλεως ὡς ἔφην τῶν τοιούτων ἡ θεῖα γραφή. τὸ οὖν “οὐχ ἑκοῦσα” κατὰ τοῦτο καὶ ὁ Απόστολος ἔφησε τὸ ἰδίωμα. ἣ καὶ διὰ τοὺς Αγγέλους τυχὸν, ἵνα ἀπὸ τοῦ κρείττονος ὡς περὶ πάσης αὐτῆς ᾖ τὸ
λεγόμενον.
φθορᾶς, καὶ μεταβολῶν καὶ τροπῆς. ἐπειδὰν καὶ ἡμεῖς ἀξιωθέντες τῆς ἀναστάσεως, ἀθάνατοι τῇ τοῦ Θεοῦ δυνάμει γινόμεθα.
Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.
ἡμετέρας ἐλευθερίας συναπολαύουσα. παύσεται γὰρ τηνικαῦτα λοιπὸν δουλεύουσα τῇ φθορᾷ. τουτέστιν οὔτε ἡμῖν ἔτι φθαρτοῖς οὖσιν ἐξυπηρετήσεται. ἴσμεν γὰρ ὅση νῦν ἡ τῶν στοιχείων κτίσις ἀλλοίωσιν ὑφίσταται καὶ φθοράν. καὶ μὴν καὶ τοὺς Ἀγγέλους ὅτι μήπω φύσει τὸ ἄτρεπτον ἔχουσιν ἐπιστάμεθα· οὐκ ἀπὸ τῶν ἐκπεπτωκότων μόνον, καὶ διὰ τοῦτο πεσόντων ἐξ οὐρανοῦ, ἀλλὰ καὶ ἀφ’ ὧν Παῦλος ἔφη περὶ αὐτῶν ὡς ἐνδεχομένων τὸ ἁμαρτεῖν· “κἂν γὰρ ἡμεῖς,” φησὶ, “κἂν Ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίξε- “ται ὑμᾶς παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.”
καὶ ἔπι τῆ ἀυτῶν κακώσει τὰ πέρι αὐτοὺς στοιχεῖα κακοῦν· ὧν γενομένων, αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου διαμένουσιν. ᾧ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον,
τοῦτο τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ, ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβεῖται, ἡ πόλις ἀγανακτεῖ, ἡ χώρα ὀργίζεται· ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες.
ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ὑπὸ τῶν συνδούλων αὐτῆς. ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὥστε τῆς δεσποτικῆς κῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βάρεως φέρει τὸ γινόμενον, καὶ ὠδίνει καὶ ἄχθεται πρὸς τὴν τῶν ἀνθρώπων ματαίαν προσκύνησιν,
καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς. φησὶ δὲ ὅτι οὐδὲ ἐξ ἀρχῆς ἑκοῦσα οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ. ἀλλ’ ὑπετάγη συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη ἐπ’ ἐλπίδι μελλούσῃ. ποιᾷ; ταύτῃ, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται. πότε δὲ ἐλευθερωθήσεται; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων·
διὸ εἰκότως “ἡ καραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν “τῶν τέκνων τοῦ Θεοῦ ἀπεκδέχεται.”
προσέθηκεν. ἄνω “ἡ κτίσις” εἰρηκὼς μόνον. βούλεται δὲ εἰπεῖν ὅτι συμφώνως ἐπιδείκνυται τοῦτο πᾶσα ἡ κτίσις· ἵνα καὶ τὸ παρὰ πάσης τὸ αὐτὸ γίνεσθαι ὁμοίως, παιδεύσῃ τούτους τὴν πρὸς ἅπαντας κοινωνίαν αἱρεῖσθαι τῇ τῶν λυπηρῶν καρτερίᾳ. πῶς δὲ πᾶσαν ἔφη τοῦτο ὑπομένειν τὴν κτίσιν; τὰς μὲν ἀοράτους ὡς
εἰκὸς, ἅτε δὴ λογικὰς καὶ τῶν γινομένων ἐχούσας τὴν αἴσθησιν· τὰς δὲ ὁρατὰς, τῇ κοινωνίᾳ τοῦ πράγματος.
γίνεσθαι πεφυκός. αὐτοὶ γὰρ ἡμεῖς, φησὶν, οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες ὁκήνος y νοῦν πολυφρόντιδα. γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ
μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία ἰξοτοῦς z μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος a ἀεὶ καταφεύγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτητοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν. ἔσεσθαι δὲ προσδοκῶ) τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰς
ἅπαν φρόνημα τὸ σαρκικὸν καὶ c γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ 4 κέντρον. τοῦτο εἶναι φαμὲν τὸ σῶμα τὸ πνευματικόν. εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μηδέ τινες ὅλως συκοφαντείτωσαν τὴν ἀνάστασιν· μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσεβείας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα καὶ ἀφαντισθήσεται λέγειν εἰς ἅπαν αὐτὴν πεσοῦσαν εἰς γῆν. ἀντανίστασθαι
δὲ ὥσπερ ἕτερόν τι πνευματικὸν, ἴσχυόν φημι καὶ ἀερῶδες z. νοοῦσι γὰρ ὧδε τὸ πνευματικὸν αὐτοί.
τοσοῦτον τῶν μελλόντων εἰλήφαμεν πόθον, ὥστε ἀσχάλλομεν πρὸς τὴν μέλλησιν, καὶ ῥαδίως οὐχ ὑποφέρομεν τὴν ἀναβολήν· ἀλλὰ κομίσασθαι τὸ πᾶν ἤδη γλιχόμεθα. καὶ τὴν υἱοθεσίαν δηλῶν, τὴν ἀπολύτρωσίν, φησι, τοῦ σώματος ἡμῶν ἐπιθυμοῦμεν, τουτέστιν ἀπολυθῆναι τὸ ἡμέτερον σῶμα φθορᾶς καὶ ἁμαρτίας καὶ θανάτου ποτέ.
ἐπειδήπερ ἐν τοῖς ἀνωτέροις μὲν ὡς ἤδη τῆς θνητότητος τὴν εὐχαριστίαν ἀνέκραγεν, ἐνταῦθα πάλιν ὡς οὔπω τούτου τετυχηκὼς, ἀλλ’ ἔτι τυχεῖν ἐφιέμενος προστίθησι· “τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ”ἐν ἐλπίσιν ἔτι, φησὶ, τὰ τῆς σωτηρίας ἡμῶν.
τὴν ἐλευθερίαν διὰ τοῦ Πνεύματος ἀπεκδεχομένην, ἀλλὰ καὶ ἡμεῖς, καίτοι ἤδη τὰς ἀπαρχὰς τοῦ Πνεύματος εἰληφότες, καὶ πειρασθέντες αὐτοῦ τῆς εὐεργεσίας. εἰ καὶ μηδέπω τὸ τέλειον τῆς ὑποσχέσεως εἰλήφαμεν. ὁ ἐστιν ἡ υἱοθεσία διὰ τῆς τοῦ σώματος ἀπολυτρώσεως.
ἥτις αὐτοῖς ἐπὶ τοῦ μέλλοντος αἰῶνος προσγίνεσθαι ἔμελλε. ταῦτα τοίνυν, φησὶ, βεβαίως ἐλπίζειν ὅτι πρόσεσται ἡμῖν, ἐπὶ τοῦ παρόντος εἰλήφαμεν βίου.
περιμένοντας, ὑπομένειν ἅπαν ὅτι ἃν καὶ παθεῖν ὑπὲρ ἐκείνων δέοι.
δὲ φησὶ, τὸ “τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καίτοι τὸ τίνα δεῖ a τρόπον προσεύξεσθαι δεῖ, προπεπαιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς· “οὕτως οὖν ὑμεῖς “προσεύχεσθε, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ “ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου,
“ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς,” καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν κἄ ὃν ἃν πρέποι τρόπον ποιεῖσθαι τὰς ἱκετείας, τίς ἃν γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων, ἣ ὅποιπερ ἃν βλέποιτο διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν ὅτι προσευξόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρόγε
τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι’ ὧν ἃν γένοιτο βιῶναι τε ὀρθῶς, καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν. “τὴν δὲ ἀπαρ- “χὴν τοῦ Πνεύματος ἔχοντες καὶ αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, “υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ “τί προσευξόμεθα, καθ’ ὃ δεῖ οὐκ
οἴδαμεν. εἰ γὰρ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὑς οὐκ ἤκουσε, καὶ “ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγα- “πῶσι αὐτὸν,” τι προσιόντες αἰτήσομεν; ἣ πῶς ἃν ἐδειημα b καὶ 6 τεθεάμεθα· μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς ἀνθρώπων καρδίαις οὐκ ἐγνωσμένα; ποία δ᾿ ἃν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις; ἢ τίς ὁ μεταπλασμὸς; ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν, αὐτὸς ἂν εἰδείη καὶ μόνος ὁ τούτων τεχνητῆς.
αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν· τινα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς. ἡ μὲν φύσις ἡμῶν, φησιν, ἐστὶν ἀσθενὴς, καὶ τὸ καθ’ αὐτὴν ἀρνουμένη τὸ αὖθις ἀναμώσεσθαι· τὰ δὲ ἐπηγγελμένα μεγάλα τε καὶ θεῖα καὶ οἷον μηδενὶ b χωρηθῆναι δυνάμενα, μηδ’ ὅλως ἐπὶ ἀνθρώπου καρδίαν ἀνέβη ποτέ. ἀλλ’ ὅμως
πρὸς πίστιν τούτων τῶν τηλικούτων οὐ μικρὰν ἐπικουρίαν ἀπὸ τοῦ Πνεύματος ἔχομεν. ταῦτα γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν οὐδὲ ὅπως εὔξασθαι χρή. ἵνα εἴπῃ τὰ καὶ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ ὑπὲρ εὐχὴν ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος χάρις ἀπορρήτως εἰσπράττεται· καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν
περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἐπὶ τῶν γάμων ἀρραβῶνες, οἷς ἀλλήλοις οἱ γαμοῦντες δίδωσιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα, καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἶμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὁ ἐστιν ἀρραβὼν
τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βεβαιοῖ. δέον οὖν ἄρα, τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. γειν. τὸ δὲ ἐντυγχάνειν μεταφορικῶς εἶπεν ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χεῖρας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.
γραφῇ τὸ εἰρημένον, ὡς ἑτέρου φαίνεσθαι τῷ προχείρῳ, μᾶλλον ἣ ὃ βούλεται λέγειν. λέγει μὲν γὰρ ὅτι ἡμεῖς οὐδὲ προσδοκᾶν ἐκεῖνα κάταγε τὴν τῆς φύσεως ἀκολουθίαν δυνάμεθα, ἀλλ’ ἡ τοῦ Πνεύ- 7 μάτος χάρις, ἧς τὴν ἀπαρχὴν ἐνταῦθα εἰλήφαμεν, ἀναμφιβόλως ἡμῖν ἐγγυᾶται τὴν μετουσίαν ἐκείνων· ἐσχημάτισε δὲ οὕτως. ἃ προσδοκῶμεν, ταῦτα καὶ αἰτοῦμεν παρὰ Θεοῦ. ἃ δὲ μὴ δυνατὸν ἐλπίσαι λαβεῖν, ταῦτα οὐδ’ ἃν αἰτῆσαι ποτὲ ἀνασχοίμεθα. τὸ οὖν μὴ δύνασθαι προσδοκᾶν ἐκεῖνα, τὸ μὴ εἰδέναι καθ’ ὃ δεῖ προσεύξασθαι
περὶ αὐτῶν ἐκάλεσεν. ἐπειδὴ, ὡς ἔφην, ταῦτα οὐδ’ ἂν αἰτήσειέν τε ἃ μηδενὶ λόγῳ δύναται προσδοκᾶν. τὸ δὲ τῇ τοῦ Πνεύματος δυνάμει πάντως αὐτοῖς αὐτὰ περιέσεσθαι ἐλπίζειν, τὸ Πνεῦμα ἐντυγχάνειν ἔφη. ἐπειδὴ γὰρ ἀρχὴ (sic) πολλάκις λαμβάνομεν ἐκεῖνα ἃ μηδαμῶς ἑαυτοῖς περιποιῆσαι δυνάμεθα,
ἐνετίθη δὲ αὐτοῖς καὶ τὸ πιστεύειν περὶ μελλόντων ἡ ἐπὶ τοῦ παρόντος βίου τοῦ Πνεύματος δόσις· αὐτό φησι τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν. ἵνα εἴπῃ ὅτι τοῦτο ἡμῖν ἐκείνων αἴτιον, ὃ ὥσπερ ἐν ἀρραβῶνος τάξει κατὰ τὸν παρόντα βίον ἡμῖν δοθὲν, ἀναγκαίως καὶ περὶ τοῦ τελείου πιστεύειν ποιεῖ. ὅθεν ἵνα μὴ
νομίσῃς περὶ εὐχῆς λέγειν αὐτὸν ἀληθῶς, ἐπήγαγε, “στεναγμοῖς “ἀλαλήτοις, ἵνα εἴπῃ ὅτι ἀπορρήτῳ τρόπῳ ἐκεῖνα ἐφέλκεται. τὸ γὰρ ἐπὶ ταῖς μελλούσαις ἐπαγγελίαις κατά γε τὸν παρόντα βίον δεδομένον ἡμῖν παρέχεται πάντως ἡμῖν ἐκεῖνα. καὶ τὸ “στεναγ- “μοῖς” δὲ ἀκολούθως τῷ σχηματισμῷ ὡς ἐπὶ εὐχῆς ἔφη. ἐπειδή
πὼς μετὰ στεναγμῶν εὐχόμενοι, ἀκούεσθαι νομίζονται μᾶλλον. ὡς ἃν συντονώτερον ποιούμενοι τὰς δεήσεις. οὕτω καὶ ἀνωτέρω περὶ τῆς κτίσεως ἔφη τὸ στενάζειν καὶ περὶ ἡμῶν, ὅτι στενάζομεν· στεναγμὸν ἁπανταχοῦ τὴν προσδοκίαν ἐκείνων καλέσῃς· ὥσπερ οὖν κἀνταῦθα ἔφη τὸ Πνεῦμα μετὰ στεναγμῶν ἐντυγχάνειν. ὡς
ἃν παρέχον ἡμῖν ἐκεῖνα καὶ προσδοκᾶν ἃ τῶν παρασκευαζόντων τὴν ἔκβασιν οἴκου c (sic). ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα φροντίσει που. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ.
ἀντιλαμβανόμενον αὐτῆς. ἅμα δὲ μανθάνομεν ὅτι πᾶσιν ἀνθρωπίνη φύσις διὰ τούτων δεδήλωται.
τῷ νοί. ἐλλείπῃς δὲ ἡ εὐχὴ τοῦ μὴ προσευχομένου ἀμφοτέροις· ὡς δῆλον ἐκ τοῦ, “ἐὰν γλώσσαις λαλῶ, τὸ πνεῦμά μου προσεύ- χεται· ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.” ἵνα οὖν μὴ ἄκαρπος ῃτ ὁ νοῦς, “προσεύξομαί,” φησι, “τῷ πνεύματι, προσεύξομαι καὶ τὼ νοΐ.
ἀκριβῶς μαθεῖν βουληθείημεν. τούτῳ προσέοικε κἀκεῖνο “τὸ “Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ·” καὶ τὸ παρὰ τῷ προφήτῃ Σοφονίᾳ, “ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει ᾗ ἐξερευνήσω “τὴν Ἰερουσαλὴμ μετὰ λύχνου. ’ Θεὸς οὖν φησὶν, ὁ σαφῶς τὰ πάντα τῶν ἀνθρώπων εἰδὼς, οὐ δὲ τὸν σκοπὸν τοῦ πνεύματος ἡμῶν
ἀγνοεῖ, ἀλλ’ οὐδὲν ὅτι κατὰ τοῦ αὐτοῦ βούλημα ἐφ’ ᾧ δέδωκεν αὐτό· τοῦτο γάρ ἐστι τὸ “κατὰ Θεὸν, πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν τοὺς οἷς πρὸς σὲ τὴν ὁλόκληρον τῆς ἁγιό- τητος. τουτέστιν ὅτε αὐτοῖς διὰ τῆς ἀναστάσεως εἰς ἀθάνατον καὶ ἀπαθῆ καὶ παντελῶς ἀνόλεθρον μεταστῆναι ζωήν. εἰδὼς δὲ τοῦτο,
μὴ πληρώσῃ τὴν δωρεάν.
σάμεθα. ἐπεὶ δὲ ἐσχημάτισεν ὡς ἐπὶ εὐχῆς τὸ διὰ τῆς ἐνταῦθα ἀπαρχῆς τοῦ Πνεύματος, ἀναγκαίως ἡμᾶς προσδοκᾶν καὶ τὰ μέλλοντα, ἀναγκαίως ἐπήγαγεν, ὅτι καὶ ὁ Θεὸς εἰδὼς τὸ βούλημα τοῦ Πνεύματος, καὶ ὅτι κατὰ γνώμην αὐτοῦ τὰς αἰτήσεις ποιεῖ τᾶι, ἐπινεύει τῇ προσεύχῃ. κάλως ’δε καὶ τὸ ὕπερ ἀγίων, ἴνα εἴπῃ τῶν πρὸς τοῦτο ἀφωρισμένων, καὶ μετεσχηκότων ἤδη τοῦ Πνεύματος. ἐντυγχάνειν δὲ τὸ Πνεῦμα τὸ χάρισμα λέγει τὸ ἐπὶ τοῦ παρόντος ἡμῖν δεδομένον βίου. καὶ ἀπαρχὴν τοῦ Πνεύματος οὐ τῆς ὑποστάσεως αὐτοῦ καλεῖ, ἀλλὰ τῆς τότε ἡμῖν εἰς παντελῆ
μετουσίαν τῶν ἀγαθῶν προσδοκωμένης δοθήσεσθαι χάριτος. ὅτι e μέντοι σύνηθες τῇ θείᾳ γραφῇ σχηματίζειν τὰς τὰ δὲ ἀπὸ τῶν παρὰ τῷ μακαρίῳ Δαβὶδ συνεχῶς τὰ τοιαῦτα λέγειν εἴωθε “γνόφον ἔχοντα ὑπὸ τοὺς πόδας,” καὶ ὅσα κατ’ ἐκεῖνο τὸ μέρος φησιν. οὐδὲ γὰρ του παρόντος ἀπάντα λέγειν ἔπι καιροῦ. ἐν ’δε
τῷ κγ΄, πρός τε τὰς πύλας φωνὴν σχηματίζειν ὡς ἃν ἀνοιχθῆναι ὀφειλούσας, καὶ παρ’ αὐτῶν ἀπόκρισιν. τούτων γὰρ οὐδὲν μὲν, ὡς εἴρηται, νοεῖσθαι δύναται. ἕτερα δέ τινά ἐστι τὰ ἀπ’ αὐτῶν ἐμφαινόμενα. νόμενα. ἐγὼ μέντοι τέθεικα καὶ τοῦτο, ὥστε μηδένα καινόν τι νομίζειν λέγεσθαι παρ’ ἡμῶν τὸ κατὰ σχηματισμὸν εἰρῆσθαι τῷ
Ἀποστόλῳ τὰ προκείμενα.
δὲ ἄρα τὴν τινῶν; τί δ’ ἃν νοοῖτο τὸ “κατὰ πρόθεσιν;” οὐκοῦν τὸ “κατὰ πρόθεσιν” εἴη ἃν τὸ κατὰ βούλησιν; κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος, κατὰ βούλησίν τινων, πότερον δὴ τοῦ κεκληκότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ’ ἃν ἡμῖν παρὰ τοῦ
Θεοῦ καὶ Πατρός; ἔφη γάρ που, ὁ Χριστὸς, “οὐδεὶς δύναται “ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.” πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγω 1, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.
προσδοκῶμεν ἡμῖν ἀγαθὰ περιέσεσθαι, ἐν ἀνηκέστοις δὲ ἄγαν κακοῖς κατὰ τὸ παρὸν εὑρισκόμεθα. πανυγε εἰδότας ὡς δία πάντων εὐεργετεῖν g ἔθος τῷ Θεῷ τοὺς ἀγαπῶντας αὐτόν. ἄφθονον αὐτοῖς τῶν ἀγαθῶν τὴν χορηγίαν παρεχόμενος. ὥστε καὶ ἀπὸ τῶν δοκούντων εἶναι λυπηρῶν, μείζονας αὐτοῖς τοὺς αἰωνίους προξενεῖσθαι
μισθούς. καλῶς δὲ τοῦτο οἴδαμεν, ἐπειδὴ σφόδρα ὡμολογημένον ἔφη πρᾶγμα, παντὸς οὔτινος οὖν πάνυγε συνθησομένου, ὅτι τοῖς ἀγαπῶσιν αὐτὸν ἀγαθῶν πρόξενος γίνεται Θεός· ὅπουγε καὶ πλημμελούντων ἀνέχεται, ἡλίουτε ἀνατολὴν καὶ ὑετῶν χορηγίαν αὐτοῖς χαριζόμενος. εἶτα καὶ ἀποδείξεων ὅπερ ἔφην πιστούμενος, “τοῖς
“κατὰ πρόθεσιν κλητοῖς οὖσι·” τούτων γὰρ ᾔδη καὶ πάλαι ὁ Θεὸς τὴν περὶ αὐτῶν πρόθεσιν, οἷά τις ἔσται. ὅθεν αὐτοὺς καὶ ἐκάλεσεν ἐπὶ τῷ τῆς οἰκείας ἀξίως τιμῆσαι προαιρέσεως.
οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχὴν, καὶ πλεονεκτεῖ τοῖς πρωτοτόκοις τῶν ἀδελφῶν.
οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν· πέπλησται δὲ οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδ’ οὖν ἀφ’ αὐτοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδῶν ὁρᾶται κειμένων. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις. οὔτε μὴν ὀνίνησι τινὰς ἐπιδιδασκόντων, εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθίαις ἐξυβρικότες τὸν κεκληκότα Θεόν. ἀλλὰ
καὶ κέκληνται μὲν, καὶ εἰσπεπηδήκασι τινες εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοὶ, οὐδὲ δεδικαίωνται, οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν h τοῖς γάμοις ἠμφιέννυντο στολήν· ἄλλωστε καὶ αὐτὸν εὑρίσκομεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναφανδὸν εἰρηκότα, “δεῦτε πρός με πάντες οἱ κοπιῶντες
“καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ ἤδη σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειεν δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος· ἐν γὰρ τῷ πάντας εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα· οὓς εἰδὼς πόρρωθεν, φησὶν, ὁποῖοί τινες ἔσονται, ἀφώρισεν εἰς τὸ τῶν μελλόντων μετασχεῖν ἀγαθῶν, τούτους
καὶ ἐκάλεσεν, ὥστε διὰ τῆς ἐπ’ αὐτὸν πίστεως ἀπολαῦσαι δικαίωσιν i, ἁμαρτεῖν οὐκ ἐπιδεχομένοις τότε· ἡ δέ γε δόξα ἐν ἀφθαρσίᾳ τε καὶ ἀθανασίᾳ γεγονόσι καθάπαξ. ἅπαντα μέντοι ταῦτα ἀπέδωκε πρὸς τὸ, “οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν “πάντα συνεργεῖ εἰς ἀγαθὸν,” διδάξαι βουλόμενος, ὡς οὐ περιορῶν k
αὐτοὺς ὁ Θεὸς ἐν ταῖς παρούσαις ἐξετάζεσθαι ποιεῖ συμφοραῖς. πῶς γὰρ, ὅγε ἐπὶ τοσούτων ἀγαθῶν ἀπόλαυσιν καλέσας αὐτούς. καὶ τούτου 1 νῦν, ἀλλὰ πάλαι καὶ προπάλαι, ἐξότεπερ αὐτοὺς κάτα τὴν ἀπόρρητον ἑαυτοῦ πρόγνωσιν ἠπίστατο ὁποῖοι τινες ἔσονται, καὶ πρὸ τοῦ γενέσθαι. εἰδὼς γὰρ ἄνωθεν τοιούτους ἐσομένους m
αὐτοὺς, ἀνάλογα τῇ περὶ αὐτῶν διαθέσει πόρρωθεν αὐτοῖς ηὐτρέπιζεν ἀγαθά. πῶς οὖν αὐτοὺς περιιδεῖν οἷόν τε, καὶ πρὸ τοῦ 11 γενέσθαι τῆς προαιρέσεως αὐτῶν τὰς ἀμοιβὰς εὐτρεπίσαντα, καὶ ἐπὶ τούτους αὐτοὺς καλέσαντα, ὥστε διὰ τῆς ἐπ’ αὐτὸν πίστεως τῶν προσδοκωμένων ἀγαθῶν.
Γενναδίου. Θεοῦ τοίνυν, φησὶν, ὄντος ὑπὲρ ἡμῶν, ἡμεῖς ἄλλον τινὰ τῶν πάντων φοβηθησόμεθα; καὶ τὸν ἴδιον Υἱὸν οὕτως ὑπὲρ ἡμῶν διδοὺς ἀφειδῶς, οὗτος εἰς ἡμᾶς περὶ τῶν ὑπολοίπων σμικρολογήσεται; οὐκ ἔστι πάντα δεύτερα Θεῷ τῆς ἀγάπης αὐτοῦ τῆς περὶ ἡμᾶς; εὔκαιρον τούτῳ νῦν ἐπισχεῖν· ὅτι ἐνταῦθα τοῦ
Υἱοῦ παρὰ τοῦ Πνεύματος ὑπὲρ ἡμῶν παραδεδόσθαι n λέγων ὁ Παῦλος, ἐν τῇ πρὸς Ἐφεσίους, αὐτὸν παρ’ ἑαυτοῦ λέγει τὸν Υἱὸν τοῦτο πεποιηκέναι. “ὁ Χριστὸς, γάρ’ φησὶν, “ἠγάπησεν ἡμᾶς, “καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον ἣ ἓν εἶναι Πνεύματι καὶ Υἱῷ τῆς ἀνθρώπου σωτηρίας τὸ βού-
λημα;
μὴ θάνατος κατεκυρίευσε τοῦ Σωτῆρος, ἐπεὶ καὶ ἐπ’ αὐτῷ Κυρίῳ τῷ θεῖναι ο τὴν ψυχὴν αὐτοῦ καὶ πάλιν λαβεῖν αὐτὴν, ἀλλ’ ὅμως σκοπητέον ὅτι Χριστὸς ἑαυτὸν τοῖς ἀνθρωπίνοις ὑπέβαλε πάθεσι· τήν τε ἰδίαν τοῦ Πατρὸς ἐκπληρῶν βούλησιν. πάντα οὖν ὑπὲρ ἡμῶν Θεοῦ οἰκονομοῦντος, τίς ἐμποδίσει; τίς οὗτος ἰσχυρὸς,
ὥστε τὰς εἰς ἡμᾶς τοῦ Θεοῦ δωρεὰς διακωλύσαι. εἰκότως γὰρ ὁ τοῦ Υἱοῦ δι’ ἡμᾶς μὴ φεισάμενος, καὶ τὰ ἄλλα πάντα ὑπὲρ ἡμῶν οἰκονομήσει, καὶ τῶν ἄλλων προθήσει τὴν χάριν.
κινδυνεύοντας, καὶ ἀπαλλάξῃ κινδύνων, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; 12
τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν. τίς ὁ κατακρίνων;
εἰπεῖν ὅτι μηδενὶ δυνατὸν ταῦτα ἡμῶν ἀφελέσθαι, ἃ προλαβὼν ἡμῖν ὁ Θεὸς ἐχαρίσατο. οὔτε οὖν ἐκλεξαμένου ἡμᾶς τοῦ Θεοῦ ἐπὶ τῇ τῶν μελλόντων ἀπολαύσει ἀνατραπῆναι ὑπό τινος τὴν ἐκλογὴν ἡμῶν δυνατόν. οὔτε παρέχοντος ἡμῖν τὰ προσδοκώμενα· καὶ πρόγε πάντων τὴν ἀληθινὴν ἐκείνην δικαίωσιν ἐν ἧ καταστησόμεθα,
ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι, τότε ἔσται τις ὁ μεταβολὴν τῶν καθ’ ἡμᾶς ποιῆσαι δννάμενος; ὥστε οὐ προσῆκε δεδιέναι τοὺς διώκοντας. ἀφελέσθαι γὰρ τὰ ἀγαθὰ παρ’ ἡμῶν δύνανται οὐδαμῶς, ἅπερ ἐπὶ τοῦ μέλλοντος ἡμῖν αἰῶνος προσέσεσθαι ἐλπίζομεν. διὸ εἶπε “τὴν ἐκλογὴν καὶ τὴν δικαίωσιν.” διὰ μὲν τῆς ἐκλογῆς
τὸ πρὸς τοῦτο ἐντεῦθεν ἤδη ἀφωρίσθαι. σημαίνων δὲ διὰ τῆς δικαιώσεως τὸ εἶναι αὐτῶν ἐν ἀπολαύσει. τό τε δικαίωσιν τὸ ἁμαρτίαν μὴ ἐπιδέχεσθαι καλῶν. αὕτη γὰρ ἀληθὴς δικαίωσις. ἀπὸ δὲ τούτου τὸ βέβαιον τῶν διδομένων ἡμῖν σημαίνων. οἱ p γὰρ ἁμαρτάνοντες ἐν τοῖς διδομένοις μενοῦμεν ἀεί. ὅθεν οὐδὲ ἀνατραπῆναι
ὑπό τινος αὐτὸ δυνατὸν εἶναι ἔφη.
“στόματι αὐτοῦ·” καὶ διὰ τοῦτο λέγων, “νῦν ἔρχεται ὁ ἀρχῶν τοῦ “κόσμου τούτου, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν.” διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ’ οἷς κατεκρίθησαν, εἰ μὴ ἀπείλιπτο.
ἐδικαίωσε δὲ αὐτοὺς, ὡς νεφέλην ἀπαλείψας τὰς ἀνομίας αὐτῶν, καὶ λευκάνας τοὺς πρότερον ἡμαρτηκότας ὡς χιόνα.
τίς γὰρ ἃν τοῦτο ὑπέλαβε πρὸς τὸν Παῦλον, τὸ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοῦντος ἡμᾶς, ὁ Χριστὸς ὁ Υἱὸς οὐκ ἐάσει; οὐδὲ εἷς δήπου· οὐ τοίνυν οὐδὲ ὁ Ἀπόστολος πρὸς οὐκ ἀνθιστάμενον αὐτῷ λόγον ἔμελλεν εἰκῆ διαγωνίζεσθαι καὶ σκιομαχεῖν. πιστοῦσθαι μέντοι καὶ βεβαιοῦν πλέον τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ὡς προέφαμεν,
ἢν αὐτῷ καὶ σφόδρα γε ἀναγκαῖον. διὰ τοῦτο τοῖς προειρημένοις ἐπήγαγε, “Χριστὸς ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς, ὃς καὶ ἐστὶν ἐν δεξιᾷ τοῦ Θεοῦ. ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. μὴ γὰρ ἐνί; τί δεῖ σε, φησὶ, τοῦ λοιποῦ; μὴ γὰρ ὑπείδεσθαι μεταβολήν. ἔχει τέλος· τὸ πρᾶγμα πρὸς πέρας ἐκβέβηκεν. οὐδὲν
ἐνδεῖ πρὸς τὴν σωτηρίαν ἡμῶν. τέθνηκε Χριστὸς, μᾶλλον δὲ καὶ ἐγήγερται, καὶ τετίμηται τὰ πρῶτα παρὰ Θεῷ· καὶ τὴν χάριν αὐτὸς ἐκβιβάζει τὴν εἰς ἡμᾶς. τουτέστιν αὐτῷ τῷ πράγματι δῆλος ἐστὶν ὡς ἑαυτὸν ἡμᾶς προσκαλούμενος, καὶ ἡ ἀπαρχὴ τὸ πᾶν ἀπολήψεται· καὶ τῇ κεφαλῇ τὸ λοιπὸν ἀποδοθήσεται σῶμα.
τὴν γὰρ ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ ὑψωθεὶς, ἕλξει καὶ ἡμᾶς ὡς ἑαυτὸν κατὰ τὴν οἰκείαν ὑπόσχεσιν. “ὅταν γάρ’ φησὶν, “ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν.” ἐσχημάτισε δὲ κἀνταῦθα τὸ πρᾶγμα διὰ τῆς “ἐντυγχάνει” λέξεως, πρὸς πληροφορίαν ἡμῶν. καθὰ καὶ πρὸ βραχέως ἐν τοῖς περὶ τοῦ Πνεύματος
ἔφαμεν.
καθέλκοντες, ἰσχυροὶ καθ’ ἡμῶν ἔτι γενήσονται· ἀλλὰ παύσεται μὲν τὸ τοῦ νόμου φοβερὸν, χάριτι Χριστοῦ νικώμενον. ἐξασθενεῖ δὲ ἡ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου πονηρία, τῇ ἀγαθότητι τοῦ δι’ ἡμᾶς σφαγιασθέντος, καὶ ἑκουσίως ἑαυτὸν ἐκδεδωκότος εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ἐπῆλθεν ἀνάστασις τὸν θάνατον
ἀποκρύπτουσα· καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστὸν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ Πατρὶ, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον, καθὸ καὶ πρὸς ἀνθρώπους συνήφθη, τὰ διε- στῶτα συνάπτων.
ἀγάπην, ἣν ἔχει περὶ ἡμᾶς. οὐκ ἠρκέσθη γὰρ τῷ ἀποθανεῖν ὑπὲρ ἡμῶν. καὶ δῆλον ὅτι ταύτα ἐντυγχάνει, ἅπερ καὶ ἡνίκα συνῆν ἀνθρώποις κατὰ σάρκα· ᾔτει γὰρ τὸν Πατέρα λέγων, “ἵνα ὅπου ἐγώ εἰμι, “καὶ αὐτοὶ ὦσιν.” περὶ τούτου ἐντυγχάνει ὁ Σωτῆρ’, οὔτε δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων, οὔτε
ὡς μὴ βουλόμενον· ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ υἱός. τὸ οὖν βούλεται ἡ πρεσβεία καὶ ἡ ἐντυχία, τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων, ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ οὐσία, ἀλλ’ οὐχὶ μία ὑπόστασις. διὰ γὰρ τῆς ἐντεύξεως ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται.
οὐκ ἄτοπον γὰρ τὸν μὲν Υἱὸν αἰτεῖν, τὸν δὲ Πατέρα χαρίζεσθαι. ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεὰν, καὶ ὑφαρπάζοντα διδόναι τὴν χάριν. οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη,
βουλήσει δὲ τοῦ Πατρὸς, ἵνα διόλου τὸ ἀκόλουθον καὶ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ἡμᾶς ὁ λόγος τὴν περὶ τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον φανεῖται ὁ λόγος εὐσυνοπτότερος,
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.