ΚΕΦ. ΙΑ.
ἀτόπων καταφέρεσθαι πρᾶξιν· καὶ τὸ αὐτὸ πάλιν· “οἶδα γὰρ ὅτι “οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν· καὶ γὰρ ἐπίσταμαί, φησιν, ὅτι ὅσον ἐπὶ τῇ σαρκὶ, θνητὴν ἐχούσῃ τὴν φύσιν, οὐδὲν τῶν εἰς ἀρετὴν συντελούντων πραχθῆναι δύναται. ἡ μὲν γὰρ θνητότης τῶν παρόντων ἐφίεσθαι μόνον ἡμᾶς παρασκευάζει.
ζεῖ. ἐκ δὲ τῆς περὶ ταῦτα σπουδῆς ἀρετὴν εἰς ἄκρον οὐδαμῶς οἷόν τε μὴ τῶν παρόντων ὑπερορῶντα κρείττονι λογισμῷ ἀθανάτων ἀφιέμενοι πραγμάτων.
εἰς ἀβούλητον ἐντροπὴν, καὶ οὐχ ἑκόντα τὸν νοῦν. οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἃν ἔξω καὶ ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν εἴη ἄν· εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃ τοι φησίν· “εἰ “δὲ ὃ οὐ θέλω, ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ,
“ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”
καὶ σῶμα ἁμαρτίας καὶ σῶμα θανάτου. αἱροῦμαι γοῦν τῳ νῷ τὸ ἀγαθὸν, καὶ παρεσκεύασμαι πρὸς τοῦτο κατὰ ψυχήν· ἐπὶ δὲ τῶν διὰ σαρκὸς ἔργων αὐτὸ μετελθεῖν οὐχ εὑρίσκω, ἀλλ’ ἐσπούδακα μὲν καὶ ἀγωνίζομαι ποιῆσαι τὸ ἀγαθόν. ὑπάγομαι δὲ παρ’ αὐτῆς πράττειν ἃ μὴ προῄρημαι. τὴν οὖν τοιαύτην πρᾶξιν εἰκότως οὐκ
ἐμὴν, ἀλλ’ ἀλλοτρίαν λογίζομαι.
αἱροῦμαι τὸ καλὸν, ὑπὸ τοῦ νόμου παιδευόμενος ἃ δεῖ· ποιῶ δὲ οὐχ ἃ βούλομαι πολλάκις, ἀλλὰ ἃ μὴ βούλομαι μᾶλλον. βούλομαι μὲν γὰρ τὰ τοῖς θείοις νόμοις ἀκόλουθα. πράττω δὲ τἀναντία, ὧν ἐπίσταμαί τε καὶ βούλομαι καλῶν. ὡς ἐντεῦθεν τῆς ἁμαρτίας φαίνεσθαι τὴν ἰσχὺν, ἣν κατ’ ἐμοῦ διὰ τῆς θνητότητος
ἐπεκτήσατο· εἴπερ δὴ καὶ παρὰ γνώμην ἐπὶ τὴν οἰκείαν με καθέλκειν δύναται πρᾶξιν. τὸ γὰρ “οὐκ ἐγὼ κατεργάζομαι,’ ἀνωτέρω κἀνταῦθα λέγει τὸ παρὰ γνώμην. διὰ πάντων δὲ τούτων ἀπὸ τοῦ “οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστι,” βούλεται εἰπεῖν, ὅτι καλὸς μὲν ὁ νόμος, παιδεύων ἃ δεῖ τὴν ψυχήν· καὶ τούτου
γε ἕνεκεν σφόδρα χρήσιμος.
κρίσις· οὐδὲ πώποτε γοῦν ὑπὸ τοῦ πλήθους τῶν ἁμαρτημάτων, τὸ εἰδέναι τοῦτο ἀπεβάλομεν. τοὐναντίον δὲ καὶ μυρία πταίοντες. τοῦ γοῦν εἰδέναι τῆς ἁμαρτίας τὴν φαυλότητα ἐκτὸς οὐ γεγόναμεν. οὐ μὴν ἀφελεῖν ἡμῶν τὸ ἁμαρτάνειν δεδύνηται, τῆς θνητότητος πολλὴν τὴν εὐκολίαν ἡμῖν ἐργασαμένης. ἀλλὰ κἂν σφόδρα
διὰ τῆς οἰκείας διδασκαλίας πολλὴν τοῦ προσήκοντος ἐργάσηται τὴν διάθεσιν, ἄκοντες καὶ ὡς οὐκ ἴσμεν πολλάκις, εἰς τὴν τῶν ἀτόπων ὑποφερόμεθα πρᾶξιν.
“μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.” τοιγαροῦν οὐκ αὐτοῦ ἐστὶ κατὰ κυριότητα ὃ ἔφη· “οἶδα δὲ ὅτι οὐκ οἰκεῖ ἐν τῇ σαρκὶ μου “τὸ ἀγαθὸν,” ἀλλ’ οὐδὲ τὸ “ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου. ἀλλὰ ταῦτα καὶ ὅσα τοιαῦτα, ἐν παρενθέτῳ προσώπῳ ὑποκρινόμενος λέγει· πρὸς
ἔλεγχον τῶν φιλαμαρτημόνων. ὥσπερ δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν σφῶν πράξεων, σαρκικοὺς, ψυχικοὺς, πνευματικοὺς, καὶ ἑτέροις μυρίοις ὀνόμασι καλεῖν οἶδεν ἡ θεία γραφὴ, οὕτω δὴ καὶ τὸν διάβολον, οὐ μόνον Σατανᾶν καὶ ἀντικείμενον καὶ διάβολον καὶ ὄφιν, καὶ λέοντα καλεῖν οἶδε, καὶ Βελίαρ, ἀλλὰ γὰρ καὶ σάρκα καὶ νόμον
καὶ ἁμαρτίαν καὶ θάνατον· τούτοις γὰρ ἐδουλεύσαμεν διὰ τῆς παρακοῆς, καὶ οὐ τῷ Χριστῷ.
λεγομένην σάρκα. ἧς καὶ ἀπηλλάγημεν διὰ τὸ ἀποθανεῖν ἡμᾶς ἐν Χριστῷ, διὰ τοῦ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος. ὄντως ταύτης ἠλευθερώθημεν τῆς σαρκός. ἐπιφέρει γὰρ λέγων, “νυνὶ “δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ἀποθανόντες ἐν “ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος,
“καὶ οὐ παλαιότητι γράμματος.” εἶθ᾿ οὕτως ἤρξατο πάλιν τῆς καθ’ ὑπόθεσιν προσωποποιίας, ἀρξάμενος ἀπὸ τοῦ “ τί οὖν ἐροῦ- “μὲν; ὁ νόμος ἁμαρτία; μὴ γένοιτο,” ἕως τοῦ “ταλαίπωρος ταλαίπωρος ἐγὼ “ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου” ἄσειστον θεμέλιον προθέμενος ἐν προλόγῳ τὴν ἑαυτοῦ ἀπολογίαν
οὕτω λέγων· “τί οὖν; ὁ νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία “καὶ ἀγαθή.” ἐνταῦθα νόμον λέγει, οὐ τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός ἡμῶν, ἀλλὰ τὸν παροπαραινετικὸν, τὸν τοὺς ἁμαρτά- 1 νοντας κολάζοντα. ὅτου χάριν καὶ συνεψηφίσατο αὐτῷ ὡς ὁσίῳ καὶ δικαίῳ καὶ ἀγαθῷ.
ἀφορμαζομένων καὶ κακιζόντων ἃς περικείμεθα σάρκας, λέγει ἐπερωτηματικῶς, “ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοὶ δουλεύων νόμῳ “Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.” ἀρα κἀγὼ Παῦλος μεμέτρισμαι g; πῇ μὲν δουλεύων νόμῳ Θεοῦ, πῇ δὲ νόμῳ ἁμαρτίας; ἆρα τὸν Χριστὸν καὶ τὸν Βελίαρ, ἅμα καὶ κατὰ τὸ αὐτὸ ἔχω ἐν
ἐμαυτῷ; ἆρα ἐγὼ ὁ λέγων “ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ “Χριστὸς,” ψευσάμενος τὴν ἁμαρτίαν ζῶσαν ἔχω ἐν ἐμαυτῷ; ἄλλοις προφωνήσας, “ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ “ ἐν ὑμῖν Ἁγίου Πνεύματός εστι;” καὶ “δοξάσατε τὸν Θεὸν ἐν “τοῖς μέλεσιν ὑμῶν,” αὐτὸς ἐγὼ ἐν τῷ σώματι οὐδὲν ἔχων
ἀγαθόν; ἀλλ’ οὐκ ἔστι τοιοῦτος, οὐκ ἔστι· μὴ γένοιτο. τέκνον γὰρ ὀργῆς καὶ σκεῦος ὀργῆς πρὶν, μεταβαλὼν τὸν τρόπον οὐ τὴν φύσιν, ἐγένετο τίμιον ἐκλογῆς σκεῦος. ἐπεὶ οὑν τὰ προσωποποιηθέντα θέντα ῥήματα οὔτε τῷ θεσπεσίῳ Παύλῳ ἁρμόζει, οὔτε μὴν παντὶ τῷ συνταφέντι Χριστῷ διὰ τοῦ βαπτίσματος· διότι τῆς ὀνομαζομένης
σαρκὸς ἠλευθερώθησαν. οὐ γὰρ ἔτι κατακριθήσονται οἱ τοιοῦτοι διὰ τὴν τοῦ Ἀδὰμ παρακοήν· οὐκέτι βασιλεύει αὐτῶν ἡ ἁμαρτία· οὐχ ὁ θάνατος ὁ διὰ τῆς ἁμαρτίας· συνετάφησαν γὰρ τῇ ζωῇ τοῦ Χριστοῦ, διὰ τῆς ὑπακοῆς τὴν παρακοὴν ἐξαφανίσαντος, καὶ τῶ ἑκουσίῳ ἑαυτοῦ θανάτῳ τὸν ἐξ αὐτῆς ἐπισυμβάντα
ἡμῖν θάνατον ἐκκρουσαμένῳ· γέγονε γὰρ ἑκὼν ὑπὸ νόμον τὸν τῆς παρακοῆς, ἵνα ἡμᾶς τοὺς ὑπὸ νόμον τὸν τῆς κατακρίσεως ἐξαγοράσῃ. διὰ τοῦτο ἔφη “πᾶς λελυτρώμενος.”
“τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, κατε- “κρῖνε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ὅτι δὲ ταῦθ’ οὕτως καλῶς τεθεώρηται, ώρηται, ἐπιφέρει λέγων ὁ θεῖος Ἀπόστολος· “οὐδὲν ἄρα κατάκριμα 2 “τοῖς ἐν Χριστῷ Ἰησοῦ — ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρ- “τίας καὶ τοῦ θανάτου,” καὶ τὰ τούτων ἑξῆς. πειράσω δὴ διὰ βραχέων καὶ εἰς αὐτὰ τὰ ῥήματα τὰ κατὰ προσωποποιίαν εἰρημένα παρατρεχόντως εἰπεῖν, ἀρξάμενος ἀπὸ τοῦ, “ἀφορμὴν δὲ “λαβοῦσα ἡ ἁμαρτία, διὰ τῆς ἐντολῆς ἐξηπάτησέ με, καὶ δι’
“αὐτῆς ἀπέκτεινε.”
δὲ ἁμάρτημα οὔτε λόγῳ, οὔτε νόμῳ προστακτικῷ γίνεται· εἰ γὰρ κατὰ νόμον καὶ λόγον ἐγίνετο ὀρθὸν, οὐκέτι ἂν ἦν ἁμάρτημα ὡρισμένον καὶ τεταγμένον ἔχον τὸν τῆς γενέσεως λόγον. ἐπειδὴ ὁ θεῖος Ἀπόστολος οὐχ ἁπλῶς ἁμαρτημάτων, ἀλλ’ ἁμαρτίας γενικωτάτης ἐχούσης φρόνημα, ἐχούσης νόμον, δυναμένης σοφίσασθαι,
ἀφορμὰς πορίσασθαι πρὸς τὴν τοῦ κακοῦ κατασκευὴν, μνημονεύει, οὐκ ἄλλον τινα γενικωτάτως ἁμαρτίαν ὀνομάζει, ἀλλ’ ἣ αὐτὸν τὸν τῶν ἁμαρτημάτων ἀρχηγέτην καὶ πατέρα διάβολον, ὅτου χάριν καὶ βασιλεύειν τῶν ἁμαρτημάτων αὐτὸν ὁ Ἀπόστολος ἀπεφήνατο. “μὴ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν σώματι.” ὡς
γὰρ τοὺς ἀνθρώπους ἀφ’ ἧς ἐπιτηδεύουσι τέχνης καλοῦμεν, οὕτω δὴ καὶ αὐτὸν τὸν διάβολον ὡς πρώτως ἐφευρετὴν γενόμενον τῆς ἁμαρτίας, ἁμαρτίαν καλεῖ.
“Θεὸς, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ, οὐ φάγεσθε h ἀπ’ “αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς Θεοὶ, “γινώσκοντες καλὸν καὶ πονηρόν.” σοφίζεται δὲ αὐτοὺς μείζον’, ἐπαγγελίᾳ κατακρύψαι τὴν ἀπάτην, ὑπισχνεῖται τὸ πλέον, ἵνα τοὺς τῆς ἐντολῆς φύλακας τῶν τῆς ἀρετῆς βάθρων τῷ ὁμοίῳ
αὐτοὺς πτώματι καταστρέψῃ. τὸν γὰρ ἄνθρωπον ἐξοιστρήσας, ἴσα Θεῷ ἐθέλει γενέσθαι, τῆς κατὰ ἀπάτην ὁμιλίας τὴν ἀφορμὴν ἐπορίζετο ἐκ τῆς παραχθείσης ἐντολῆς· ὅτου χάριν ὁ Παῦλος ἔφη, “ἀφορμὴν δὲ λαβοῦσα ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐξηπά- 3 τησέ με. ἵνα δὲ μὴ τὴν ἐντολὴν ἣ τὸν ταύτην δεδωκότα Θεὸν, αἰτιάσονται τινὲς, γείτονι καὶ ὁμοσπόρῳ ἐχρήσατο ῥήματι τοιάδε φάσκων· *’ οἴδαμεν δὲ ὅτι ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία καὶ “δικαία καὶ ἀγαθή.”
καὶ οὐσίᾳ ἁμαρτία ἐστιν, ἐπιφέρει λέγων, *’ ἵνα γένηται καθ’ ὑπερ- ’* βολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τὸ γὰρ κατ’ οὐ- σίαν τι ὂν, τὸ πλέον καὶ τὸ ἔλαττον οὐκ ἐπιδέξεται. ἔστι γὰρ ὅπερ ἐστιν, ἀεὶ τοῦτο ὂν ὅπερ ἐστιν οὐσιωδῶς. τῷ γὰρ γινομένῳ καὶ ἐπιγινομένῳ τι, εἴτε ὀλίγον, εἴτε καθ’ ὑπερβολὴν, ἕτερός ἐστι
κατ’ οὐσίαν τῶν αὐτῷ ἐπιγινομένων· τὸ γὰρ ποσὸν, οὐκ οὐσία, ἀλλὰ περὶ τὴν οὐσίαν, ἐστὶν, οὐκ ὂν οὐσία. ἡ ἄρα τοίνυν καλου- μένη ὑπὸ τοῦ Ἀποστόλου ἁμαρτία, τὸ πλέον ἐπιδεχομένη ἁμαρ- τήσειν, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἄρα καὶ τοῦ ε-ι’ναι ἁμαρτία, ᾗ ἁμαρτία ἐστὶν, ἀρχὴν ἔλαβεν, οὐκ οὖσα
καθ’ ὑπερβολὴν ἐν ἀρχῇ κατὰ τὸ ἡμαρτηκέναι ἁμαρτωλὸς ἡ ἁμαρτία· διὸ δὴ καὶ τὴν ἐπίτασιν τοῦ γενέσθαι καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἰ δὲ λέγοιεν καὶ πῶς ἃν εἴη ἀγαθὴ καὶ δικαία ; πῶς δὲ ἁγία ἡ ἐντολὴ καὶ ὁ νόμος, ὁπότε διὰ τῆς ἀφορμῆς αὐτῶν ἁμαρτωλὸς καθ’ ὑπερβολὴν ἐγένετο ἁμαμ
τωλὸς ἡ ἁμαρτία ; πρὸς ταῦτα ἀκουέτωσαν, ὅτι οὐκέτι κατα- βλάπτεται ἤδη, καὶ ἡ ἀφορμὴ δι’ ἣν βλάπτεται φαύλη ἐστὶ καὶ πονηρά. οὐδὲ γὰρ ὅτι οἱ ἀνόδως καὶ ἀμέτρως ἐνατενίζοντες τῷ ἡλίῳ βλάπτονται τὰς ὄψεις, ἤδη καὶ τὸν ἥλιον φαμὲν πονηρόν. οὐδ’ ὅτι καθ’ ὑπερβολὴν ὁ διάβολος ἁμαρτωλὸς γέγονε τῷ ἐπιχειρηκέναι
κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἤδη καὶ τὸν Υἱὸν τοῦ Θεοῦ φαῦλον καὶ πονηρὸν εἶναι λέγομεν.
καταλλαξάμενος. καὶ γὰρ θάνατος οὐχ ὁ κοινὸς μόνος τῶν μελῶν αὐτοῦ ἐκράτησεν, ἀλλὰ καὶ ὁ τῆς παρακοῆς, κατὰ τῆς ψυχῆς αὐτοῦ εἰσβαλών. μάλιστα γὰρ ὁ κρατῶν θάνατος πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας, ἐβασίλευσε, κατὰ πάντων νόμον καὶ σκῆπτρον τῆς ἑαυ- τοῦ βασιλείας ἔχων τὴν παρακοήν. ἀλλ’ οὐκ ἄναρχος ἣ ἀγένητος ἡ τοῦ θανάτου βασιλεία. ἐκ γὰρ τῶν ζώντων τὸ τεθνάναι συμβαίνει, καὶ ἐκ τῆς τῶν ὑπηκόων ὑπακοῆς τὸ παρακούσαι τινα. τὸ γὰρ “θέλειν παράκειται μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ. ὃ γὰρ “θέλω ἀγαθὸν, τοῦτο οὐ ποιῶ, ἀλλ’ ὃ μισῶ, τοῦτο πράττω.” εἰ
τὸ θέλειν μόνον ἐν ἡμῖν ἐστὶ, τὸ δὲ κατεργάζεσθαι τὸ θεληθὲν καλὸν, οὐκ ἔστιν ἐν ἡμῖν, εἰς μάτην ὁ ἀγαθὸς Θεὸς τὰς ὁμοουσίας ἑαυτοῦ ψυχὰς ἐν τοῖς σώμασι κατέπεμψε· τὸ γὰρ αὐτῷ καὶ αύταῖς φίλον οὐ πράττουσιν, οὐκ ἐνεργοῦσιν, ἀλλὰ μόνον θέλουσι. τάχα δὲ οὐδὲ αὐτὸ, ἄδηλον γάρ.
μάτα εὑρέθη· εἰ δὲ εἰσὶν ἐνεργοῦντες τὸ καλὸν, κἂν ὀλίγοι εἶεν οἱ ταῦτα δρῶντες, ἄρ οὐχ οἱ πάντες φήσουσιν, οἴδαμεν δὲ ὅτι οὐκ οἰκεῖ ἐν ἡμῖν ἀγαθόν. ὃ γὰρ ἠθέλησαν ἀγαθὸν, τοῦτο οὐ πράττουσιν. εἰ δὲ οἱ τὸ ἀγαθὸν ἐνεργοῦντες, ἐν σαρκὶ ὑπάρχοντες τοῦτο ἐνεργοῦσιν, καὶ οἱ τοῦτο μὴ ποιοῦντες ἀλλὰ τὸ κακὸν, ἐν σαρκί εἰσιν, ἄρα
οὐ τῇ σαρκὶ τὸ αἴτιον τοῦ μὴ γίνεσθαι τὸ ἀγαθὸν περιαπτέον, ἀλλὰ τῇ τούτων μαλακοψυχίᾳ. εἰ γὰρ τοῖς ἐθέλουσι τὸ καλὸν ποιῆσαι παροικεῖται τὸ κακὸν, ὁμοίως δὲ καὶ τοῖς ἐθέλουσι κακοοργεῖν, οὐ καλὸν παράκειται. προνοήσαντες δὲ καὶ προθελήσαντες ἐπὶ τοσοῦτον ἐνεργείας ἔρχονται, ἄρα οὐ φύσει καὶ οὐσίᾳ τὰ σώματα
ἡμῶν ἐστὶ φαῦλα. τῶν γὰρ πρακτέων ἡμῶν προηγεῖται βουλὴ καὶ θέλησις. ψυχῆς δὲ ταῦτα φρόνημα ἐχούσης αὐτεξούσιον, ῥέψαι δυναμένης πρὸς ἃς βούλεται πράξεις.
οὐ φαύλη κατὰ φύσιν ἡ σάρξ. οὐ γὰρ ἡ σὰρξ ἣν περικείμεθα οἰκεῖ ἐν ἡμῖν, ἀλλ’ ὁ ἐν τοῖς παρανόμοις οἰκῶν διάβολος. ᾧ γὰρ λέγω, Χριστὸς οἰκεῖ ἐν παντὶ δικαίῳ τὸ ἀγαθὸν ἐργαζομένῳ· τὸν αὐτὸν οἶμαι τρόπον οἰκεῖν τὸν διάβολον ἐν παντὶ κακοποιῷ. οὐκ οὐν οὐχ ἡμεῖς ἐσμεν, καθὸ σάρκα ἔχομεν, πονηροὶ, ἀλλ’ ἡ οἰκοῦσα ἐν ἡμῖν ἁμαρτία, ἄλλη τις οὖσα παρὰ τὴν σάρκα καὶ τὴν ψυχὴν τοῦ ἀνθρώπου· καὶ γὰρ ἐν ψυχῇ μάλιστα λέγεται ἐπιχωριάζειν ὁ διάβολος, κατὰ τὸ “εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὴν καρδίαν Ἰούδα.” καὶ κατὰ τὸ “Ἀνανία, ἵνα τι ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν
σου;” ἐν δὲ τῷ εἰπεῖν οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸς, ἀλλ’ “ἡ οἰκοῦσα ἐν ἐμοὶ ἀμαρτία.” ἔργου γὰρ καὶ κατέργου πολὺ τὸ μέσον· διότι τοῦ μὲν ἔργου ποιεῖται τὸ κάτεργον, ὥστε φέρε εἰπεῖν οἰκίας, ἣ νηός. τὸ δὲ κάτεργον, τουτέστι τῆς ὕλης ἡ προ- παρασκευή.
καὶ ἐπειδήπερ ἐκ τῆς καρδίας ἐκπορεύονται λογισμοὶ πονηροὶ ἐκ τῆς γενναμένης τοῦ διαβόλου συλλήψεως, κέκραγε τὸ θεῖον λόγιον, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον “κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.ö ὥσπερ τοῖς αὐτοῖς φιλαρέτοις ψυχαῖς τὸ Ἄγ’ ἴον Πνεῦμα συγκοπιᾶν λέγεται, κατὰ τὸ “περισ-
“σότερον πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ “ἡ σὺν ἐμοί. ἐπὰν ῥάθυμος ψυχὴ ταῖς τοῦ διαβόλου προτροπαῖς ἐπεσθῇ, συνεργὸν ἔχει πρὸς τὸ κακὸν αὐτὸν τὸν διάβολον. αὐτὸς γὰρ καὶ τὸν τύπον τῆς ἐσομένης ἁμαρτίας προκατηργάσατο ἐν αὐτῇ. ὅτου χάριν εἴρηται, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ’
“ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.”
οὔτε μὴν κατανεκροῦν οἷόν τε τὴν ἐν ἡμῖν ἁμαρτίαν, ἀλλ’ ὡς ἐνιέντα μόνῳ τῷ νῷ τὴν τοῦ συμφέροντος γνῶσιν. εἰ γὰρ ἐμοὶ, φησὶ, παράκειται τὸ κακὸν, ὡς ἐνοικοῦν τῇ σαρκὶ, κατακιβδηλεύει γε μὴν ὁ νόμος αὐτῷ χαρίζεται g τὴν ἐπικουρίαν· καὶ νοεῖται σύμ- 4 βουλος, οὐ μὴν ἔτι καὶ λυτρωτής. δεῖ δὲ δὴ πάντως τοῖς ἀρρωστοῦσι τὴν ἁμαρτίαν, οὐ τοῦ διειδέναι μόνον, ὅτι τὰ ἀμείνω προσήκει δρᾶν αὐτοὺς, ἀλλὰ καὶ τοῦ δύνασθαι κατορθοῦν ἅπερ ἃν εὖ ἔχοι, καὶ τῷ νόμῳ δοκῇ. καθάπερ ἀμέλει καὶ τοῖς ἐθέλουσι εὐδοκιμεῖν ἐν μάχαις, οὐκ ἀπόχρη πρὸς τοῦτο γυμνὴ καὶ μόνη τῶν
τακτικῶν ἡ εἴδησις, ἀλλ’ εἰ προσυπάρχοι τούτῳ καὶ τὸ εὐσθενὲς, εἶεν ἃν οἱ τοιοίδε μόλις λαμπροὶ καὶ ἀπόβλεπτοι. οὐκοῦν εἰ διδάσκει μὲν ὁ νόμος τὸ ἐν ἀγαθοῖς εὐτεχνὲς, κατ’ οὐδένα δὲ τρόπον τοῖς πλεονεκτουμένοις ἐπικουρεῖ τὴν ἁμαρτίαν ἀπονευρῶν, καλὸς μὲν ὅτι καὶ διδάσκαλος· οὐ μὲν ἔτι καὶ ἐν ἴσῳ χάριτι τῇ διὰ
Χριστοῦ καταλογισθείη ἃν εἰκότως, τοῦ καὶ σοφοῦν ἰσχύοντος, καὶ ἀλκιμωτέρους ἡμᾶς ἀποφαίνοντος τοῦ κακοῦ.
ὡς οὐκ ἐργῶδές ἐστι μετιέναι τὴν κακίαν.
λέγοντος. τὸ δὲ, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται κατὰ τὴν σάρκα. λέγει γὰρ ὅτι κατὰ μὲν τὴν ψυχὴν, χρήσιμος ὁ νόμος, παιδεύων αὐτὴν ἐφίεσθαι τοῦ καλοῦ, ἀποστρέφεσθαι δὲ τὸ κακόν. τὴν περὶ τὸ ἁμαρτάνειν δὲ ἡμῶν εὐκολίαν, οὐδαμῶς δύναται ἀφελεῖν, ἥτις ἀπὸ τῆς θνητότητος ἐνεγένετο.
ἀγαθὸν αὐτοῦ ῥοπήντε καὶ θέλησιν.
ποιήσασθαι· τῷ μὲν νόμῳ τοίνυν συνήδομαι τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, ὀνομάζει τὸν ἐν ἡμῖν νοερὸν, καὶ χαίρω καὶ γέγηθα τούτου τοῖς παραγγέλμασι. βλέπω δὲ νόμον ἕτερον τῶν ἑαυτοῦ μελῶν ἀντιπαραττόμενον i τούτῳ, καὶ πρὸς βίαν ὡς ἑαυτὸν ἀποσπῶντά με, καὶ οἷον αἰχμαλώτῳ τινὶ παρακεχρημένῳ μοι. ἃ
γὰρ ἐκεῖνος ἐπιτάττει, καὶ ὧν ἐκεῖνος ἔχεσθαι μοι κελεύει, οὗτος ἀπέχεσθαι τούτων ἐπαναγκάζει. νόμον δὲ ἁμαρτίας ἐν τοῖς μέλεσιν αὐτοῦ, τὸ βούλημα καὶ τὸν σκοπὸν τῆς παθητῆς λέγει σαρκός· ἐπειδὴ καὶ παντὸς ἴδιον νόμου, τὸ τοῖς ὑπ’ αὐτὸν τὰ αὐτῷ δοκοῦντα παρακελεύεσθαι. ἐγὼ τοίνυν οὐχ ᾧ χαίρω νόμῳ, φησὶν, ὑπακούω,
ἀλλ’ ᾧ μὴ χαίρω. οὐ πράττω γὰρ ἃ βούλομαι· ἃ δὲ μὴ βούλομαι πράττω· καὶ μᾶλλόν μου τῶν μελῶν ὁ νόμος τοῦ θείου νόμου κατακρατεῖ. καὶ πρὸς αὐτὸν ἀγωνιζόμενος ἀντισχεῖν οὐκ ἀρκῶ. τὸ μὲν γὰρ τὸ καὶ τὸ ποιῆσαι, καὶ πάλιν τὸ καὶ τὸ μὴ ποιῆσαι, διὰ τοῦ θείου νόμου παιδευόμενος ἔχω μετρούμενος ὑπὸ τὴν γνῶσιν
τῆς ἀρετῆς. ἐνεργῆσαι δὲ αὐτὴν κωλυόμενος ὑπὸ τῆς σαρκὸς, παρ’ αὐτοῦ βοηθείας οὐκ ἀξιοῦμαι. ἀλλ’ ὁ τῶν μελῶν μου νόμος ἀμετραίνων οἴχεται μετὰ πολέμου λάφυρον κατακτώμενος.
δὲ κατορθοῦν. τοῦ δὲ εἰς Χριστὸν πεπιστευκότος, τὸ σὺν τῷ νῷ κατορθοῦν διὰ τῆς τοῦ Πνεύματος ἐπικουρίας. διὸ καὶ πνευματικὸς ὁ τοιοῦτος καλεῖται. δείκνυσι δὲ ὅτι ὥσπερ ἀντινομοθετεῖ τῇ 6 τοῦ Θεοῦ νομοθεσίᾳ ὁ διάβολος· οἷς γὰρ προσέταξεν ὁ Θεὸς, τἀναντία ποιεῖν, πείθει τοὺς ἀνθρώπους. πεφυλαγμένως δὲ πάνυ ἐν τοῖς μέλεσιν εἶναι φησὶ τὸν τῆς ἁμαρτίας νόμον· δεικνὺς ὡς οὐκ ἀρέσκεται τοῖς τοῦ σώματος πάθεσιν ἡ ψυχὴ, εἰ καὶ συγ- καθέλκεται πολλάκις αὐτῶ.
πάντων ἐπιτηδεύεσθαι φύσιν ἔχουσα τῶν μελῶν. τὰ μὲν γὰρ δι’ ὀφθαλμῶν, τὰ δὲ διὰ γλώττης, τὰ δὲ ἑτέρως ἁμαρτάνομεν. θαυμάσαι δὲ ἄξιον ἐνταῦθα τοὺς διαπορήσαντας, πότερον τρεῖς ἣ τέσσαρας νόμους ὁ Ἀπόστολος βούλεται λέγειν· δήλης οὔσης καὶ ἀπολύτου τῆς διανοίας. ἀντὶ γὰρ τοῦ εἰπεῖν τὴν ἁμαρτίαν, νόμον
εἶπεν ἁμαρτίαν, οὐδὲν ἀλλοιότερον λέγων. κατά τι δὲ αὐτὸ οἰκεῖον τεθεικὼς ἰδίωμα. οὕτω καὶ ἐν τοῖς ἀνωτέρω λέγει, “ὁ διὰ νόμου πί- “στεως·” καὶ μετὰ βραχέα δέ· “ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς “ζωῆς,” ἀντὶ τοῦ εἰπεῖν τὸ πνεῦμα τῆς ζωῆς. ἐπειδὴ γὰρ σκοπός ἐστι νόμου παντὸς, ἰδίως ἐφ’ ἑκάστου τὸ τοῦ νόμου προστίθησιν
ὄνομα· ἵνα εἴπῃ τὸν σκοπὸν τοῦ πράγματος, περὶ οὗπερ ἃν λέγῃ, αὐτὸ τὸ πρᾶγμα καὶ οὐχ ἕτερον λέγων.
προειρημένοις προσώποις ἐστιν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν, καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν.
θανάτου τούτου.
σῶμα γὰρ θανάτου, τὸ θανάτου παραίτιον λέγει. ἐκ τοῦ ἀποτελέσματος αὐτὸ προσειπών. ὑποδείξας δὲ αὐτάρκως τὴν ἀνάγκην, καὶ δηλώσας τὸ τοῦ πράγματος μέγεθος, ἐπάγει, μετ’ εὐχαριστίας καὶ ὕμνου τὸν εὐεργέτην δηλῶν, “εὐχαριστῶ τῷ Θεῷ “μου διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. τοῦτο λέγων ὅτι
χάρις τῷ φιλανθρώπῳ Θεῷ δωρησαμένῳ τὴν ἀθανασίαν ἡμῖν, καὶ τὴν ἀφθαρσίαν καὶ τὴν ἀπάθειαν διὰ τῆς οἰκονομίας τῆς κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς μεγαλοφώνῳ πρὸς ἡμᾶς κηρύγματι κέκραγε, “δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορ- “τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
σώματος κατὰ τῆς ψυχῆς γινόμενον πόλεμον, καὶ διὰ τοῦ h τὸν ἄνθρωπον αἰχμαλωτιζόμενον, καταφυγὴν σωτηρίας ζητεῖ, καὶ τὸν ῥυόμενον περιβλέπεται, ἵνα αὐτὸ τὸ σῶμα τοῦ θανάτου εἰς σῶμα ζωῆς μεταποιήσῃ. εἶτα ὡς εὑρεθέντος τοῦ ῥυομένου, καὶ ἑτοίμου ὄντος πρὸς τὴν χάριν τῆς σωτηρίας, τὴν πρέπουσαν εὐχαριστίαν
ἀναπέμπει τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ αὐτῷ καὶ τὸ ῥυσθῆναι τοῦ πολεμίου προσεγένετο. οὐ λέγει δὲ ἁπλῶς, οὐδὲ εὔχεται ῥυσθῆναι τοῦ σώματος, ἀλλὰ τοῦ κατασχόντος τὸ σῶμα θανάτου, διὰ τῆς ἁμαρτίας τοῦ θανάτου. θέλει γὰρ τὸ σῶμα αὐτοῦ ζωῆς εἶναι σῶμα, οὐ σῶμα θανάτου, οὐδὲ σῶμα ἁμαρτίας.
σφόδρα, καὶ ἀσθενῶν αἰσχύνεται. τόγε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἔχει, δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταυτήτοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν, οὐδὲν τὸ παραπαν διάγε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος, εἰ τῷ μὲν νο·ὶ· δουλεύειν τῷ Θεῷ διϊσχυρισαιτο
νόμῳ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαι ἐστὶν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι “τὸ καλὸν, οὔ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τόγε ἧκον εἰς νοῦν καὶ τὴν ἐν αὐτῶ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον
ὥσπερ ἀντιστᾶσα θέλημα. ἦν οὖν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυναμένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέπαυται τὸ κατάκρι- νον, τουτέστιν ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.
ἔχεται τοῦ προκειμένου· ἐγὼ τοίνυν ὁ αὐτὸς Θεοῦ τε δοῦλος, καὶ ἁμαρτίας εἰμὶ, καί με διὰ τοῦ παθητοῦ τῆς σαρκὸς ἡ ἁμαρτία μερίζεται πρὸς Θεόν. ὑποδείξας δὲ τῶν ὑπὸ νόμον τὸ πρὸς δικαίωσιν ἐλλιπὲς, ἐπιφέρει τὸ τῆς χάριτος τέλειον, καὶ φησὶν, “οὐδὲν “ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ,” καὶ τὰ ἑξῆς. ἀλλ’
ἰδοὺ γὰρ νῦν ἡ διὰ Χριστοῦ χάρις, φησὶ, τῆς κατακρίσεως ταύτης ἡμᾶς ἠλευθέρωσε· πρὸς γὰρ ἀπαθῆ καὶ ἀθάνατον ζωὴν διὰ τῆς τοῦ 8 πνεύματος δωρεᾶς μεθιστάμενοι, καὶ ὅλοι πνευματικοὶ δι’ ὅλων γινόμενοι, τῆς τε ἁμαρτίας ἀπαλλαττόμεθα, καὶ τοῦ θανάτου τοῦ δι’ αὐτήν.
σώματος. ταῦτα δὲ διελέγχει, ἵνα τῆς τοῦ Σωτῆρος ἐπιδημίας ἐπιδείξῃ τὰ κατορθώματα, καὶ τὴν γενομένην ἕνωσίν τε καὶ εἰρήνην ψυχῆς καὶ σώματος διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας. συνήγαγεν οὖν ὃ ἐβούλετο, καὶ ἦλθεν ἐφ’ ὃ κατεσκεύαζεν, εἰπὼν, “οὐδὲν “ἄρα κατάκριμα νῦν τοῖς ἐν Χριστῷ Ἰησοῦ.” ἀποδείξας γὰρ ὅτι
οἱ ὑπὸ νόμον ὄντες, ἅτε δὴ κατὰ σάρκα ζῶντες, ὑπὸ ἁμαρτίαν εἰσὶ καὶ κατάκριμα, ἐπήγαγεν, ὅτι οἱ ὑπὸ Χριστὸν ὄντες, οὐκ εἰσὶν ὑπὸ κατάκριμα, ἐπειδὴ μὴ κατὰ σάρκα περιπατοῦσιν.
καθέλκομαι. ἀλλ’ ἀπηλλάγμεθα τούτων ἁπάντων, καὶ τιμωρίας ἁπάσης κατέστημεν ἐκτὸς, οἱ διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως ἔξω γενόμενοι τῆς θνητότητος καὶ τοῦ κατ’ αὐτὴν ζῆν. τοῖς γὰρ θνητοῖς καὶ τὴν ἐπὶ τὸ χεῖρον ῥοπὴν δεχομένοις, ἀναγκαῖος ὁ νόμος, ἀπείργων τοῦ χείρονος. ἀθανάτοις δὲ καὶ ἀτρέπτοις γεγονόσι, περιττὸς
ριττὸς ἐξ ἀνάγκης καθέστηκεν.
νόμον τὸ σαρκικὸν ὀνομάζει φρόνημα, πρὸς πᾶν εἶδος φαυλότητος τητος ἀποφέρον ἡμᾶς, οὕτω καὶ νόμον Πνεύματος ζωῆς τὸ θέλημα τὸ πνευματικόν· τουτέστι τὴν εἴς γε τὸ ἀγαθὸν τῆς διανοίας ῥοπήν. ἀλλ’ “ὁ μὲν σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει “ φθορὰν, ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύματος θερίσει
“ ζωὴν αἰώνιον.” οὐκοῦν “ὁ μὲν νόμος τοῦ Πνεύματος τῆς ζωῆς,” τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἢν μὲν ἐν ἡμῖν καὶ πάλαι· ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ· ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἡττώμενος κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν k ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ, κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφιέσμεθα. ταύτητοι καὶ λελυτρώμεθα· καὶ ὑπεζευγνύμεθα μὲν οὐκέτι τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα.
αὐτός που πάντων τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας, πᾶσα πῶς ἀνάγκη καὶ τοῖς τοῦ θανάτου καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς ἐλευθε- ρωμένους τε διὰ Χριστοῦ, δεῖ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ
ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.
ὁ Ἀπόστολός φησι. “σπείρεται γάρ,” γάρ,” σῶμα “ ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,” ὡς ἃν αὐτοῦ τότε κρατοῦντος ἡμᾶς ἐν ἀφθαρσίᾳ τε καὶ ἀτελευτότητι. Πνεῦμα οὖν αὐτὸ ζωῆς καλεῖ, ὡς ἂν τῆς ἀθανάτου ζωῆς παρεκτικὸν, ἧς τότε τευξόμεθα. τὸ τοίνυν Πνεῦμά φησι, τὸ ἐπ’ ἐλπίδι τῆς ἀθανασίας
ἡμῖν δεδομένον, οὗ τὴν ἀπόλαυσιν ἡ ἐπὶ τὸν Χριστὸν πίστις παρίσχηκεν ἡμῖν, ἀπήλλαξέ με τοῦ τε θανάτου καὶ τῆς ἁμαρτίας. δῆλον δὲ ὅτι ἀπὸ τῶν μελλόντων ποιεῖται τὴν ἀπόδειξιν τῶν διὰ Χριστοῦ παρεσχεθέντων ἡμῖν, ὅτε ἐπὶ τῶν πραγμάτων τὴν ἔκβασιν λήψεται. ἐπεὶ καὶ ἡ τοῦ θανάτου ἐλευθερία τότε ἡμῖν προσγενήσεται,
οὐκ ἀνισταμένοις μόνον, ἀλλὰ [γὰρ] καὶ ἀθανάτου ζωῆς ἀξιουμένοις. τότε δὲ καὶ τῆς ἁμαρτίας ἀπαλλαττόμεθα. τότε 9 ἄτρεπτοι γεγονότες τῇ τοῦ Πνεύματος χάριτι, ἁμαρτεῖν οὐκ έπιδεχόμεθα. κατὰ γάρ τοι τὸν παρόντα βίον, πρόδηλον ὡς θνητοὶ τε ἐσμεν, καὶ ὑπὸ τὴν τῆς ἁμαρτίας ἐνόχλησιν κείμεθα.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.