ΚΕΦ. ΚΔ.
Μακεδονίαν.
Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο
ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. τοῦτον
ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν,
ἀλλὰ καὶ αὐτὸς τοῦτο ἐργάζεται· καὶ οὐδὲν ἁπλῶς ἐποίει προλήψει· “τοῦτον ἠθέλησε, φησι, “ἐξελθεῖν σὺν αὐτῶ· καὶ τὸ θαυμαστὸν τοῦτο· ὅτι καὶ ἐπηγάγετο αὐτὸν διὰ τοὺς Ἰουδαίους, φησὶ, τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· οὐκ ἂν γὰρ ἠνέσχοντο παρὰ τοῦ ἀκροβύστου τὸν λόγον ἀκοῦσαι· καὶ τι ; ὅρα τὸ κατόρθωμα·
περιέτεμεν, ἵνα περιτομὴν καθέλῃ· τὰ δόγματα γὰρ ἐκήρυττε τὰ τῶν Ἀποστόλων· ὁρᾶς μάχην, καὶ διὰ μάχης οἰκοδομὴν d, οὐ παρ’ ἑτέρων πολεμούμενοι, ἀλλὰ καὶ αὐτοὶ ἐναντία ποιοῦντες, οὕτω τὴν ἐκκλησίαν ᾠκοδόμουν· δόγμα εἰσήνεγκαν μὴ περιτέμνειν, καὶ περιέτεμε· κηρύττει μὴ περιτέμνειν, καὶ περιτέμνει τῇ πίστει
καὶ τῷ πλήθει· “ ἐπερίσσευον,” φησὶ, “τῷ ἀριθμῷ καθ’ ἡμέραν.” εἶδες τὸ κέρδος τῆς περιτομῆς· εἶτα λοιπὸν οὐκ ἐνδιατρίβει τούτοις, ἅτε ἐπισκέψασθαι ἐλθὼν, ἀλλὰ τι ; πόρρω πρόεισιν.
καὶ Τιμόθεος, τοῖς δὲ μαθηταῖς οὐκ εἶπεν· εἰ γὰρ ἔγνωσαν ὅτι διὰ τοῦτο περιέτεμε, ἵνα λύσῃ τὴν περιτομὴν, οὐδ’ ἃν τὴν ἀρχὴν ἤκουσαν αὐτοῦ δημηγοροῦντος, καὶ τὸ πᾶν ἃν διερρύη κέρδος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, καὶ εὐμενῶς ἐδέξαντο καὶ προσηνῶς,
καὶ αὐτὸν καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι γὰρ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· ὅπερ οὐκ ἃν ἐγένετο, εἰ παρὰ τὴν ἀρχὴν τὴν αἰτίαν ᾔδεσαν· μαθόντες γὰρ αὐτὴν ἀπεστράφησαν· ἀποστραφέντες δὲ ἔμειναν ἐπὶ τῆς πλάνης τῆς προτέρας.
βούλεται; μὴ πρὸς Ἰουδαϊσμὸν ἐξέκλινε; καὶ τοῖς ἤδη θεσπισθεῖσι παρὰ πάντων ἐναντία διαπράττεται, ἑαυτῷ δὲ καὶ πρῶτον; μὴ γένοιτο. τίνος οὖν ἕνεκε τοῦτο ποιεῖ; πρᾶγμα μέγιστον καὶ πᾶσιν ὁμοῦ τοῖς Ἀποστόλοις καταθύμιον κατορθῶσαι βουλόμενος· ποῖον δὴ τοῦτο; ἄνω καὶ κάτω διέβαλλον αὐτὸν οἱ Ἰουδαῖοι, ὡς
πανταχοῦ τὸν νόμον ἀνατρέποντα, καὶ τοὺς ἐξ ἐθνῶν ἀποστᾶσ’ ίαν διδάσκοντα, καὶ σφόδρα πρὸς αὐτὸν ἀπεχθῶς διέκειντο· ἐπεὶ οὖν τὸν Τιμόθεον εὗρε μαθητὴν ἐξ Ἐλλήνων εὐδόκιμον, καὶ πρὸς ὑπηρεσίαν ἑαυτοῦ ἐπιτήδειον, καὶ συνέκδημον ἔχειν αὐτὸν ἠβούλετο· διὰ τοὺς καταφλυαροῦντας αὐτοῦ ἀσεβῶς, λαβὼν περιέτεμεν αὐτόν·
μή μοι, φησὶν, ἐγκαλεῖτε, ὦ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ· τοῦτο δὲ ποιεῖ, οὐ συνιστῶν τὴν περιτομήν· μὴ γένοιτο· ἀλλὰ διὰ τῆς τοιαύτης κατασκευῆς ἑλκῦσαι τούτους πρὸς ἑαυτὸν βουλόμενος· μή μοι προφάσεις, ὢ Ἰουδαῖοι, ὡς ἀνατρέποντι τὸν νόμον· ἰδοὺ καὶ αὐτὸς στοιχῶ τῷ νόμῳ·
ἰδοὺ πάντες οἱ σὺν ἐμοὶ μαθηταὶ τοῦ Κυρίου περιτετμημένοι εἰσίν. εἰ γὰρ ἦν Τιμόθεος ἀπερίτμητος διδάσκαλος ὢν, πάντες ἃν ἀπεπήδησαν ἀπ’ αὐτοῦ· ὅτι δὲ τοῦτο τυγχάνει ἀληθὲς, δείκνυσιν ἡ βίβλος ἐν τοῖς ἐφεξῆς· εἰ γὰρ τοσαύτη γέγονεν αὐτοῦ κατηγορία διὰ τρόφιμον τὸν Ἐφέσιον, ὃν ἐνόμιζον, ὅτι ὁ Παῦλος εἰς τὸ ἱερὸν
εἰσήγαγεν· ἐξ Ἑλλήνων δὲ ἦν οὗτος· τί ἄρα ἂν ἔπαθεν, εἰ Τιμόθεα ὄντα διδάσκαλον ἐξ ἀκροβύστων εἶχε σὺν αὐτῷ; εἰ δὲ βούλοιτό τις ἀκριβῶς κατανοῆσαι τῶν Ἀποστόλων τὴν σύνεσιν· ὅτι πάντα ἐποίουν τῆς σωτηρίας τῶν Ἰουδαίων ἕνεκεν· αὐτὸν τοῦτον θεάσοιτο τὸν διδάσκαλον τῆς οἰκουμένης ἁγνισθέντα τῶν συναποστόλων
τῇ Τώμῃ· καὶ ἐν τῷ ἱερῷ διαγγέλλοντα τὴν ἐκπλήρωσιν τοῦ ἁγνισμοῦ· εὕροι δέ τις καὶ τὸν κορυφαῖον τῶν μαθητῶν Πέτρον ὑποκριθέντα Ἰουδαϊσμόν. καὶ ταῦτα μὲν τοὺς Ἀποστόλους παντελῶς ἔβλαπτεν οὐδέν· ἐγένετο δὲ τοῖς Ἰουδαίοις σωτηρίας ὑπόθεσις, καὶ τῆς εἰς Χριστὸν πίστεως ἀρχή· ὅτι διδασκάλους
εἶχε τοιούτους, ὡς ἐνόμιζον φυλάττοντας τὸν νόμον.
“ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, μετα- “πεισθῆτε· ἀλλὰ τὰ περὶ τοῦ μὴ φυλάττεσθαι τὴν περιτομὴν, καὶ ὅσα τούτοις ὅμοια, ἃ ἐν τῷ νόμῳ ἢν ἀλλὰ τὸ ἀπέχεσθαι εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ, καὶ πορνείας· ταῦτα γὰρ ἦν δόξαντα τῷ Ἄγ’ ἴῳ Πνεύματι, καὶ θεσπισθέντα διὰ τῶν ἐν Ἱεροσολύμοις
μαθητῶν, καὶ βεβαιωθέντα καὶ κρατυνθέντα καὶ δεχθέντα διὰ f τῶν ἐν Ἀντιοχείᾳ.
ἐπερίσσευον τῷ ἀριθμῷ καθ’ ἡμέραν. διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,
λόγον ἐν τῆ Ἀσίᾳ, ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπεί· ραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι·
Πνεῦμα τῷ Παύλῳ κηρύξαι ἐν Ἀσίᾳ.
πινώτερον· ἔνθα δὲ πολλῇ βίᾳ, θειότερον· ἐπειδὴ γὰρ κηρύξαι μὲν ἠπείγετο, μόνον εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· μὴ κηρύξαι δὲ οὐκ ἃν ἠνέσχετο· εἰς τοῦτο Πνεῦμα Ἅγιον ἀποκαλύπτει· οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ, “ἀναστὰς κατάβηθι·” οὐ γὰρ δὴ καὶ τὰ εὔκολα τὸ Πνεῦμα εἰργάζετο, ἀλλ’ ἤρκει καὶ ὄναρ.
αὐτούς. ἀναχθέντες οὖν ἀπὸ Τρωάδος, εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν,
κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος Μακεδονίας πόλις κολώνεια.
τουτέστι καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν, οὐ γὰρ ἐγένετο βραδυτής· εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας ἐγένοντο· οὐκ ἃν εἰ κατὰ παροξυσμὸν ἐνήργησε τὸ Πνεῦμα τὸ Ἅγιον· ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἰναί τι ἀνθρώπινον· εἶτα λέγει καὶ τοὺς τόπους, ἅτε ἱστορίαν ἐξηγούμενος, καὶ δεικνὺς ποῦ ἐνεχρόνισεν· ἐν
ταῖς μείζοσι δηλονότι, τὰς γὰρ ἄλλας παρείη· ἀξίωμά ἐστι πόλεως ἡ κολώνεια.
τινάς· τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν, οὗ ἐνομίζετο προσευχὴ e εἶναι,
ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων· ταῦτα δὴ μαθόντας καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα· παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι ὁ Παῦλος καὶ ξένῃ· ποῦ ὁ τύφος; ἄρα τοῦ Θεοῦ δεόμεθα ὥστε ἀνοῖξαι καρδίαν· ὁ Θεὸς ἀνοίγει καρδίας τὰς βουλομένας· ἔστι γὰρ πεπωρωμένας ἰδεῖν· τὸ μὲν ἀνοῖξαι τοῦ
Θεοῦ ἦν, τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν· “ἔξω τῆς πόλεως·” ἐπιτήδειος ἦν ὁ τόπος πρὸς τὴν ἀκρόασιν, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων.
τί οὖν φαμεν Θεοῦ χάριτι, ὃ ἐπὶ τοῦ Κορνηλίου ἐλέχθη; ὅτι ἐκείνοις ἀνοίγει θύραν ὁ Θεὸς τοῖς θεοσεβῶς μὲν ζῶσι, πλανωμένοις δὲ περὶ τὴν πίστιν, διὰ τὴν πατροπαράδοτον κακοπιστίαν· ἰδοὺ γὰρ καὶ αὐτὴ ἔσεβε μὲν τὸν Θεὸν, ἠγνόει δὲ τὸ πῶς δεῖ σωθῆναι, ὅπερ αὐτῇ ὁ Κύριος ἀνεπλήρωσε διὰ τῆς ἀληθοῦς διδασκαλίας· ὡς τὸ
ῥητόν φησι, “σεβομένη τὸν Θεόν·” ἐκ δὲ τοῦ ἐναντίου, ὅταν ὁ Θεὸς οὐκ ἀνοίγῃ καρδίαν τινὸς, διὰ τοῦτο οὐκ ἀνοίγει, ἐπεὶ ἄθεος ἐστι, καὶ εἰς μάτην δέχεται τοὺς λόγους· κἂν γὰρ δι’ ἐναργῶν ἀποδείξεων συστήσῃ τις τὸν θεῖον λόγον, ὥσπερ καὶ οἱ Ἀπόστολοι διὰ σημείων καὶ τεράτων· ἀλλ’ οὖν δουλεύειν θέλων τοῖς ἑαυτοῦ πάθεσι
καὶ κακίᾳ, ἀποτρέπεται τὸν λόγον· αὐτὸς ἑαυτῷ αἴτιος γενόμενος· οὐδέποτε γὰρ ὁ Θεὸς συνεργεῖ τινι εἰς κακόν· ἀλλ’ εἰς μὲν τὰ καλὰ διὰ τὴν αὐτοῦ φιλαγαθίαν συνευδοκεῖ· ἐπὶ δὲ κακῶν, συγχωρεῖ πορεύεσθαι ἕκαστον ἐν τοῖς ἐπιθυμήσασιν αὐτοῦ· πρὸς ὃ οὖν θέλει τις ζῆ.
Θεοῦ· καθὼς καὶ ὁ Λουκᾶς, ὅτι φησὶ “διήνοιξε τὴν καρδίαν αὐτῶν.” καὶ πάλιν, “οἷς ἦν δεδομένον ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.”
τοὺς Ἀποστόλους· πόσης ταπεινότητος γέμει τὰ ῥήματα, πόσης σοφίας.
μοι τοιαῦτα μυστήρια· καὶ οὐκ ἐτόλμησε πρὸ τούτου καλέσαι· διατί δὲ οὐκ ἐβούλοντο οἱ περὶ Παῦλον, ὡς καὶ βιασθῆναι αύτούς; ἤτοι έκείνην g ἐκκαλούμενοι εἰς μείζονα προθυμίαν· ἣ ἐπειδὴ ἔλεγεν ὁ Χριστὸς, τίς ἐστιν ἄξιος ἐρωτήσατε, καὶ “ ἐκεῖ μείνατε· ἀλλὰ δι’ οἰκονομίαν ἐποίουν· καὶ ἐβαπτίσθη,
καὶ δέχεται τοὺς Ἀποστόλους μετὰ τοσαύτης ἱκετηρία μετὰ πλείονος ἣ ὁ Ἀβραάμ· καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ’ ἐκεῖνο ἀφ’ οὗ ἐσώθη· οὐκ εἶπεν εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με, ἀλλὰ πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶν λον ὑμῖν.
θεός, φησι, Πυθὼν· ἀπὸ τοῦ τόπου οὗτος λέγεται· ὁρᾶς ὅτι καὶ ὁ Ἀπόλλων δαίμων ἐστί· καὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε παροξύναι· ὦ μιαρὲ καὶ παμμίαρε, εἰ τοίνυν οἶδας ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἐκείνων; ἀλλ’ ὅπερ Σίμων ἐβούλετο λέγων, “δότε μοι, ᾧ ἃν ἐπιθῶ τὰς
“χεῖρας, λαμβάνῃ Πνεῦμα“Αγιον,Ἅγιον,” τοῦτο καὶ οὗτος ἐποίει, ἐπειδὴ ἔιδεν εὐδοκιμοῦντας· οὐδὲ ὑποκρίνεται· ταύτῃ προσεδόκησεν αὐτὸν ἀφίεσθαι ἐν τῷ στόματι, εἰ τὰ αὐτὰ κηρύξειεν· εἰ δὲ παρὰ ἀνθρώπου οὐ λαμβάνει τὴν μαρτυρίαν ὁ Χριστὸς Ἰωάννου λέγων, πολλῷ μᾶλλον παρὰ δαίμονος· οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ·
τὸ γὰρ κηρύττειν οὐκ ἀνθρώπων, ἀλλὰ Πνεύματός ἐστιν Ἁγίου.
τῆς μανίας φθέγγεσθαι ῥήματα· οἶδα ὅτι ᾐσχύνθητε καὶ ἠρυθριάσατε ταῦτα ἀκούσαντες· ἀλλ’ ἐκεῖνοι καὶ μέγα φρονοῦσι, καὶ διὰ τὴν ἀσχημοσύνην καὶ διὰ τὴν μανίαν ταύτην.
γέγραπται τοιοῦτον προσχρώμενος τῇ μαρτυρίᾳ αὐτοῦ, ᾖ εἶπε περὶ Παύλου καὶ τῶν συνόντων· φησὶ γὰρ, “οὗτοι οἱ ἄνθρωποι “δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί·” πῶς γὰρ πονηρὸν, τὸ οὕτω διακείμενον περὶ θείων ἀνδρῶν, καὶ γινῶσκον πῶς καταγγέλλουσιν· ἕτερος δὲ πᾶσαν τὴν κατάθεσιν τὴν πρὸς τὰ χρηστήρια καὶ μαντεῖα
ἀπαγορεύων ἐρεῖ· οὐ σπουδαῖον πνεῦμα τὸ ἐπὶ μισθῶ μαντευόμενον· εἴπερ γὰρ ἢν τοιοῦτον, κἂν συνεχώρει Παῦλος πείθοντι παραδέχεσθαι τὴν τῆς σωτηρίας ὁδόν· ἀλλ’ οὐ συνεχώρησε· στραφεὶς γὰρ πρὸς τὴν παιδίσκην πότερον k διαπονηθεὶς, εἷπε τῷ πνεύματι ἐξελθεῖν ἀπ’ αὐτῆς· πειστέον τῶν τὰς φύσεις εἰσαγόντων;
(??) τι ἐροῦσι πέρι τῶν οὕτως ἐχόντων πνευμάτων, α ἐκ του φανέρου οὔτε πονηρὰ οὔτε ἀστεῖα φαίνεται ; ἡμᾶς γὰρ οὐ θλίψει προσάπτοντας προαίρεσιν πᾶσι τοῖς λογικοῖς, καθ’ ἣν ἄνεσις καὶ ἐπίτασις γίνεσθαι ἀρετῶν τε καὶ κακιῶν· πρέπει δὲ μᾶλλον τὸ νομίζειν πᾶν μαντικὸν Πνεῦμα φαῦλον εἶναι· διὸ καὶ κωλύει ἡ
θεόπνευστος γραφὴ καθόλου τὴν μαντίαν, ὡς οὐκ ἐπὶ καλοῦ γινομένην· εὑρεῖν οὖν ἐστιν ἐνδιαπίπτοντας ἐπὶ πολλῶν τοὺς μαντικοὺς δαίμονας· ὡς ἐπὶ τῷ Πυθωνίῳ πνεύματι διαπονηθεὶς Παῦλος, ἐξέβαλεν αὐτὸ τῆς ἀνθρώπου· ἅμα κἀκείνην ἐλευθερῶν τῆς κατεχούσης μανίας, καὶ δεικνὺς ὡς οὐ πρέπουσα μαρτυρία ἡ ἀπὸ
πονηρῶν τοῖς κήρυξι τῆς ἀληθείας· δεδιέναι γὰρ ἐπέρχεται, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες, δι’ ὧν εἰρήκασιν ἀληθῶς, τοὺς εὐχερεῖς τῶν ἀνθρώπων, ψευδῆ τινα καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες, μεγίστης βλάβης αἴτιοι γένωνται· διὸ 6 οὐδὲ τοῖς αἱρετικοῖς προσεκτέον ῥητὰ γραφικὰ προφέρουσι· βλαπτουσι γὰρ μᾶλλον ἣ ὠφελοῦσι προφέροντες τὰ οἷς οὐ πιστεύουσιν ὡς θεῖα.
εἰσὶν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.
τοῦτο Πυθῶνος πνεῦμα ἐκαλεῖτο· ἐπειδὴ ἡ Πυθία, ἤτοι ὁ ἐν τῆ Πυθίᾳ δαίμων Ἀπόλλων καλούμενος, ἐμαντεύετο· καὶ ἠπάτα τοὺς ἀνθρώπους, λέγων αὐτοῖς τὰ γεγενημένα· οὐδὲν γὰρ ἦν δυσχερὲς τῷ δαίμονι ἰδεῖν τὰ γενόμενα ἐν Ῥώμῃ σήμερον, καὶ εὐθὺς ἀπαγγεῖλαι αὐτά· ὃ καὶ ἐποίησε τῷ Κροίσῳ, ἤτοι τοῖς ὑπὲρ αὐτοῦ
μαντευομένοις, ἡνίκα ἐπείραζεν αὐτὸν ὁ Κροῖσος διὰ τῶν εἰς τὴν Πυθίαν ὄντων, τι ποιεῖ σήμερον ὁ Κροῖσος· καὶ ἀκόπως ὁρῶν τὰ ἐν Λυδίᾳ, ἤρχετο εὐθὺς ἐν τῇ Πυθίᾳ, καὶ ἀπήγγελλεν αὐτοῖς· ἔλεγεν οὖν περὶ τῶν παρελθόντων εὐχερῶς. πολλάκις δὲ καὶ περὶ τῶν μελλόντων ἔλεγε στοχασμῷ, ὥσπερ τοῦ Κύρου, ὁρῶν αὐτοῦ τὴν
ἀρχικὴν ἕξιν, καὶ τὴν μεγαλοφυίαν ἐκ παιδός· οὐδὲν οὖν δυσχερὲς τῷ δαίμονι ἀσωμάτῳ ὄντι ὁρᾶν τὰ πόρρω ὄντα, καὶ ἀπατᾶν τοὺς ἀνθρώπους ἐν οἷς ἐζήτουν μαντεύεσθαι· ὅπουγε ὡς ἐπὶ τὸ πλεῖστον περὶ τῶν παρελθόντων ἣ ὄντων ἐρωτῶσιν οἱ ἀφερέπονοι, καὶ πάντα ὡς ἐὰν παραστῇ ποιοῦντες, ἐρωτῶντες περὶ ἀπολλομένων πραγμάτων
ἢ περὶ ἀπόντων· ἄρα ζῆ ὁ ὣν ἐν τῇδε τῇ πόλει ἀπόδημος; ὃ, ὡς εἶπον, εὔκολον ἦν εἰπεῖν τῷ δαίμονι, ἢ δι’ ἀνδρὸς ἣ διὰ γυναικὸς δι’ αὐτῶν λαλῶν· ἀμέλει γοῦν καὶ ἕως νῦν τινὲς τοὺς δαιμονῶντας, ἐν τῷ καιρῷ καθ’ ὃν ἐπιτίθενται τοῖς ἀνθρώποις, πειρῶνται ἐπερωτᾶν τινὰ, ὅπερ ἐστὶν ἄθεον· σημειωτέον δὲ ὅτι καὶ διὰ τῶν δαιμόνων
οἷς ἐπίστευον οἱ Ἔλληνες ἐκηρύττετο ὁ Χριστός· καὶ αὐτῶν διαμαρτυρουμένων καὶ λεγόντων, ὅτι οἱ Ἀπόστολοι δοῦλοί εἰσι τοῦ Θεοῦ· καὶ σωτήριόν ἐστι τὸ παρ’ αὐτῶν κήρυγμα· καὶ ὅτι Θεὸς ὁ Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος· τοῦτο γὰρ ἦν τὸ κήρυγμα τῶν περὶ Σίλαν καὶ Παῦλον· ἁρμόζει δὲ κατὰ Νεστοριανῶν καὶ Παυλιανιστῶν· ὅτε δὲ διεμαρτύρατο πολλάκις ὁ δαίμων, ὅτι τὸ κήρυγμα τῶν Ἀποστόλων σώζει· τότε καὶ ὁ Παῦλος ἐξέβαλεν αὐτόν· ἵνα δείξῃ τοῖς αὐτὸ k πιστεύουσιν, ὅτι ἰσχυρότερος αὐτοῦ ἦν πᾶς πιστὸς, καὶ ἐξουσίαν εἶχεν ὡς ὑποταγέντα αὐτῷ τὸν δαίμονα συγχωρῆσαι
μένειν καὶ ἀπολῦσαι· ὅρα δὲ πῶς ἐνήργησε τῶν Χριστοῦ δούλων ὁ λόγος· ὅτι εὐθὺς ἅμα τῇ κελεύσει αὐτῶν τὰ δαιμόνια ἐξῄει.
αὐτῆς· καὶ ἐξῆλθεν αὐτῇ τῆ ὥρᾳ.
πιστῶν ἠπάτησεν, ἅτε ὑπ’ ἐκείνου δεχθείς· διὰ τοῦτο ἀνέχεται κἀς ἑαυτοῦ εἰπεῖν, ἵνα στήσῃ τὰ ὑπὲρ ἑαυτοῦ, καὶ αὐτὸς συγκα- ταβάσει κέχρηται πρὸς τὴν ἀπώλειαν. τὸ μὲν οὐν πρῶτον οὐ προσήκατο Παῦλος, ἀλλὰ διέπτυσεν, οὐ βουλόμενος ἁπλῶς ἑαυτον ἐπιρρίπτειν τοῖς σημείοις· ὡς δὲ ἐπέμενε τοῦτο ποίων, καὶ τὸ
ἔργον ἐδείκνυ, τότε ἐκέλευσεν αὐτὸ ἐξελθεῖν. Καὶ μετ’ ὀλίγα — “Διαπονηθεὶς δὲ ὁ Παῦλος,” τουτέστι τὴν κακουργίαν εἶδε τοῦ δαίμονος, καθὼς αὐτὸς λέγει· “οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.”
μαρτυρία τοῖς κήρυξι τῆς ἀληθείας ἡ ἀπὸ πονηρῶν πνευμάτων. πρὸς δὲ τούτοις ἐδεδοίκει, μὴ συναρπάσαντες οἱ τοιοῦτοι δαίμονες τοὺς εὐχερεῖς τῶν ἀνθρώπων δι’ ὧν εἰρήκασι τἀληθῆ, ψεύδη τινὰ καὶ πονηρὰ καταμίξαντες τῇ μαρτυρίᾳ, πιστευθέντες ὡς πάλιν ἀληθεύοντες, μεγίστης βλάβης αἴτιοι γένωνται τοῖς πολλοῖς.
7
μὴ ἀπὸ ἀκαθάρτου ἄγος συνίσταται.
ὣ τῆς ὠμότητος τῆς Ἑλληνικῆς· ἐβούλοντο δαιμονᾶν τὸ κοράσιον ὥστε χρηματίζεσθαι.
δαῖοι ὑπάρχοντες· καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξσετιν
ἐστιν ἡμῖν παραδέχεσθαι, οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσι.
ἔθη, ἃ οὐκ ἔξεστι παραδέχεσθαι· ὅρα οὐδὲ τῷ δαίμονι προσέχοντας, ἀλλὰ πρὸς ἓν ὁρῶντας τὴν φιλαργυρίαν.
” μὴ Καίσαρα.”
“ δύναμίς μου, ἐν ἀσθενείᾳ τελειοῦται·” ὥστε καὶ ἐπιεικείας θαυμασθῆναι αὐτούς.
αὐτοὶ, ὅτι οὐκ ἦσαν οἱ τυχόντες ἄνθρωποι, ἀλλὰ μεγάλοι τινὲς, ἐξουσίαν ἔχοντες ποιεῖν ὃ θέλουσι διὰ τοῦ Κυρίου.
μέλλει γενέσθαι μέγα· ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν· ὅσῳ ἀκριβεστέρα ἡ φυλακὴ γίνεται, τοσούτῳ τὸ θαῦμα λαμπρότερον.
δακρύων ἄξια; οἷα μὲν ἔπαθον ἐκεῖνοι· ἡμεῖς δὲ ἐν τρυφῇ· ἡμεῖς δὲ ἐν θεάτροις· ἡμεῖς δὲ ἀπολλύμεθα καὶ καταποντιζόμεθα, ἄνεσιν ζητοῦντες πανταχοῦ, οὐδὲ μέχρι ῥημάτων διὰ τὸν Χριστὸν ἀνεχόμενοι λυπηθῆναι, οὐδὲ μέχρι λόγου.
εἱρκτοφύλαξ, ἐν αὐτῇ τῆ νυκτὶ ἐβαπτίσθη πανέστιος.
’σαν πολλὰς πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ’ ἐπαννύχιζον· ὁρᾶτε ὅσον ἡ θλίψις ἀγαθόν· ἡμεῖς ἐπὶ ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν· τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἤσαν οὐχ ἡ του ὕπνου τυραννὶς αὐτοὺς εἷλεν οὐχ ἡ ἀλγηδὼν ἔκαμψεν· οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν· ἀλλὰ ταῦτα δὴ μᾶλλον ἦν τὰ διεγείροντα αὐτούς.
δῆλον ἀπὸ τῆς φωνῆς Παύλου· τί γάρ φησιν ; ἐφώνησε φωνῇ μεγάλῃ λέγων· “μηδὲν πράξῃς σεαυτῷ κακόν· πάντες γὰρ ἐσμὲν “ἐνθάδε· οὐκ ἂν δὲ πάντες ἦσαν ἔνδον, εἰ εἶδον τὰς θύρας ἀνεῳγμένας καὶ ἑαυτοὺς λελυμένους· οἱ γὰρ τοίχους διατεμόντες, καὶ ὀρόφους καὶ θριγκία ὑπερβαίνοντες, καὶ πάντα τολμῶντες μετὰ
δεσμῶν, οὐκ ἃν ἐκαρτέρησαν, καὶ τῶν δεσμῶν λελυμένων, καὶ τῶν θυρῶν ἀνεῳγμένων, ἔνδον μένειν· καὶ τοῦ δεσμοφύλακος καθεύδοντος αὐτοῦ. Καὶ μετ’ ὀλίγα — Οἱ δεδεμένοι ἐν νυκτὶ δεσμοῦνται, οὐκ ἐν ἡμέρᾳ· μετὰ πολλῆς οὑν τῆς σπουδῆς ἦν ἰδεῖν λελυμένους πάλιν καὶ καθεύδοντας· εἰ δὲ ἐν ἡμέρᾳ ἐγένετο ταῦτα, πολὺς ἃν
ἐγένετο θόρυβος· τίνος οὖν ἕνεκεν καὶ ἐσείσθη τὸ οἴκημα ; ὥστε διαναστῆναι τὸν δεσμοφύλακα ἐπὶ τὴν τοῦ πράγματος θέαν· οὗτος γὰρ ἦν ἄξιος τῆς σωτηρίας μόνος.
τῶν πράξεων δεῖ καὶ θυσίας αἰνέσεως ἀναφέρειν διὰ παντὸς τῷ Θεῷ· τουτέστι “καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ, καθὼς Παῦλός φησι· καὶ Δαβὶδ δὲ τὸ αὐτὸ τοῦτο δηλῶν, λέγει· “ αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσο- 8 “μαι·” μαῖ’ τὰ γὰρ τοῦ Πνεύματος λόγια διὰ τοῦ στόματος ᾄδοντες, τὴν βλάβην τῶν δαιμόνων ἐκκλίνομεν, τῶν ἐχθρῶν τῆς ἡμετέρας ζωῆς· δραπετεύουσι γὰρ ὥσπερ βέλεσι βαλλόμενοι τοῖς ψαλμοῖς, οὕτω γὰρ καὶ ὁ ἅγιος Βασίλειος· “ψαλμὸς δαιμόνων φυγαδευ- “τήριον· τῆς τῶν ἀγγέλων βοηθείας ἐπαγωγὸν ὅπλον ἐν φόβοις
“νυκτερίνοις.” Καὶ μετ’ ὀλίγα — “Εἰσαγομένων στοιχείωσις, “ προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα.
Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς
δεσμίους. ἐφώνησε δὲ ὁ Παῦλος φωνῇ μεγάλη, λέγων, μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γὰρ ἐσμὲν ἐνθάδε.
τὴν ἀνδρίαν, ὅτι καὶ φυγεῖν δυνάμενος οὐκ ἔφυγεν· ὅτι καὶ αὐτὸν ἐκώλυσε τῆς σφαγῆς. διατί δὲ μὴ ἄλλο σημεῖον γέγονεν ; ὅτι μάλιστα τοῦτο αὐτὸν ἐφειλκύσατο, ἱκανὸν πεῖσαι, ὅπουγε καὶ αὐτὸς ἐκινδύνευσεν· οὐ γὰρ οὕτως τὰ θαύματα ἡμᾶς αἱρεῖ, ὡς τὰ εἰς ἡμετέραν σωτηρίαν ἥκοντα· ἵνα μὴ δόξῃ ἀπὸ ταὐτομάτου γεγενῆσθαι
ὁ σεισμός· ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ μαρτύρουν· καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν· οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ.
τὸν λόγον τοῦ Θεοῦ. Καὶ πάλιν — Εἰδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν· ὥσπερ γὰρ ὁ τοῦ Κυρίου θάνατος τὸν θάνατον ἐθανάτωσεν, οὕτω καὶ τὰ Παύλου δεσμὰ τοὺς δεσμώτας ἔλυσε, τὸ δεσμωτήριον ἔσεισε, τὰς θύρας ἀνέῳξε· καίτοι οὐκ αὐτὴ τῶν δεσμῶν ἡ φύσις ἐστὶν, ἀλλ’ ἡ ἐναντία κατέχειν ἐν ἀσφαλείᾳ τὸν δεδεμένον, οὐχὶ τοὺς τοίχους ἀνοίγειν αὐτῷ· ἀλλὰ τῶν μὲν δεσμῶν ἁπλῶς φύσις οὐκ ἔστιν αὕτη· δεσμῶν δὲ τῶν διὰ Χριστὸν ἀυτὴ.
προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ· καὶ προαγαγὼν αὐτοὺς ἔξω, εἶπε, Κύριοι, τί δεῖ με ποιεῖν ἵνα σωθῶ ;
τί ἐνταῦθα· ἐκεῖ παιδίσκη ἀπηλλάγη πνεύματος, καὶ εἰς δεσμω- τήριον ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐνταῦθα ἔδειξαν θύρας ἀνεῳγυίας, καὶ ἤνοιξαν αὐτοῦ τῆς καρδίας τὰς θύρας· ἔλυσε δεσμὰ διπλᾶ· ἧψεν ἐκεῖνος τὸ φῶς· τὸ γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ φῶς ἔλαμπε· καὶ εἰσεπήδησε καὶ προσέπεσε· καὶ
οὐκ ἐρωτᾶ πῶς τοῦτο γέγονεν, ἣ τι γέγονεν· ἀλλ’ εὐθέως φησὶ, τί δεῖ με ποιεῖν ἰνα σωθῶ;
δεσμώτας κινηθῆναι πρὸς τὸ πιστεῦσαι· ὅπου γε καὶ πλείονος ἐπειράσθησαν τῆς θαυματουργίας· ἄφνω τὰς σιδηρᾶς αὐτῶν χειροπέδας ἑωρακότες διαρρηχθείσας· ἀλλ’ ἠλίθιοι ὄντες, πρὸς μὲν τὸ παρὸν ἐδειλίασαν, τῶν θεμελίων τῆς φρουρᾶς ἀνακινηθέντων καὶ τῶν θυρῶν ἀνεῳχθείσων· καταφρονηταὶ δὲ ὄντες τοῦ Θεοῦ, μετὰ τὸ
πρᾶγμα τοσοῦτον ἐπελάθοντο τοῦ γεγονότος, ὥστε μηδὲ λαλῆσαι τῷ δεσμοφύλακι ἣ ἄλλῳ τινὶ τὸν γεγονότα φόβον· ἦ γὰρ ἃν ἤμελλον ὑπὸ τοῦ δεσμοφύλακος ἣ ὑπὸ τῶν περὶ Παῦλον ἀκοῦσαι τὸ αἴτιον τῆς θαυματουργίας, καὶ πολλάκις κατανυγῆναι εἰς θεοσέβειαν. ἡγοῦμαι δὲ καί τι τοιοῦτον γεγενῆσθαι καὶ ἐν ᾅδου, κατὰ
τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν κατῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ τοῦ Θεοῦ Λόγος κάτω, πρὸς ὀλίγον τοῦ θανάτου γενσάμενος· καὶ ἐσείσθησαν τὰ θεμέλια τῆς γῆς, καὶ πάντων τὰ δεσμὰ ἐλύθησαν· καὶ ὅσοι μὲν προσέδραμον τῷ Σωτήρι’ καὶ ἐπίστευσαν εἰς αὐτὸν, ἐσώθησαν, ὡς ὁ δεσμοφύλαξ καὶ οἱ αὐτοῦ· ὅσοι δὲ ἀποπροσεποιήσαντο καὶ οὐκ ἀντεποιήσαντο τοῦ πολυπραγμονῆσαι τὸ παράδοξον τοῦ θαύματος, οὗτοι ἔμειναν πάλιν ἐν ᾅδου· ὥσπερ γὰρ οἱ περὶ Παῦλον ἐξῆλθον ἀπολυθέντες ἕω ἀπὸ τῆς φυλακῆς, οὕτω καὶ ὁ Χριστὸς ἔννυχος πρωίας ἀνελθὼν ἀπὸ τοῦ ᾅδου καὶ ἀπολυθεὶς,
οὐ γὰρ ἦν m αὐτὸν εἰκὸς, Θεὸν ὄντα, κρατεῖσθαι ὑπὸ τοῦ θανάτου, ἀνέστη, καὶ συντυχὼν τοῖς πιστοῖς αὐτοῦ μαθηταῖς, καὶ ταῖς περὶ Μαρίαν γυναιξὶν ἐν πρώτοις, καὶ παρακαλέσας αὐτοὺς καὶ παραθαρσύνας πρὸς τὴν πίστιν, καὶ λέγων, “θαρσεῖτε, ἀνελήφθη εἰς οὐρανοὺς, ἐνδημήσας πρὸς τὸν πατέρα ἑαυτοῦ τὸν Θεόν· οὕτω γὰρ
καὶ οἱ περὶ Σίλαν ἐξελθόντες ἀπὸ τοῦ δεσμωτηρίου, καὶ συντυχόντες ταῖς περὶ Λυδίαν, καὶ τοῖς πιστοῖς ἀδελφοῖς, ἀπεδήμησαν. σημειωτέον δὲ ὅτι ἄνευ τοῦ πιστεῦσαι εἰς τὸν Ἰησοῦν, ἀδύνατον σωθῆναι· κἂν σώφρων τις ᾖ, κἂν κενόδοξος, κἂν πραὺς, κἂν εἴτι δήποτε ἕτερον εἴπῃς ἀρετῆς ἐχόμενον, διὰ τοὺς ψευδοφιλοσόφους, καὶ τοὺς
Ἰουδαίους.
καὶ σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, σὺν πᾶσι τοῖς ἐν τῇ οἰκία αὐτοῦ.
αὐτοῦ πάντες παραχρῆμα· ἀναγαγὼν δὲ αὐτοὺς εἰς τὸν οἶκον παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικεῖ πεπιστευκὼς τῶ Θεῶ.
’τον ἄνδρα.
θείων· βλέπε δὲ ὅτι διὰ τὴν ἀνάγκην εὐθὺς μετὰ τὴν κατήχησιν ἐπηκολούθησε τὸ βάπτισμα· δέος γὰρ ἦν, μὴ διωχθέντος τοῦ δυναμένου βαπτίσαι, μείνῃ ἀμέτοχος τῆς ζωῆς ὁ βουλόμενος, διὰ τὸ μὴ εἶναι ’τον τοῦτο ποιοῦντα.
ῥαβδούχους, λέγοντες, ἀπόλυσον τοὺς ἄνδρας ἐκείνους·
ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνη.
οὐκ ἐξέρχεται, ἀλλὰ καὶ διὰ τὴν Λυδίαν καὶ τοὺς ἀλλοφύλους φοβεῖ αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι· ἵνα καὶ τοὺς ἄλλους ἐν παρρησίᾳ καταστήσωσι· διπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους καὶ δημοσίᾳ· ὁρᾶς ὅτι καὶ ἀνθρώπινα κατεσκεύαζον πολλά.
εἰσὶ, καὶ ἐλθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν ἀπὸ τῆς πόλεως.
γὰρ θαῦμα μεῖζον φαίνεται τῶν ἐργαζομένων.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.