ΚΕΦ. ΚΒ.
περιεπάτησεν. οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι, 1
εἶπε μεγάλη τῇ φωνῇ· σοὶ λέγω ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ· ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός.
σχολὴν τῆς ἀκροάσεως παρεβλάβη· “ὃς ἀτενίσας αὐτῷ, φησὶ, “ καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι·” ᾔδει, ᾠκειοῦτο τῇ προαιρέσει· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον γέγονε· πρότερον ἰώμενοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν τὴν αὐτοῦ ἰδεῖν τὸν Παῦλον.
ἐφθέγγοντο φωνῇ, “λέγοντες ὅτι οἱ Θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατ- ” ἔβησαν πρὸς ἡμᾶς.” διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον· ἐπειδὴ δὲ ἰδόντες τὰ στέμματα, τότε ἐξελθόντες διέρρηξαν τὰ ἱμάτια αὐτῶν. Καὶ μετ’ ὀλίγα — Ὅρα καὶ τῶν ἐθνῶν τὴν ἀφέλειαν καὶ τῶν Ἰουδαίων τὴν κακουργίαν· δι’ ἔργων ἀπεδείκνυντο ὅτι ἄξιοι ἦσαν
ἀκούειν· οὕτως ἐτίμων αὐτοὺς ἀπὸ σημείων μόνων· οἱ μὲν ὡς θεοὺς ἐτίμων, οἱ δὲ ὡς λυμεῶνας ἐδίωκον, καὶ οὐ προσέκοπτον τῷ κηρύγματι· ἀλλὰ τι φασιν ; “ οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβη- “ σαν πρὸς ἡμᾶς·” Ἰουδαῖοι δὲ ἐσκανδαλίζοντο· ἐπειδὴ οὐκ ὠνόμασε καὶ εἶπεν, ἐν τῷ ὀνόματι Ἰησοῦ ἔγειρε καὶ στῆθι ὀρθὸς, διὰ
τοῦτο ὑπέλαβον αὐτὸν θεὸν εἶναι καὶ οὐ διάκονον θεοῦ· ἦν δὲ πρῶτον τὸν λόγον κηρύσσων αὐτῷ, καὶ τότε εἶπεν ἀνάστηθι· διὰ τοῦτο ἐπανορθοῦται αὐτῷ λέγων· “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι, καὶ τὰ ἑξῆς.
ἐκάλουν τε τὸν Βαρνάβαν, Δία, τὸν δὲ Παῦλον, Ἑρμῆν,
πάντα ἀνατιθέασι τῶ Θεῷ.
εἰσαγεῖν, λέγων, “ἔσεσθε ὡς θεοί. καὶ ἐπειδὴ τότε οὐκ ἴσχυσεν, ὕστερον ἐπιχειρεῖ πανταχοῦ φιλονεικῶν τὴν πολυθείαν εἰσαγαγεῖν.
ἐχρηματίζον θεοί· διὸ οὐ χρὴ ἀπιστεῖν τοῖς πάλαι λεχθεῖσι περὶ τούτου, ὅτι ἠπατήθησαν τινὲς καὶ ὠνόμασαν τινὰς θεούς· ὅπου γε καὶ οὗτοι ἠπατήθησαν εἰς τὸν Βαρνάβαν καὶ Παῦλον· καὶ ὀπίσω δέ ἐστι τοῦτο σημειώσασθαι ἐπὶ Σίμωνος τοῦ μάγου, ὃν ἐν τῇ Σαμαρείᾳ ἔλεγον τὴν τοῦ Θεοῦ δύναμιν τὴν μεγάλην· οὓς
ἐπιστομίζοντες, ἅμα δὲ καὶ ἡρέμα διδάσκοντες, οἱ περὶ Βαρνάβαν ἔλεγον, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε·” ὃ οὖν φαινόμεθα καὶ ψηλαφώμεθα, οὐκ ἐσμὲν θεοὶ ἀλλὰ ἄνθρωποι· μόνον δὲ ἐπὶ τοῦ Ἰησοῦ τοῦτο γέγονεν· ὃς ἦν Θεὸς καὶ ἄνθρωπος ἐν ταὐτῷ, κατὰ τὸν τῆς ἑνώσεως λόγον· ὧδε δὲ ψιλοὶ ἦσαν ἄνθρωποι, διὰ Πνεύματος θείου
τερατουργοῦντες.
καὶ Πέτρος ἔλεγε, “ τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἣ “εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν· καὶ οὗτοι τὸ αὐτὸ φησί. Καὶ μετ’ ἀλίγα—Ὅρα πάντα μετὰ σφοδρότητος τοὺς Ἀποστόλους ποιοῦντας· διέρρηξαν τὰ ἱμάτια· ἐξεπήδησαν· ἔκραξαν· πάντα ἀπὸ διαθέσεως ψυχῆς ἀποστρεφομένης τὰ γενόμενα. πένθος
γὰρ ἦν οὕτως· πένθος ἀπαραμύθητον· εἴγε ἔμελλον θεοὶ νομίζεσθαι, καὶ εἰδωλολατρίαν εἰσάγειν, ἣν ἦλθον καταλῦσαι· καὶ τοῦτο τοῦ διαβόλου ἦν κατασκεύασμα, ἀλλ’ οὐκ ἴσχυσε. Καὶ πάλιν — Πρωτῇ ὄψει κατέπληξαν αὐτοὺς, διαρρήξαντες τὰ ἱμάτια αὐτῶν· τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐποίησεν ἐπὶ τῆ ἥττῃ τοῦ
λαοῦ. μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι· τοῦτο καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἃν ἄλλως ἔπαυον τὴν τοσαύτην ὁρμήν· οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲν παραιτώμεθα· εἰ γὰρ καὶ μετὰ ταῦτα καὶ μόλις ἔπεισαν· εἰ μὴ οὕτως εἰργάσαντο, τι οὖν ἃν ἐγένετο ; εἰ μὴ γὰρ οὕτως ἐποίησαν,
ἤσαν, ἐνομίσθησαν ἂν ταπεινοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς.
τε καὶ λέγων, “ ἐδυσφήμησε. δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. γεγόνασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠρρωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημείας μείας οἱ θεωροί· ἔφασκον γὰρ “οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον
“πρὸς ἡμᾶς· ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἢν, φησιν, ὁ ἡγούμενος τοῦ λόγου ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέρρηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαικαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες· ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ὃν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς· καὶ
γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· “ἐπιστρέψατε “πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ ** ἐν κοπετῷ· καὶ διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια “ὑμῶν.”
βιαζόμενος, εἴασεν πάντας ἀνθρώπους πορεύεσθαι κατὰ τὸ σφίσι δοκοῦν· αὐτὸς δὲ ἐκεῖνα διαπαντὸς ἐνήργει τὰ δι’ ωΥν ἐνῆν λογικοὺς ὄντας αὐτοὺς τὸν δημιουργὸν ἐννοεῖν.
ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
τὴν κατηγορίαν ποιεῖται· καὶ μὴν εἰ τοῦτο ἐποίει, οὐκ εἴασεν, ἀλλ’ ἔδει κολασθῆναι αὐτούς· ἀλλ’ οὐ λέγει τοῦτο φανερῶς. Καὶ μετ’ ὀλίγα — Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυσιαίους ὑετούς· ὣ τῆς μανίας τῆς Ἰουδαικῆς· εἰς δῆμον οὕτω τιμήσαντα τοὺς Ἀποστό- λους ἐτόλμησαν ἐμβῆναι, καὶ λιθάσαι τὸν Παῦλον· καὶ ἔξω τῆς πόλεως, δεδοικότες ἐκείνους, ὢ τῆς μανίας, ἔσυρον, νομίσαντες αὐτὸν τεθνάναι.
ἴδια·
λέγοντες, “καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμὲν ὑμῖν ἄνθρωποι·” διὰ τῆς ταπεινοφροσύνης ὑψοῦντες ἑαυτούς.
αὐτῶν· λέγοντες, ὅτι οὐδὲν ἀληθὲς λέγουσιν, ἀλλὰ πάντα ψεύδονται.
ἠπείγοντο.
τὸν χωλὸν ἐγεῖραι· οἱ μὲν οὖν ἐθνικοὶ ὡς θεοὺς ἐνόμιζον, οὗτοι δὲ ἔσυρον·
Βαρνάβᾳ εἰς Δερ́βην. εὐαγγελισάμενοί τε τὴν πόλιν
ἐκείνην, καὶ μαθητεύσαντες ἱκανοὺς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ εἰς Ἰκόνιον, καὶ εἰς Ἀντιόχειαν·
ἠξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· καὶ τοῦτο παρὰ τοῦ Χριστοῦ ἐδιδάσκοντο λέγοντος, “ μὴ χαίρετε ὅτι τὰ δαιμόνια “ὑμῖν ὑπακούει· ἡ γὰρ ὄντως χαρὰ καὶ εἰλικρινὴς αὕτη ἐστὶ τὸ πάσχειν τι διὰ τὸν Χριστόν.
ἐμμένειν τῆ πίστει, καὶ, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς τοιαῦτα δεῖ πάσχειν· ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμοὺς·
μεστὴν, ἐκάλεσεν ὁ Κύριος τὴν πύλην τῆς εἰσόδου τῆς εἰς βασιλείαν ἀγούσης· οὐχ ἁπλῶς δὲ οἱαδήποτε θλίψις ἄγει εἰς βασιλείαν, ἀλλ’ ἡ διὰ τὴν εἰς Θεὸν πίστιν. ὅρα γὰρ πῶς οἱ μαθηταὶ ἐν πρώτοις παρήγγελλον ἐπιμένειν τῇ εἰς Χριστὸν πίστει, ἧς ἄνευ σωθῆναι ἀδύνατον, κἂν διὰ πολλῶν τις θλίψεων παρέλθῃ.
εἰ γὰρ τοῦτο ἦν, πᾶς ἄνθρωπος σχεδὸν εἰπεῖν ἐδικαιοῦτο· ὅτι τὸ πλεῖστον τῆς ζωῆς αὐτοῦ κόπος καὶ πόνος· καὶ ὡς ἔπι τὸ πολὺ πᾶσα ψυχὴ εἰς πόνον, καὶ πᾶσα κεφαλὴ εἰς λύπην· ἀδύνατον γὰρ μὴ λυπεῖσθαι ἄνθρωπον, ἢ διὰ τὰ μάταια τοῦ κόσμου, ἢ διὰ τὸν Θεόν· ἀλλὰ τὴν μὲν τοῦ βίου λύπην, διαδέχεται δάκρυον
ἀκατάπαυστον· τὴν δὲ κατὰ Θεὸν, εὐφροσύνη καὶ χαρά· ὅπουγε καὶ ἐν τῷ νῦν βίῳ ἀρραβῶνα τῆς τοιαύτης δωρεᾶς λαμβάνοντες, ἀνεκδιήγητον χαρὰν ἔχουσιν οἱ οὕτως λυπούμενοι· καὶ νῦν τὰ 2 σπέρματα ἐν κλαυθμῷ καταβάλλοντες, τοὺς καρποὺς ἐν ἀγαλλιάσει μετὰ τὴν ἔνθεν ἐκδημίαν ἀπολαμβάνουσιν· αὕτη ἐστὶν ἡ ἔντρομος ἀγαλλίασις, ἡ κατὰ τὸν τοῦ Θεοῦ φόβον γινομένη τῇ ψυχῇ.
προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
ἐποίησαν πρεσβυτέρους, οὐδὲ ἐν Σαμαρείᾳ ; ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῆς Ἱερουσαλὴμ καὶ τῶν Ἀποστόλων· καὶ ἐν αὐτῇ δὲ Ἀντιοχείᾳ ὁ λόγος ἐκράτει· ἐνταῦθα δὲ πολλῆς ἐδέοντο παραμυθίας· καὶ μάλιστα οἱ ἐξ ἐθνῶν ὀφείλοντες πολλὰ διδάσκεσθαι.
εἶχον ἀξίαν, ἐξ ὧν ἐχειροτόνουν οὐ μόνον διακόνους ἀλλὰ καὶ πρεσβυτέρους· καὶ ὀπίσω δὲ ἐσημειωσάμην, ὅτι μετὰ νηστειῶν καὶ εὐχῶν ἐποίουν οἱ μαθηταὶ τὰς χειροτονίας· σημείωσα δὲ καὶ τοῦτο, ὅτι εἰς Μίλητον ἐχειροτονήθησαν οἱ περὶ Βαρνάβαν καὶ Παῦλον· καὶ ἐξ αὐτῆς ἐξελθόντες, εὐηγγελίσαντο τὰς μέχρι τῆς
Πισδίας πόλεις, καὶ ὅσας ἄλλας ὁ λόγος ἐσήμανε τέως· ἄλλο δὲ ἀντίγραφον εὗρον ἔχον ἀντὶ Μιλήτου Ἀντιόχειαν, ὃ καὶ πιθανώτερόν μοι μᾶλλον ἐφάνη.
καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατέβησαν
εἰς Ἀτταλίαν· κἀκεῖθεν ἀποπλεύσαντες εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
πρὸς αὐτοὺς καὶ διελέχθησαν· καὶ ὅρα πρῶτον εἰς Δέρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ· καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν· θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος, ὅρα ὅτι οὐ πάντα χάριτι ἀλλὰ καὶ ἰδία σπουδὴ διῴκουν.
ἐμοὶ δοκοῦσι τοὺς πειρασμοὺς λέγειν.
ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθον εἰς τὰ ἔθνη. ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν εἰσαγομένην οὕτως ἵστησι τὸν νόμον· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντας, ἀδιαφόρως διαλέγεσθαι πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων· καὶ οὐκ ἔλεγον
περιτομὴν ἁπλῶς, ἀλλ’ ὅτι οὐδὲ σωθῆι δίνασθε· οὗ τοὐναντίον ἦν· ὅτι περιτεμνόμενοι σωθῆναι οὐκ ἠδύναντο· ὅρα συνεχῶς τοὺς πειρασμούς· ἔνδοθεν, ἔξωθεν· καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύλου παρόντος, ἵν᾿ ἀντείπῃ· καὶ οὐκ εἰπε Παῦλος, τί γάρ ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ’ ἐπείσθη δι’ ἐκείνους.καὶ
ὅρα, μανθάνουσι λοιπὸν ἅπαντες τὰ εἰς τὰ ἔθνη γεγενημένα Σαμαρεῖται, καὶ ἔχαιρον. Καὶ μετ’ ὀλίγα — Ἐν μὲν τοῖς Ἱεροσολύμοις οὐκ ἦσαν ἐξ ἐθνῶν τινὲς, ἐν δὲ Ἀντιοχείᾳ εἰκὸς εἶναι, καὶ διὰ τοῦτο κατέβησαν, ἔτι νοσοῦντες τὴν φιλαρχίαν, καὶ βουλόμενοι προσηλύτους ἔχειν τοὺς ἐξ ἐθνῶν· καίτοι Παῦλος νομομαθὴς ἦν,
ἀλλ’ οὐκ ἔπασχε τοῦτο.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.