δέ φησιν, ἐπειδὴ οὐ κατὰ φαντασίαν κατὰ τοὺς αἱρετικῶν παῖδας ἐθαυματούργησεν ὁ Κύριος Ἰησοῦς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, ἀλλὰ τυγχάνων ἀληθεία ἀληθῶς ἐνήργησε τὰ πράγματα. “ οἱ ἀπαρχῆς” δὲ εἶπεν, ἵνα τὸ ἀξιόπιστον τῆς συγγραφῆ, ἑαυτῷ πραγματεύσηται. οὐδὲ γὰρ παρέλαβόν φησιν ἀπὸ τῶν ἐν μέσῳ
παρηκολουθηκότων, οὐδὲ ἐδιδάχθην ἀπὸ τῶν κληθέντων μετὰ τὰ πράγματα· ἀλλ’ ἐκ τῶν ἀπαρχῆς αὐτοπτῶν καὶ ὑπηρετῶν γενομένων τοῦ λόγου. παράγει δὲ τοὺς μάρτυρας πρὸς βεβαίωσιν τῆς οἰκείας εὐαγγελικῆς ἱστορίας· αὐτόπτας δὲ καὶ ὑπηρέτας καλεῖ τοῦ λόγου τοὺς ἁγίους Ἀποστόλους. δυνατὸν δὲ ἐκλαβεῖν τοὺς
ὑπηρέτας τοῦ λόγου, εἴ τε τὸν διδασκαλικὸν λόγον ὃν παρεδίδου ὁ Σωτῆρ’, εἴτε καὶ αὐτὸν τὸν Θεὸν Λόγον. διὰ δὲ τοῦ “ παρέδοσαν” τὸ ἄφθονον ἐκείνων κηρύττει, ὅτι δωρεὰν λαβόντες, δωρεὰν ἔδωκαν καὶ ἡμῖν.
λέγει, ὅτι τάχα ἃν καὶ κινδυνεύσαιμι, εἰ παρηκολουθηκὼς πᾶσιν ἀκριβῶς ἔμελλον σιωπῇ παραδιδόναι τηλικαῦτα πράγματα· γράφω δὲ οὐ ψιλὴν ἀκοήν φησιν παραλαβὼν, ἀλλὰ ἀκριβῶς παρηκολουθηκὼς ἄνωθεν πᾶσιν. ἐπαινεῖ δὲ τὸν μακάριον Λοῦκαν καὶ ὁ Ἀπόστολος λέγων, “ οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ.”
Θεόφιλον δὲ ὀνομάζει πρὸς ὅντινα προφωνεῖ τὸ παρὸν Εὐαγγέλιον, ἄνδρα πεπιστευκότα, θεόφιλον φερωνύμως καλούμενον· ἵνα γινώσκῃ, περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν· ἐπειδὴ γὰρ ἀκοῇ παρέλαβεν ταῦτα, ἀσφαλέστερον αὐτὸν καὶ διὰ γραμμάτων ἐντυγχάνοντα ἐν τῇ πίστει διατηρεῖ.
Ιησοῦν παραγένηται, διὰ τοῦτο γὰρ καὶ εἶπεν ἄνωθεν ἵνα μηδὲν παραλείπῃ τῶν ἑξῆς γεγενημένων· ὅθεν καὶ πρώτην ἱστορίαν τὰ κατὰ τὸν Ἰωάννην ποιεῖται, ἵνα τὸν πρόδρομον παραστήσας σαφηνισῃ ’τον κηρυττόμενον·
καὶ‘ Ὅμηρος·
καὶ πειθαρχοῦντα τῇ παρουσίᾳ αὐτοῦ, κἂν Ἕλλην ᾖ, κἂν βάρβαρος, κἂν Ἰουδαῖος κἂν Πέρσης, κἂν Ἀσσύριος, κἂν ὅστις ῇ· ἀπείθης γὰρ διαμένων σκορπισθήσεται καὶ ἐκβληθήσεται· οἱ δὲ αὐτὸν φοβηθέντες φόβον λατρείας καὶ ἀγαπήσεως καὶ ὑποτάξαντες αὐτῶν ταῖς διδασκαλίαις τὰ φρονήματα, πάντες ἐλέους καὶ ἀγαλλιάσεως
πλησθήσονται. Cod. L.
καὶ φοβηθῆναι αὐτὸν, ταύτας διεσκόρπισεν, καὶ διεσκέδασεν, καὶ σαθρὰς ἀπήλεγξεν, δείξας παρθένον ἐν γαστρὶ ἔχουσαν, καὶ διὰ τοῦ ἀσπασμοῦ αὐτῆς, Πνεύματος Ἁγίου τοὺς ἀσπασμοὺς πληρουμένους καὶ προφητικοῦ χαρίσματος ἀξιουμένους· καὶ πρόγε τούτων καὶ Ἀγγέλους δείξας ἀνθρώποις ὑπηρετοῦντας, καὶ στείρωσιν
λυομένην· ταῦτα γὰρ πάντα καὶ ἄλλα διὰ τὸν τῆς παρθένου τόκον ἐπιδειχθέντα, διεσκόρπισεν ὡς ἀληθῶς καὶ ἐλίκμησεν τὰς ὑπερηφάνους τῶν μὴ πιστευσάντων διανοίας, οὐδὲ σκιὰν αὐτοῖς ὑπολιπὼν ἀπολογίας. ἀπὸ γὰρ οἰκείας καρδίας, καίτοι τοσαῦτα ἔχοντες τὰ δυσωποῦντα αὐτοὺς ἐφυσιώθησαν καὶ ἐματαιώθησαν·
μήτε τὴν τῆς ἀπογραφῆς αὐτῶν παράβασιν, εἰς τὸ μὴ πιστεῦσαι αἰτιᾶσθαι ἔχοντες· εἴγε πλήρης αὕτη τῶν περὶ τῆς παρθένου καὶ τῆς συλλήψεως αὐτῆς καὶ τοῦ τεχθησομένου προφητείαν· μηδὲ τὴν τοῦ πονηροῦ ἀπάτην καὶ ἐπιβουλήν· αὕτη γὰρ Χριστοῦ τεχθέντος ἠσθένει, ἀλλ’ οἰκείας πωρώσεως καὶ τῆς ὑπερηφάνου
διανοίας τῶν ἰδίων καρδιῶν παραστήσαντες τὸν καρπὸν ὀλέθριον τὴν ἀπιστίαν. Codd. B. et L. quorum prior hæc Photio assignat.
τούτῳ· εὕρισκεν δὲ συγκρίνουσα τὰ ῥήματα.
ἐνανθρωπήσει εἰς πτῶσιν, τῶν προσδεξαμένων τὴν αὐτοῦ πίστιν, εἰς ἀνάστασιν ἐκ τοῦ τῆς ἁμαρτίας πτώματος.
“ τιλεγόμενον” περὶ τοῦ σταυροῦ λέγει· τοῖς μὲν γὰρ ἀπολλυμένοις μυρία ἐστὶν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν, κατὰ τὸν θεῖον Ἀπόστολον.
ἄνεισιν. ἐπειδὴ γὰρ Ἰουδαῖοι μὲν τὸν κατὰ νόμον πατέρα ἐπίστανται, ὡς πειθόμενοι τῷ νόμῳ τὸν κατὰ φύσιν γινώσκουσιν εἶναι πατέρα, ἔδειξαν οἱ θεσπέσιοι Εὐαγγελισταὶ ὅτι ἐξ ἐμφοτ. τ. πατ.
τῆς πεπαρρησιασμένης βασιλείας εἴληφε φατρίας, ἀλλ’ ἀπὸ τῆς ἰδιωτικῆς, λανθάνειν μὲν δοκούσης, πάλιν a καὶ αὐτὴ ἐν τῷ ἱερῷ γαζοφυλακίῳ τοῖς Ἰσραηλίταισιν ἀποκειμένη. καὶ διατὶ μὴ καὶ οὗτος συμφωνίᾳ Ματθαίῳ ἐχρήσατο κατ’ αὐτὴν, μετὰ βραχὺ εἰρήσεται· ἐξέκλινεν ἀπὸ τοῦ Δαβὶδ τὸ βασιλικὸν γένος εἰς τὴν
γενεαλογίαν τοῦ Χριστοῦ καταλέγειν, διὰ τὸ μὴ πάνυ θεοσεβεῖς εἶναι τοὺς βασιλεῖς, ὡς δῆλον ἀπ’ αὐτοῦ Σολομῶντος· πλὴν γὰρ τοῦ Ἰωσίου οὐδεὶς τῶν βασιλέων κατὰ τὸ ἀκριβέστατον θεοσεβής· παρ’ ὅσον καὶ τῶν εὐσεβεῖν νομιζομένων, οὐδεὶς τὰ ὑψηλὰ πλὴν τοῦ βασιλέως καθεῖλεν Ἰωσίου.
μὴ ὡς ἐκ τῆς καρδίας τοῦ ἀνθρώπου νομίζωσιν οἱ ἀκούοντες εἶναι τὰ ῥήματα. καὶ γὰρ ὡς νήφων ἐλάλει, καὶ ὡς καθεστηκὼς ἐφθέγγετο. ἐγένετο δὲ θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὕτος κ. τ. ἑ. ἐκπληττόμενοι αὐτοῦ τὴν μετ’ ἐξουσίας γινομένην τῶν θεοσημείων ἐνέργειαν· οὐ γὰρ
εὐχὴν ἀνατείνων ταύτας ἐπλήρου, ἀλλ’ αὐτὸς ὣν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς καὶ δι’ οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, κελεύων τοὺς ἀκαθάρτους ἀπήλαυνεν δαίμονας καὶ τὰς νόσους ἐφυγάδευεν.
τ. ἁγ. Απ. συνηγωνίσαντο κ. συναγωνίζονται πόνοις.
ὤπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ αὐτὸς ἔμελλεν ἔρχεσθαι. ἀλλ’ ἐπείδη κ. τ. λ. ut in Sch. quod Cyrillo trib. Nost. p. 82,24
ἐν τ. Μ. νόμῳ θυσίας ἀφερ.
φαίνεσθαι, καρπὸν δὲ μὴ παρέχουσαν· τρίτον δὲ λέγει ἐληλυθέναι δ. M.
ἀπέστη ἀπὸ Θεοῦ, καὶ ἀπ’. ὁ Θ. 17. ἐγκαλινδούμενος.
κρινῇ συμπάθειαν χάριτι Θεοῦ κτησώμεθα· καὶ γὰρ οὐ δι’ ἐκείνους μόνους τὰ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις ἐγράφησαν ἀλλὰ καὶ διὰ τοὺς κατὰ γενεὰν καὶ γενεὰν ἀνθρώπους. Περὶ ὧν εἰπεν ὁ Κύριοσ. κ. τ. λ.
ἐν τῷ ὑπάγειν αὐτοὺς, καθὼς ἐκελεύσθησαν εἰς τὸ δεῖξαι ἑαυτοὺς τοῖς ἱερεῦσι· οἱ μὲν ἐννέα εἰς ἀχ. 12. αὐτῷ ὡς Θεῷ· ὁ εἷς δὲ μόνος ὁ ἀλλογενὴς τὴν εὐχαριστίαν προσέφερεν· ἑτοιμότεροι γὰρ εἰς πίστιν οὗτοι παρὰ τοὺς ἀχαρίστους Ἰουδαίους· ὅθεν ὁ δεσπότης Χριστός φησιν, “ οὐχ οἱ δέκα ἐκαθαρίσθησαν,” καὶ τὰ ἑξῆς.
πεπλανημενα.
κρίμα μετὰ τὸ ἀκοῦσαι αὐτοὺσ τὴν τοῦ ἀμπελῶνοσ παραβολην· δια τουτο ειπον μη γενοιτο, επειδη συνιεντηε των αινιγματων τὸ βαθοσ αποσειονται τὸ παθειν δεδοικότεσ τὸ ἐσόμενον. πῶσ δὲ κατήσυιον οἱ γραμματεῖσ τασ οίκίασ τῶν σηρων ; ου διδάσκοντεσ νηστειαν
ἀλλ᾿ ὑποδεικνύοντεσ ταστριμαρφίαν. οὐ προϊστάμενοι χηρων αλλα τα αυτων αναλισκοντεσ. ληψοντλι δε φησι περισσότερον κριμα οτι διδασκαλικον εχοντεσ σχημα προαγωγοὶ τυγκάνουσιν εἰσ κακίαν.
τότε κατῆλθεν εἰς τὸν ᾅδην.
ἡμῖν ὁ Θεὸς ἐπαγγέλλεται· οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος, ὅτι τὰ ἀγαθὰ ἐκεῖνα τοιαῦτα εἰσὶν ἃ ὀφθαλμὸς οὐκ ἴδεν, καὶ οὑς “ οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη;” τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς ἴδεν τοῦ Ἀδὰμ καὶ οὖς ἤκουσε καὶ καρδία ἀνθρώπου παρεδέξατο. πῶς οὖν ἀπέλαβε τὰ ἀγαθὰ ὁ λῃστής ; οὐ
γὰρ εἰς παράδεισον ἐπαγγέλλεται ὁ Θεὸς ἀγαγεῖν ἡμᾶς, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, οὐδὲ βασιλείαν παραδείσου ἀλλὰ βασιλείαν οὐρανῶν ἐκήρυξεν b.
Βόστρων καὶ ἑτέρων Πατέρων.
Supplementum et varietas lectionis ad catenam in evangelium sancti Lucae (e cod. Oxon. Bodl. Laud. 33). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.