ΕΡMΗΝΕΙΑ ΕΙΣ TO ΚΑTΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ.
Θεὸς δι’ αὐτοῦ φθέγγεται, περιττόν ἐστι ταῦτα ἀναζητεῖν. ἔστι δὲ πατρίδος μὲν ἤτοι κώμης εὐτελοῦς· ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας· πατρὸς δὲ ἁλιέως καὶ πένητος· παιδείας δὲ τῆς ἔξωθεν οὐδ’ ὁτιοῦν αὐτῷ μετῆν· καὶ γοῦν μαρτυρεῖ Λουκᾶς ὅτι οὐ μόνον ἰδιώτης ἦν, ἀλλὰ καὶ ἀγράμματος. Οὗτος ὁ ἁλιεὺς ὁ ἀπὸ
Βηθσαϊδὰ τῆς Γαλιλαίας, ὁ πατρὸς ἁλιέως, ὁ ἰδιώτης ἰδιωτίαν τὴν ἐσχάτην, ὁ γράμματα μὴ μαθὼν, μήτε πρότερον μήθ’ ὕστερον, μετὰ τὸ συγγενέσθαι Χριστῷ, ταύτην φθέγγεται τὴν συγγραφήν. Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδοδιδάσκαλοι τινες ἔφασαν τὸν ἀίδιον τοῦ
Θεοῦ Λόγον τότε πρῶτον κεκλῆσθαι πατρὸς ὕπαρξιν, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου· συναχθέντες τῶν πιστευσάντων οἱ νουνεχέστεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν Ιωάννην τὸν τοῦ Ζεβεδαίου, καὶ τὴν τοιαύτην ἀπήγγελλον νόσον· ὃς τοῦτο ἀκούσας, εὐθέως ἐπὶ τὴν τοῦ παρόντος ἔδραμε συγγραφὴν,
ἀνατρέπων τὴν τῶν ψευδοδιδασκάλων ψευδοδοξίαν.
εὐθέως περὶ τῆς ἀιδίου γεννήσεως ἡμῖν διαλέγεται; Ἀπόκρισισ. Ἐπειδὴ οἱ ἄλλοι Εὐαγγελισταὶ τὸ πλεῖον ἐν κατὰ σάρκα διατρίψαντες λόγοις, δέος ἦν πολλοὺς χαμαιπετεῖς ὄντας, μηδὲν ὑψηλότερον τῶν ἀνθρώποις προσόντων ἐννοῆσαι περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· διὰ τοῦτο ἐκεῖνα παραδραμὼν ἀπὸ τῆς ὑπάρξεως τῆς ἀιδίου ποιεῖται τὴν διήγησιν. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν· ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφεὶς τῆς οἰκονομίας ἠμέλησε, οὔτε ἐκεῖνοι περὶ τὴν ταύτης ἐσπουδακότες
διήγησιν, τὴν πρὸ αἰώνων ἐσίγησαν ὕπαρξιν· καὶ μάλα κἰκότως· ἓν γὰρ ἦν Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς.
μήτε γενεαλογεῖσθαι, “τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται;” μήτε πειράζεσθαι· Θεὸν γὰρ διάβολος πειράζειν οὐ δύναται. τοῦτο δέ φαμεν οὐ λύοντες τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, δεικνύντες δὲ τὰ ἐπινοούμενα πράγματα ἐπὶ Ἰησοῦ Χριστοῦ. τὸν δὲ νοῦν τοῦ προκειμένου Εὐαγγελίου οὐδεὶς δύναται λαβεῖν, μὴ
ἀναπεσὼν ἐπὶ τὸ τοῦ Ἰησοῦ στῆθος καὶ λαβὼν τὴν Ἰησοῦ μητέρα Μαρίαν ἀπὸ τοῦ Ἰησοῦ μητέρα, καθὼς Ἰωάννης. Τί δήποτε δὲ τὸν Πατέρα ἀφεὶς περὶ τοῦ Υἱοῦ διαλέγεται; ἐπειδὴ ἐκεῖνος μὲν δῆλος ἦν ἅπασιν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ’ ὡς Θεός. ὁ δὲ μονογενὴς ἠγνοεῖτο· εἰκότως τοίνυν τὴν περὶ τούτου γνῶσιν
εὐθέως ἐκ προοιμίων ἔσπευσε θεῖναι τοῖς οὐκ εἰδόσιν αὐτὸν, ἀλλ’. ὥστε οἶδε τοὺς ἀνθρώπους τὸ πρεσβύτερον καὶ πρῶτον μάλιστα τιμῶντας καὶ τιθεμένους Θεὸν, καὶ διὰ τοῦτο ἐντεῦθεν ἄρχεται· ὅμως οὐδὲ τὸν Πατέρα ἐν τούτοις ἀπεσιώπησεν· “ἐν ἀρχῇ ἦν ὁ “Λόγος.”
ἐκ τοῦ νοῦ προήχθη, καὶ ὅτι ἀπαθῶς ἐγεννήθη. “Ἐν ἀρχῇ ἦν ὁ Λόγος” εἶδες παρρησίαν καὶ ἐξουσίαν πολλήν; πῶς οὐδὲν ἀμφιβάλλων οὐδὲ εἰκάζων, ἀλλὰ πάντα ἀποφαινόμενος φθέγγεται. Τὸ “ἐν ἀρχῇ ἦν” ἐπισυνημμένον προσκειμένου τὲ οὐδενὸς ἑτέρου, ἀπόλυτόν τινα καὶ ἀπεριόριστον δείκνυσι τὴν ἀρχήν.
χωρίσῃ. πολλοὶ γὰρ οἱ τοῦ Θεοῦ λόγοι, ἀλλ’ οὐδεὶς ἐκείνων τῶν λόγων Θεός· ἀλλ’ ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα, οὗτος δὲ ὁ Λόγος οὐσία τις ἐνυπόστατος ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. εἰπὼν οὖν ὅτι καὶ “Θεὸς ἦν ὁ “Λόγος,” οὐκ ἐμφαίνει τι μέσον τῆς θεότητος ταύτης, ἐπειδὴ
οὐχ ἧττον Θεὸς ὁ Υἱός· εἶπεν οὖν τὸ γνωριστικὸν τῆς γνησίας αὐτοῦ θεότητος καὶ τὸ ἀίδιον, διὰ τοῦ ἐν ἀρχῇ ἢν· τὸ δὲ συναΐδιον ἐνέφηνεν ἡμῖν διὰ τοῦ “οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.” τουτέστι μὴ νομίσῃς πρεσβυτέραν εἶναι, φησὶ, τὴν ὕπαρξιν τοῦ Πατρός· οὐ γὰρ ἦν ἔρημός ποτε τοῦ Λόγου· εἰ δὲ λέγοι τις, καὶ
πῶς ἔστιν Υἱὸν ὄντα μὴ νεώτερον εἶναι τοῦ Πατρός· τὸ γὰρ ἔκ τινος ὂν ἀνάγκη πᾶν ὕστερον εἶναι τοῦ ἐξ οὗ ἔστιν; ἐκεῖνο ἐροῦμεν, ἄρα τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτῆς ἐκπηδῶν τῆς τοῦ ἡλίου φύσεως, μὴ ὕστερον εἶναι φαίημεν τῆς ἡλιακῆς ἀκτῖνος; οὐδαμῶς· ἀνάγκη γὰρ ὁμολογῆσαι τοῦτο καὶ τὸν τὰς αἰσθήσεις
σεῖς πεπηρωμένον· οὐδὲ γὰρ χωρὶς ἀπαυγάσματος ἥλιος ἐφάνη ποτέ· ἰδοὺ καὶ ἐξ αὐτοῦ καὶ οὐχ ὕστερον αὐτοῦ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ νοήσωμεν, μᾶλλον δὲ καὶ μειζόνως καὶ θεοπρεπῶς· διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος αὐτὸν οὕτως ἐκάλεσεν.
οὐδὲν ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων, εἰκότως ὁ Εὐαγγελιστὴς ἐνὶ βραχεῖ ῥήματι ὅλα περιλαβὼν φησί· “πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονε, τουτέστι, τῶν γενητῶν, κἂν ὁρατὸν ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Χριστοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη· οὐ γὰρ δὴ τὴν
τελείαν στιγμὴν εἰς τὸ “οὐδὲ ἕν’ ἐπιθήσωμεν κατὰ τοὺς αἱρετικούς· ἐκεῖνοι γὰρ οὕτω φασὶν, “ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν,” βουλόμενοι τὸ Πνεῦμα τὸ Ἅγιον κτίσμα λέγειν.
“ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.”
ἦλθον τὴν γνῶσιν.
ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν.
ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμῖν ὁ Θεός.
ἐστιν αὐτῆς· τὸ γὰρ “ἐγένετο ἀπεσταλμένος” ἀντὶ τοῦ ἀπεστάλη εἴρηται·
τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβη ταπεινότητος, ὡς καὶ ἀνθρώπῳ τὴν μαρτυρίαν ἐπιτρέψαι τὴν ἑαυτοῦ.
τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρῶν τοῦτό φησι.
οὐδὲ γὰρ εἰ μὴ πάντες τὸν παρὰ τοῦ ἡλίου δέχοιντο φωτισμὸν, ἤδη καὶ τὸν ἥλιον φαίη τις ἃν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν, ἐφ’ ᾧτε πάντας φωτίζεσθαι· ἡ γὰρ πρόθεσις τοῦ πέμψαντος αὐτὸν ἦν πιστεῦσαι πάντας.
ἔδει γὰρ οὐκ αὐτόμολον πρὸς τὴν ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας ἰόντα δεικνύειν τὸν ἅγιον βαπτιστὴν, ἀλλὰ τοῖς τοῦ Πατρὸς ὑπηρετοῦντα θελήμασι· δοκεῖ δέ μοι λίαν ἠσφαλισμένος ἐν τούτοις ὁ Εὐαγγελιστὴς, οὐχ ἁπλῶς, ὅτι γέγονεν, εἰπεῖν, ἀλλὰ καὶ διὰ τοῦ προσθεῖναι, καὶ “ἄνθρωπος,” ἀβουλοτάτων τινῶν ἀνατρέπων
ὑπόνοιαν τῶν λεγόντων, μὴ ἄνθρωπον ὄντως ὑπάρχειν τὸν βαπτιστὴν, ἀλλὰ τῶν τοῦ Πατρὸς καὶ Υἱοῦ ὑπηρετοῦντα θελήμασιν, ὡς ἐκ τῶν οὐρανῶν ἕνα τινὰ τῶν ἁγίων ἀγγέλων παραγενόμενον ἀνθρωπίνῳ χρήσιμον σώματι, καὶ πρὸς τὸ κηρύττειν 1 ἀπεσταλμένον παρὰ Θεοῦ· ἀποσφάλλοντες δὲ τῆς ἀληθείας οἱ ἄφρονες· τὸ γὰρ ἄγγελος ὄνομα λειτουργίας μᾶλλον ἐστὶν ἣ περιουσίας σημαντικόν· ὥσπερ καὶ οἱ ἐπὶ τοῦ Ἰὼβ ἄγγελοι, ἄλλος ἐπ’ ἄλλῳ τρέχουσι, τὰ πολύτροπα κηρύττοντες πάθη. Οὐκοῦν ἄγγελος ὁ μακάριος βαπτιστὴς διὰ τῆς τοῦ δεσπότου κατωνόμασται
φωνῆς, οὐκ αὐτὸς κατὰ φύσιν Ἄγγελος ὣν, ἀλλ’ ὡς εἰς τὸ ἀγγέλλειν ἀπεσταλμένος, καὶ “τὴν ὁδὸν ἑτοιμάσατε Κυρίου” βοῶν.
“τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς “τὸν κόσμον·” καὶ εἰ πάντα ἄνθρωπον φωτίζει, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι· τὸ μὲν εἰς αὐτὸν ἧκον πάντας ἦλθε φωτίσαι, εἰ δέ τινες ἥκοντες τοὺς ὀφθαλμοὺς τῆς διανοίας μύσαντες, οὐκ ἠθέλησαν παραδέξασθαι τοῦ φωτὸς τὰς ἀκτῖνας, οὐ παρὰ τὴν
τοῦ φωτὸς φύσις ἡ σκότησις ἐκείνη, ἀλλὰ παρὰ τὴν κακουργίαν τῶν ἑκοντὶ ἀποστερούντων ἑαυτοὺς τῆς σωτηρίας. Κυρίλλου Ὑπείληπτο γὰρ παρά τισι διὰ τὰ προσόντα αὐτῶν πλεονεκτήματα, ὡς αὐτὸς εἴη ὁ Χριστὸς, διὰ τοῦτό φησιν, ἵν ὁλόρριζον ἀνέλῃ τὴν τοιαύτην πλάνην, δηλονότι φῶς δὲ καὶ αὐτὸς
κατὰ μετοχὴν, ὡς καὶ πάντες οἱ ἅγιοι.
φωτίζει τοιγαροῦν δημιουργικῶς μὲν Υἱὸς, ἅτε δὴ τὸ φῶς ὐπάρχων αὐτὸς τὸ ἀληθινὸν, κατὰ μετοχὴν δὲ ἡ κτίσις· καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀνακαίουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν· οὕτως οἱ Ἄγγελοι φῶτα, καὶ πάντες οἱ ἅγιοι, κατὰ μετοχὴν δηλονότι.
δεσπότου Χριστοῦ, καλῶς ἐπήγαγε τὸ “ἐν τῷ κόσμῳ ἦν,” ὥστε δεῖξαι ὅτι τὸ “ἐρχόμενον” πρὸς τὴν διὰ σαρκὸς εἶπε φανέρωσιν· τῇ γὰρ ὑποστάσει φησὶ καὶ τῇ φύσει ἦν ἐν τῷ κόσμῳ καὶ πρὸ τούτου, καὶ ὡς καὶ τούτου μικροῦ τινὸς ὄντος ἐπήγαγε, “καὶ ὁ “κόσμος δι’ αὐτοῦ ἐγένετο,” τουτέστι, καὶ τί θαυμαστὸν εἰ ἦν
ἐν τῷ κόσμῳ, ὃς οὐκ ἂν ἦν, εἰ μὴ ἐκεῖνος ἐβουλήθη; “Ἐν τῷ κόσμῳ ἦν,” οὐχ ὡς τοῦ κόσμου σύγχρονος· διὰ γὰρ τοῦτο ἐπήγαγε, “καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο·” πάντως γὰρ ἑκὼν καὶ ἄκων ἀναγκασθήσεται πᾶς ἄνθρωπος, κἂν πολέμιος τῆς δόξης τοῦ Θεοῦ ἐστι, πρὸ τῶν ἔργων ὁμολογῆσαι τὸν ποιητήν.
πλῆθός φησι, τὸν χυδαῖον καὶ ταραχώδη λαὸν, τὸν τῷ κόσμῳ προσηλωμένον καὶ τὰ τοῦ κόσμου φρονοῦντα. οἱ γὰρ τοῦ Θεοῦ φίλοι πάντες αὐτὸν ἔγνωσαν, οὐ μετὰ τὴν ἐν σαρκὶ αὐτοῦ μόνην παρουσίαν, ἀλλὰ καἰ πρὸ ταύτης, ὡς ὁ Ἀβραὰμ καὶ ὁ Μωϋσῆς καὶ ὁ Δαβὶδ, καὶ πάντες οἱ ἀπὸ τοῦ Σαμουὴλ προφῆται, ὡς ὁ
Πέτρος φησί.
τὸν ποιητήν· ὅθεν μοὶ καὶ θαυμάζειν ἔπεισιν ἀεὶ τὴν Παύλου τοῦ Σαμοσατέως μανίαν, πῶς πρὸς τὴν οὕτω φανερὰν ἀλήθειαν ἀντιβλέψαι ἐτόλμησε.
καὶ αὐτῷ προσηλωμένους, ὅτι τινὲς διὰ τὴν πρὸς τὰ γήινα προσπάθειαν οὔτε ὅλως ἔγνωσαν αὐτόν· οἷοι ἦσαν οἱ εἰδωλολάτραι καὶ τῶν παθῶν δοῦλοι. Τὸ δὲ, “εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν “οὐ παρέλαβον,” ἣ περὶ τῶν Ἰουδαίων λέγει ὡς λαὸν ὄντα περιούσιον, ἣ καὶ περὶ τῶν ἀνθρώπων τῶν ὑπ’ αὐτοῦ γεγενημένων·
φιλάνθρωπος γὰρ ἃν ὁ Θεὸς, βίᾳ μὲν οὐδένα, πειθοῖ δὲ πάντας ἕλκει πρὸς αὑτόν· διὸ καὶ ἐλθόντα αὐτὸν, οἱ μὲν ἔλαβον, οἱ δὲ οὐκ ἔλαβον. εἰς τὰ ἴδια ἦλθεν οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀνενδέες γὰρ τὸ θεῖον, ἀλλὰ τῆς τῶν ἰδίων εὐεργεσίας χάριν. Πόθεν δὲ ἦλθεν ὁ τὰ πάντα πληρῶν καὶ πανταχοῦ παρών; ποῖον κενώσας
τόπον ὁ πάντα συνέχων; τόπον μὲν οὐδένα ἤμειψε, πῶς γάρ; τῇ δὲ πρὸς ἡμᾶς συγκαταβάσει τοῦτο εἰργάσατο, καὶ ἑαυτὸν ἐφανέρωσεν ἡμῖν, τὴν ἡμετέραν ὑποδὺς σάρκα. τὴν φανέρωσιν οὖν ταύτην καὶ κατάβασιν ἔλευσιν καλεῖ, εἰ καὶ Ἰουδαῖοι αὐτὸν παραλαβεῖν πάντες οὐκ ἐθέλησαν.
κἂν ἄσοφοι, κἂν σοφοὶ, κἂν γυναῖκες, κἂν ἄνδρες, κἂν παῖδες, κἂν πρεσβύται, κἂν πλούσιοι, κἂν πένητες, κἂν ἄρχοντες, κἂν ἰδιῶται, πάντες τῆς αὐτῆς ἀξιοῦνται τιμῆς· ἡ γὰρ πίστις καὶ ἡ τοῦ Πνεύματος χάρις τὴν κοσμικὴν ἀνωμαλίαν περιελοῦσα, εἰς μίαν ἅπαντας ἔπλασε μορφὴν, καὶ εἰς ἕνα ἀπετύπωσε χαρακτῆρα,
τὸν βασιλικόν.
τὴν ἐξουσίαν εἰλήφασιν, ὅτ’ ἂν τελειθῶσιν ἐν τῇ ἀρετῇ καὶ τῇ πίστει. τίς δὲ ἡ αἰτία, δι’ ἣν ἔσχον τὴν ἐξουσίαν, δηλοῖ γράψας δεδόσθαι αὐτὴν “τοῖς πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ,” τοῦ φωτὸς δηλονότι.
αὐτοῖς ἐξουσίαν,” δεικνὺς ὅτι πολλῆς δεῖ τῆς σπουδῆς ὥστε τὴν ἐν τῷ βαπτίσματι τῆς υἱοθεσίας ἡμῖν ἐντυπωθεῖσαν εἰκόνα ὁλόκληρον ἡμῖν διατηρῆσαι καὶ ἀνέπαφον.
κατηγλαϊσμένοι δὲ ὥσπερ ἀμφίῳ λαμπρῷ τῇ τοῦ τιμῶντος χάριτι πρὸς τὸ ὑπὲρ φύσιν ἀνακαίουσιν ἀξίωμα· οὐ γὰρ ἔτι χρηματίζουσι τέκνα σαρκὸς, Θεοῦ δὲ μᾶλλον γεννήματα. Τί οὖν ἄρα τὸ πλεῖον ἐρεῖ τις τυχὼν, ἢ τί τὸ ἐξαίρετον ἐν τοῖς πιστεύουσιν εἰς Χριστὸν παρὰ τὸν Ἰσραὴλ, ἐπεὶ καὶ αὐτὸς γεγενῆσθαι λέγεται
παρὰ Θεοῦ κατὰ τὸ “υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ “με ἠθέτησαν;” πρὸς τοῦτο ἐροῦμεν, ὅτι σκιὰν ἔχων ὀνόματος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐδὲ τοῦτο κατὰ ἀλήθειαν ἔχειν ἐδίδου τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ ὡς ἐν τύπῳ καὶ σχήματι γραφόμενον ἐν αὐτοῖς, ἄχρι καιροῦ διορθώσεως,
καθὰ γέγραπται, καθ’ ὃν ἔμελλον ἀναδειχθήσεσθαι λοιπὸν, οἱ πρεπωδέστερόν γε καὶ ἀληθέστερον ἀποκαλοῦντες Πατέρα τὸν Θεὸν διὰ τὸ ἐνοικῆσαι αὐτοῖς Πνεῦμα τοῦ μονογενοῦς. οἱ μὲν γὰρ εἶχον “πνεῦμα δουλείας εἰς φόβον,” οἱ δὲ “πνεῦμα υἱοθε- “σίας εἰς ἐλευθερίαν, ἐν ᾧ κράζουσιν, ἀββᾶ ὁ πατήρ.” οὐκοῦν ὁ
διὰ πίστεως τῆς εἰς Χριστὸν ἀναβήσεσθαι μέλλων εἰς υἱοθεσίαν, καθάπερ ἐν σκιαῖς, ἐν ἐκείνῳ προκατεγράφετο· ὥσπερ οὖν ἀμέλει καὶ τῇ ἐν πνεύματι νοουμένῃ περιτομῇ, ἐν τῇ ἐκείνων πάλαι προετυποῦτο σαρκὶ, καὶ συλλήβδην εἰπεῖν, πάντα ἦν ἐν ἐκείνοις τὰ ἡμέτερα τυπικῶς.
δωρεᾶς ἀξίαν· διὸ καὶ τὴν αἰτίαν τῆς ἀφράστου ταύτης τιμῆς τίθησι λέγων, “καὶ ὁ λόγος σὰρξ ἐγένετο,” τουτέστι, διὰ ταύτην τὴν ὑπόθεσιν τοῦ γενέσθαι σάρκα τὸν λόγον, καὶ τὴν τοῦ δούλου μορφὴν λαβεῖν τὸν δεσπότην, τέκνα Θεοῦ γεγόναμεν.
εἰς σάρκα, τὸ γὰρ ἐννοεῖν τοῦτο τῆς ἐσχάτης ἀσεβείας ἐστὶν, ἀλλὰ μένουσα ὅπερ ἐστίν. Οὕτω τὴν τοῦ δούλου μορφὴν ἔλαβεν· “ἐγένετο” δὲ, εἶπε, τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα, τῶν λεγόντων ὅτι φαντασία τις ἦν ἡ οἰκονομία, οὐ σαρκὸς ἀληθινῆς ἀνάληψις.
ἀλλ’ ἑνώσεως τινος ἀρρήτου καὶ ἀφράστου, καὶ ἣν μόνος οἶδεν αὐτὸς.
ἰδεῖν, πῶς θεότητα γυμνὴν καὶ φῶς ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἃν ενεγκειν.
φανέντες, καὶ τὰ Χερουβεὶμ δὲ καὶ τὰ Σεραφεὶμ μετὰ πολλῆς δόξης ὤφθη τῷ προφήτῃ· πάντων τούτων ἀπάγων ἡμᾶς ὁ Εὐαγγελιστὴς, πρὸς αὐτὴν τῶν ἀγαθῶν ἡμᾶς ἵστησι κορυφὴν, λέγων, “δόξαν ὡς μονογενοῦς παρὰ Πατρὸς πλήρης χάριτος καὶ “ἀληθείας.” αὐτήν φησι τοῦ βασιλέως, τοῦ γνησίου μονογενοῦς Παιδὸς τοῦ Πατρὸς, αὐτοῦ τοῦ πάντων Κυρίου τὴν δόξαν ἐθεασάμεθα.
γνήσιον ὄντα Υἱὸν τοῦ παμβασιλέως Θεοῦ. τίς δὲ ἦν αὕτη ἡ δόξα; ὅτι μετ’ ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης πάντα ἐποίει, καὶ οὐχ ὡς Ἄγγελοι καὶ προφῆται προσταττόμενοι, αὐτοχάρις. καὶ ἀλήθεια ὑπάρχων πεπληρωμένη, καὶ ἄλλοις ταύτην χορηγῶν.
πόλιν ἀφανισθῆναι πολέμῳ λογίζεσθαι, καὶ μακροὺς περὶ αὐτοῦ λόγους ἐγκωμίων ποιεῖσθαι· τούτου χάριν ἀπ’ αὐτοῦ τοὺς Ἰουδαίους ἐντρέψαι βουλόμενος, συνεχῶς αὐτοὺς ἀναμιμνήσκει τῆς τοῦ προδρόμου μαρτυρίας· οὐ τὸν δεσπότην ἀπὸ τοῦ δούλου ποιῆσαι ἀξιόπιστον σπεύδων, ἀλλὰ τῆς τῶν νηπιαζόντων Ἰουδαίων
ἀσθενείας συγκαταβαίνων.
πρὶν φανῆναι τὸν Χριστὸν, ἀνεκήρυξεν αὐτόν· τοῦτο δὲ ἐποίει ἵνα εὐπαράδεκτον ἡμῖν γένηται.
ὅτι οὐκ ἔκ τινος προκόπης πρῶτον μὲν ὄντα, ὀπίσω πεποίηκεν εἶναι, ἀλλ’ ἀεὶ πρῶτος ἦν, εἰ καὶ ὕστερος παραγίνεται. “Ἐκ τοῦ “ρώματος δὲ αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν,” ὅτι οὐ ἔχει τὴν δωρεὰν, ἀλλ’ αὐτοπηγὴ καὶ αὐτόριζα πάντων ἐστὶ τῶν. ἀγαθῶν, αὐτοζωὴ καὶ αὐτοφῶς καὶ αὐτοαληθεία· οὐκ ἐν ἑαυτῷ
συνέχων τὸν πλοῦτον, ἀλλὰ καὶ εἰς τοὺς ἄλλους ἅπαντας ὐπερκλύζων αὐτὸν, καὶ μετὰ τὸ ὑπερκλύσαι μένων πλήρης.
“πατέρας ὑμῶν ἐξελεξάμην.” καὶ ἡμεῖς πάλιν χάριτι ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μειζόνως διὰ τὴν τοῦ Πνεύματος δωρεὰν, καὶ διὰ τὴν ἀπὸ τῆς καταλλαγῆς γενομένην παρρησίαν. Καὶ τὸ λαβεῖν δὲ τὸν νόμον, χάριτος ἦν, καθὼς ἐπάγει, ὅτι “ὁ νόμος διὰ “Μωϋσέως ἐδόθη.” εἰ γὰρ καὶ τύπος ἦν ὁ νόμος ἐκεῖνος, ἀλλ’ οὖν ἐλεημοσύνην ἐμφαίνει Θεοῦ καὶ οἰκτιρμοὺς, ὅτι “ἐγνώρισε “τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσεῖ,” καθώς φησιν ὁ Δαβίδ. Ὅτι δὲ ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο, καὶ ὅτι τοῦτο μείζονα ἡμῖν ἐκόμισεν ἀγαθὰ, δῆλον· ἐκεῖνος μὲν γὰρ ὑπηρέτης ὣν ταπεινοτέρων γέγονε πραγμάτων διάκονος· οὗτος δὲ δεσπότης
καὶ βασιλεὺς καὶ βασιλέως Υἱὸς, τὰ πολλῷ κρείττονα ἤγαγεν ἡμῖν, συνὼν ἀεὶ τῷ Πατρί.
Χερουβεὶμ, καὶ Δανιὴλ ἐπὶ θρόνου, καὶ ἕτεροί τινες ἐξ αὐτῶν περὶ τῆς θεωρίας αὐτοῦ, πάντα ἐκεῖνα συγκαταβάσεως ἦν, οὐκ αὐτῆς τῆς οὐσίας γυμνῆς ὁραθείσης. Εἰ γὰρ αὐτὴν ἑώρων τὴν φύσιν, οὐκ ἂν διαφόρως αὐτὴν ἐθεάσαντο· ἁπλῆ γάρ τίς ἐστι καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραφος, καὶ οὐδὲ κάθηται
οὐδὲ ἕστηκε. ταῦτα γὰρ πάντα σωμάτων ἐστὶ, καὶ οὐδὲ τῶν Ἀγγέλων τις αὐτὸν ὁρᾷ, οὐδὲ τῶν ἀρχαγγέλων, μή τι γε ἀνθρώπων. Τὸ γὰρ εἰρημένον “ὅτι οἱ Ἄγγελοι αὐτῶν διὰ παντὸς βλέ- “πουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς,” δηλοῖ, ὅτι διὰ τὴν καθαρὰν αὐτῶν καὶ ἄγρυπνον φύσιν, οὐδὲν ἕτερον
ἀλλ’ ἢ ἀεὶ τὸν Θεὸν φαντάζονται, ὥσπερ καὶ οἱ καθαροὶ τῇ καρδίᾳ, τῇ κατὰ διάνοιαν ὄψει τῇ ἀνθρώποις δυνατῇ, καὶ τῇ ἐννοίᾳ τῇ περὶ Θεοῦ· οὔτε γὰρ πρόσωπον ἔχει Θεὸς, ἀλλ’ οὔτε ἐν οὐρανοῖς περιγέγραπται. Τουτο δὲ αὐτὸ, ὅτι Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ἀξιόπιστον τὸν λόγον ποιῆσαι βουλόμενός, φησι, “ὁ μονογενὴς
Γιος ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ἀκούων δὲ κόλπον, μηδὲν ὑποπιστεύσῃς ταπεινόν· ταύτην γὰρ τὴν ἀνθρωπίνην ῥῆσιν εἶπε, τὸ ἀχώριστον καὶ συναΐδιον αὐτοῦ τὸ πρὸς τὸν Πατέρα δεῖξαι βουλόμενος, καὶ ὅτι πάντα τὰ τοῦ Πατρὸς ἀνελλειπ\ῶς ἐπίσταται, οὐκ Ἰουδαιοῖς δὲ μόνον, ἀλλὰ καὶ πάσῃ
τῇ οἰκουμένῃ ἐξηγήσατο.
ὥστε αὐτὸν ἐκ τούτου ἐπισπάσασθαι εἰς τὸ ἑαυτὸν ὁμολογῆσαι εἶναι τὸν Χριστόν. Ὅτι γὰρ οὐκ ἠγνόουν, δῆλον ἦν ἐκ τῆς γενέσεως αὐτοῦ· καὶ γὰρ ἔλεγον τότε πολλοὶ, “τί ἄρα “παιδίον ἔσται τοῦτο;“διὰ τοῦτο οὖν καὶ αὐτὸς πρὸς ἐρώτησιν αὐτῶν πρώτην τε καὶ δευτέραν εἶπεν εὐθέως, ὅπερ ἐξ
εὐθείας ἦν εἶπεν· “ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ,” ἀλλ’ ὅπερ ὑπόπτευον ἐκεῖνοι, “ὅτι οὐκ εἰμὶ ὁ Χριστός.”
προσθήκης, “ὁ προφήτης εἶ σύ;“καὶ τοῦτο πανούργως. γὰρ ἤκουσαν τοῦ Μωϋσέως εἰπόντος, “ὅτι προφήτην ὑμῖν ἀνα- “στήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ,” οὗτος δὲ ἦν ὁ Χριστός· διὰ τοῦτο οὕτως αὐτὸν ἐρωτῶσιν, ἵνα κἂν τοῦτο πείσωσιν αὐτὸν συνθέσθαι. αὐτὸς δὲ γνοὺς τὴν πανουργίαν αὐτῶν
εἶπεν, οὐκ εἰμί. Ἐπιμενόντων δὲ αὐτῶν τῇ ἐρωτήσει, τότε φησὶν, “ὅτι ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ.” ἐπὶ τὸν προφήτην κατεφυγεν ἀξιόπιστον τὸν λόγον ποιῶν· καὶ γὰρ ὁ Ἡσαΐας τοῦτό φησι. Τὸ δὲ εἰπεῖν αὐτῷ πάλιν· “τί οὖν βαπτίζεις, εἰ σὺ “εἶ ὁ Χριστός;” ἀναγκαζόντων ἦν ὁμολογῆσαι ἑαυτὸν ἑαυτὸν τὸν Χριστόν· μέσον δὲ ὁ βαπτιστὴς εἰρηκέναι αὐτῶν τὸν Χριστόν φησιν, ἐπειδὴ εἰκὸς ἦν αὐτὸν καὶ ἀναμεμίχθαι τῷ λαῷ, ὡς ἕνα τῶν πολλῶν ὄντα, πανταχοῦ τὸ ἄτυφον καὶ ἀκόμπαστον ἐπιδεικνύμενον. ἰὰ τοῦτο δὲ εἶπεν, ὃν ὑμεῖς οὐκ οἴδατε, διὰ τὸ τὴν ἀληθῆ εἴδησιν περὶ αὐτοῦ μὴ γινώσκειν αὐτοὺς, οἷον τίς ἐστι καὶ πόθεν.
τὸ γὰρ τὸ ὑπόδημα λῦσαι τῆς ἐσχάτης διακονίας ἐστί. τίνος ἕνεκε φησὶν, ὅτι “ταῦτα ἐν Βηθανίᾳ ἐγένετο,” καὶ τὰ ἑξῆς; ἵνα τὴν παρρησίαν δείξῃ τοῦ μεγαλοφώνου κήρυκος, ὅτι οὐκ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν, ἐν μέσῳ πλήθους τοσούτου τὰ περὶ Χριστοῦ πᾶσιν ἀνεκήρυττε. Χρὴ
δὲ γινώσκειν, ὅτι τὰ ἀκριβῆ τῶν ἀντιγράφων ἐν Βηθαβαρὰ περιέχει· ἡ γὰρ Βηθανία οὐχὶ πέραν τοῦ Ἰορδάνου, ἀλλ’ ἐγγύς που τῶν Ἱεροσολύμων. καὶ τοῦτο δὴ χρὴ μὴ ἀγνοεῖν, ὅτι τὰ μὲν περὶ τοῦ βαπτίσματος ὁ Ματθαῖος διηγεῖται, καὶ τοὺς πρινὶ τὸν Ἰωάννην χρόνους ἐπιτεμὼν, ἐπείγεται πρὸς τοὺς ἑξῆς. Ὁ δὲ
Ἰωάννης τούτοις μάλιστα ἐνδιατρίβει, καὶ τὰ μετὰ τὴν κάθοδον τὴν ἀπὸ τοῦ ὄρους γενομένην διηγεῖται.
τὸν Μωϋσέας, ἵνα ἀπὸ τοῦ τύπου μᾶλλον αὐτοὺς προσαγάγηται τῇ ἀληθείᾳ. αἴροντα δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου, φησὶν, ὅτι ἐκεῖνος μὲν ὁ ἀμνὸς οὐδενὸς καθ’ ἅπαξ ἁμαρτίαν ἔλαβεν, οὗτος δὲ ἁπάσας τῆς οἰκουμένης ἁπάσης· κινδυνεύουσαν γὰρ αὐτὴν ἀπολέσθαι ταχέως διέσωσεν.
Ἀμμωνίου Πρεσβυτέρου. Ἀνὴρ δὲ καλεῖται ὡς ἐκ γυναικὸς τεχθεὶς τὸ κατὰ σάρκα, ἢ ὅτι τέλειος ἦν ἐν ἡλικίᾳ, τριακονταέτης που ὑπάρχων· ἣ ὅτι τέλειος ἦν ἐν πάσῃ ἀρετῇ πρακτικῇ τε καὶ θεωρητικῇ· ἣ ὅτι πάσης τῆς λογικῆς φύσεως, ὁ ἐστι τῆς Εκκλησίας, νυμφίος ἐστίν. ὡς τῆς Ἐκκλησίας γυναικὸς ἐχούσης
πρόσωπον, ὁ Χριστὸς ἀνὴρ καλεῖται, ὡς νυμφευόμενος τὰς τῶν πιστῶν ψυχάς.
αἰτίαν τὸ ἴδιον αὐτοῦ βάπτισμα. “Ἀλλ’ ἵνα φανερωθῇ τῷ “Ἰσραὴ,” τοῦτ’ ἔστι διὰ τὸ προοδοποιῆσαι τῇ τοῦ πίστει τοῖς λοιποῖς ἅπασι· “διὰ τοῦτο ἦλθον κἀγὼ βαπτίζων ἐν “ὕδατι.” βουλόμενος δὲ ἀξιοπιστοτέραν τὴν ἑαυτοῦ ποιῆσαι, ἀνάγει αὐτὴν ἐπὶ τὸν πατέρα, καὶ ἐπὶ τὸ Πνεῦμα τὸ
διὰ τὴν συγγένειαν, τοῦτό φησιν· ὅθεν καὶ τὸν ἅπαντα χρόνον κατ’ οἰκονομίαν Θεοῦ ἐν τῇ ἐρήμῳ διέτριβε.
ὅτι “ὁ πέμψας με βαπτίζει ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, “ἐφ’ ὃν ἃν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν, οὗτός “ ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.”
ἐκεῖσε, εἰ καὶ μὴ πάντες ἐπίστευσαν· τὰ γὰρ τοιαῦτα οὐ μόνον τῶν σωματικῶν ὀφθαλμῶν δεῖται, ἀλλὰ πρὸ τούτων τῆς κατὰ διάνοιαν ὄψεως, ὥστε μὴ φαντασίαν περιττὴν τὸ πρᾶγμα νομίσαι. Ιωάννου τοῦ Χρυσοστόμου. Εἰ γνώριμος ἦν, οὐκ ἃν “ἵνα φανῇ τῷ Ἰσραηλ, διὰ τοῦτο ἦλθον βαπτίζων.” ἐντεῦθεν
δηλονότι, ἅ φασι παιδικὰ τοῦ Σωτῆρος, ψεῦδος καὶ πλάσματα ἐστίν. Εἰ γὰρ ἐκ πρώτης ἀρξάμενος ἡλικίας ἐθαυματούργει, οὐκ ἂν αὐτὸν Ἰωάννης ἠγνόησεν, οὔτ᾿, ἃν τὸ λοιπὸν πλῆθος ἐδεήθη διδασκάλου τοῦ φανερώσαντος αὐτόν.
“ ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ;“ἵνα διττῶς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς φωνῆς, τοὺς μὴ ἕως τότε προσεσχηκότας διὰ τὸ πολὺ τοῦ ὕπνου τῆς πωρώσεως, ἀφυπνίσῃ λοιπὸν πρὸς τὴν τοῦ Σωτῆρος ἐπίγνωσιν. Ἠκολούθησαν δὲ τῷ Ἰησοῦ οἱ δύο μαθηταὶ τοῦ Ἰωάννου, οὐ τοῦ διδασκάλου καταφρονήσαντες, ἀλλὰ τῇ μαρτυρίᾳ
αὐτοῦ μᾶλλον πεισθέντες. Οὐκ εὐθέως δὲ προσελθόντες ἠρώτησαν τὸν Ἰησοῦν, ἀλλ’ ἠκολούθησαν ὅτι περ οὐ δημοσίᾳ παρόντων ἁπάντων ἁπλῶς καὶ ὡς ἔτυχεν ὑπὲρ ἀναγκαίων καὶ μεγίστων πραγμάτων, ἀλλ’ ἰδίᾳ διαλεχθῆναι ἐσπούδαζον.
τὰς καρδίας τῶν ἀνθρώπων; ἀλλ’ ἵνα διὰ τῆς ἐρώτησε ὡς μᾶλλον αὐτοὺς οἰκειώσηται καὶ πλείονος μεταδῷ τῆς παρρησίας· εἰκὸς γὰρ ἦν αὐτοὺς ἐρυθριᾶν καὶ δεδοικέναι ἀγνῶτάς τε ὄντας αὐτῷ, καὶ τοιαῦτα παρὰ τοῦ διδασκάλου περὶ αὐτοῦ μαρτυροῦντος ἀκηκοότας. αὐτοὶ δὲ οὐ διὰ τῆς ἀκολουθήσεως μόνον τὸν πόθον ἐνέφηναν,
ἀλλὰ καὶ διὰ τοῦ διδασκάλου αὐτὸν ὀνομάσαι, τοῦτο γὰρ ἑρμηνεύεται “ ῥαββί·” καίπερ οὐδὲν οὐδέ πὼς μαθόντες περὶ οὐδὲ ἀκούσαντες.
ἤθελον. Οὐ λέγει δὲ τὸν τόπον, οὐδὲ τὰ σημεῖα τῆς οἰκίας, ἀλλ’, ἔρχεσθε καὶ ὄψεσθε, ὅπως πλέον αὐτοὺς ἐπισπάσηται πρὸς τὴν ἀκολούθησιν. Διὰ τὶ ὁ Εὐαγγελιστὴς ἐσήμανε τὸν καιρὸν, εἰπὼν τὸ ὥρα ἢν ὡς δεκάτη;” ὅπως τὴν σπουδὴν, ἣν εἰχον περὶ ἀκρόασιν, ἐπιδείξηται, ὅτι οὐδὲ ὑπὸ τῆς ὥρας περιετράπησαν· καὶ
γὰρ ἔτυχε πρὸς δυσμον ο ἥλιος ων· ἔτι δε καὶ αὐτοῦ του δεσποτου φιλανθρωπίαν, ὅτι οὐδὲ αὐτὸς εἶπεν. ἄκαιρόν ἐστι νῦν, ἀκούσεσθε αὔριον εἴ τι βούλεσθε, ἀλλ’ ὡς πρὸς φίλους καὶ πολὺν αὐτῷ συγγεγονότας χρόνον, οὕτω διαλέγεται. εἰ δὲ καὶ ἀλλαχοῦ ὥραν μέν φησιν, “ ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν “κλῖναι” τοῦ μηδὲν ἴδιον καταγώγιον κεκτῆσθαι δηλωτικόν ἐστιν, οὐ τοῦ μὴ μένειν ἐν οἰκίᾳ· καὶ γὰρ καὶ ἡ παραβολὴ τῶν ἀλωπέκων καὶ τῶν πετηνῶν τοῦτο βούλεται.
Υἱὸν οὐσίας τε καὶ θεότητος, καὶ μεμαρτύρηται ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ· οὐκ ἃν τοῦτο φιλοτιμεῖσθαι δυνάμενος, εἰ μὴ ἴδιον καὶ τῆς αὐτῆς οὐσίας ἦν αὐτὸ τὸ Πνεῦμα τὸ Ἅγιον· ὃ γὰρ ἐκ δωρεᾶς τις λαμβάνει, τοῦτο ἑτέροις ὡς ἐξ οἰκείου προσώπου δωρήσασθαι οὐ δύναται· αὐτὸς δὲ
τοῖς μαθηταῖς ἐνέφυσε λέγων, “ λάβετε Πνεῦμα Ἄγ’ Ἅγιον.” διὸ καὶ ὁ Παῦλος Ῥωμαίοις ἐπιστέλλων φησὶν, “ εἰ δέ τις Πνεῦμα Χρι- “ στοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.”
ἐπεὶ δὲ οἱ πολλοὶ τοῖς λεγομένοις οὐ προσεῖχον ἐξ ἀρχῆς διὰ τὸν πολὺν ὕπνον, καὶ δευτέρα πάλιν αὐτοὺς ἀφυπνίζει φωνή.
φθάσαι, συγκαταβατικῶς στρέφεται πρὸς αὐτοὺς, δεικνὺς αὐτοῖς τὸ ἑαυτοῦ πρόσωπον, ἵνα γνῶσιν, ὅτι αὐτός ἐστιν ὁ πληρῶν τὸν νόμον, καὶ διδάσκων τὰ ἐν αὐτῷ.
κέχρηται λόγοις· ἀρετὴ διδασκάλου τοῖς αὐτοῖς κεχρῆσθαι πρὸς τὸ ἐμπαγῆναι τοὺς λόγους ἐν ταῖς τῶν ἀκροατῶν ψυχαῖς.
τὸν ἠκολουθηκότα. τινὲς δὲ πάλιν οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ἐκεῖνος οὐ τῶν ἐπισήμων ἦν, καὶ οὐκ ἦν τι κέρδος ἀπὸ τοῦ μαθεῖν αὐτοῦ τὸ ὄνομα· τοῦ δὲ Ἀνδρέα μέμνηται καὶ διὰ τὸ εἶναι αὐτὸν ἐπίσημον, καὶ διὰ τὸ τὴν ἀρχὴν τῆς πίστεως προκαταβαλέσθαι Σίμωνι τῷ ἑαυτοῦ ἀδελφῷ· ὅθεν καὶ διὰ τοῦτο εὐθέως ἀκούσας
“ ὅτι ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων,” οὐκ ἠπόρησε πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ πεισθεὶς ἠκολούθησεν ὁ Σίμων. δῆλον δὲ ὅτι τοῦτο εἰς τὸν Σίμωνα ὁ Ἀνδρέας εἰργάσατο, ἐκ τοῦ μὴ κατασχεῖν παρ’ ἑαυτῷ τὸν τῆς διδασκαλίας τοῦ Σωτῆρος θησαυρὸν, ἀλλὰ ταχέως δραμεῖν καὶ τοῦτον μεταδοῦναι τῷ ἀδελφῷ.
Ἰησοῦν εὐθέως ὡς εὐπειθῆ καὶ εὐήνιον, καὶ διὰ τὸ θερμὸν αὐτοῦ καὶ εὐζήλωτον, ὅπερ ἐξ ἀρχῆς οὗτος αὐτὸς ὁ Πέτρος ἐκέκτητο· οὐκ ἐξ εὐκολίας δὲ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἐπέδραμεν, μὴ τοῦτό τις ὑποπνεύσῃ περὶ αὐτοῦ, ἀλλὰ πολλὰ ζητήσας καὶ τὸν ἀδελφὸν ἀνακρίνας, οὕτω τὸν λόγον παρεδέξατο· ἀλλ’ οἱ Εὐαγγελισταὶ
τοῦτο ἐπιτέμνουσι, βραχυλογίας ἐπιμελούμενοι.
τὸ μέλλον πιστοῦται· ὁ γὰρ τὸ ὄνομα εἰπὼν, δηλονότι καὶ τὸ μέλλον προῄδει, καὶ μετ’ ἐγκωμίου ἡ πρόρρησις· τοῦτο δὲ οὐ κολακεύοντος ἦν, ἀλλὰ τὸ μέλλον προλέγοντος, “ σὺ κληθήσῃ “ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. οὐκ εἶπε δὲ, ὅτι ἐγώ σε ὅπερ μείζονος ἦν ἐξουσίας, διὰ τὸ μὴ βούλεσθαι ἐξ
ἀρχῆς τὰ τῆς αὐθεντείας ἐπιδείκνυσθαι ἅπαντα, ἀλλὰ τέως ταπεινότερον φθέγγεται.
τὸν γὰρ Ἀβρὰμ Ἀβραὰμ ἐκάλεσε, καὶ τὴν Σάραν Σάρραν. Ὁ μὲν Ἀνδρέας ἀκούσας παρὰ τοῦ προδρόμου ἠκολούθησε τῷ Χριστῷ, καὶ ὁ Πέτρος παρὰ τοῦ Ἀνδρέα· ὁ δὲ Φίλιππος ὅθεν; παρ’ οὐδενὸς μαθὼν οὐδὲν, ἀλλὰ τοῦτο μὲν εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, “ ἀκολούθει μοι, ” ἐπείσθη τε εὐθέως, καὶ οὐκ ἀνεχώρησεν,
ἀλλὰ κήρυξ ἑτέροις γίγνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, “ ὃν ἔγραψε,” φησὶ “ Μωϋσῆς καὶ οἱ προφῆται, “ καμεν.” Πρῶτον μὲν διὰ τὸ τὴν φωνὴν τοῦ Κηίου ἐργάσασθαι τι ἐν αὐτῷ· ἔπειτα δὲ καὶ διὰ τὸ μεμεριμνημένην διάνοιαν ἔχειν, 2 καὶ συνεχῶς μελετᾷν τὰ Μωυσέως, καὶ προσδοκᾷν τὴν παρουσίαν αὐτοῦ. καὶ γὰρ τὸ “ εὑρήκαμεν” ζητούντων ἐστὶν ἀεί.
δὲ τὸν Μωϋσέα καὶ τοὺς προφήτας τὸν Ναθαναὴλ ὁ Φίλιππος παρέπεμψεν, ἵνα ἀξιόπιστον ποιήσῃ τὸ κήρυγμα· καὶ γὰρ ἦν ἀκριβῆς καὶ πάντα διεσκεμμένος ὁ Ναθαναὴλ μετὰ ἀληθείαν, ὡς καὶ ὁ χριστὸς ἐμαρτύρησεν αὐτῷ, καὶ τὸ ἔργον ἔδειξεν. Τἴον δὲ “ τοῦ Ἰωσὴφ” εἶπεν, ἐπειδὴ τούτου τέως εἶναι παῖς ἐνομίζετο.
Λέγει δὲ “ ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν εἶναι;“διὰ τὸ αὐτὸν ἐκ τῶν γραφῶν ὅτι ἐκ Βηθλεὲ δεῖ ἐλθεῖν τὸν Χριστόν. Τὸ δὲ “ ἔρχου καὶ ἴδε” φησὶν ὁ Φίλιππος, εἰδὼς οὐκ ἀποστησόμενον λοιπὸν, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας Χριστοῦ. Ἐπαινεῖται δὲ παρὰ τοῦ Χριστοῦ, καὶ θαυμάζεται ὡς
ἀληθῶς Ἰσραηλίτης δόλον οὐκ ἔχων, ἐπειδὴ οὐδὲν πρὸς χάριν οὐδὲ πρὸς ἀπέχθειαν ἐφθέγξατο· οὐ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, ἀλλὰ ἀδεκάστου κρίσεως, ὅθεν καὶ ἣν ἐξ ἀρχῆς περὶ αὐτοῦ γνώμην εἶχεν. ὅτι οὐκ ἐστιν ἐκ Ναζαρὲτ, ταύτην ἔμεινε διατηρῶν. Πῶς αὐτὸν Ναζωραῖον οἱ προφῆται καλοῦσιν; ἀπὸ τῆς ἀνατροφῆς καὶ
τῆς ἐκεῖ διαγωγῆς. Τὸ δὲ εἰπεῖν, “ πόθεν με γινώσκεις,” δείκνυσιν αὐτὸν ἄνθρωπον εὐσταθῆ καὶ βεβηκότα, ὅτι περ οὐκ ἐχαυνώθη τοῖς ἐπαίνοις, οὐδὲ τοῖς ἐγκωμίοις ἐπέδραμεν, ἀλλ’ ἐπιμένει ζητῶν καὶ ἀκριβέστερον διερευνώμενος, βουλόμενός τι μαθεῖν σαφέστερον·
τὴν μαρτυρίαν, ὡς τοῦ Φιλίππου προδιαλεχθέντος τῷ Χριστῷ περί τε τῆς συκῆς, περὶ ὧν τε ἐλάλησεν· ὅθεν ἐκεῖνος ἀπό τε τοῦ καιροῦ, ἀπό τε τοῦ τόπου, ἀπό τε τοῦ δένδρου, ἀπό τε τοῦ τὴν γνώμην αὐτοῦ ἐξετάσαι μετὰ ἀκριβείας, συνιδὼν τίς ἐστιν, ἀποκριθεὶς εἶπε· “ ῥαββὶ, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς
“ τοῦ Ἰσραήλ.” ταῦτα δὲ ἀπὸ πολλῆς χαρᾶς ἐφθέγξατο· τοῦτ’ ἔστι, σὺ εἶ, φησὶν, ἐκεῖνος ὁ προσδοκώμενος, ὁ ζητούμενος, καὶ πρὸ τῆς διδασκαλίας.
Πέτρος; ὅτι οὐ μετὰ τῆς αὐτῆς διανοίας ἑκάτερος τὰ αὐτὰ ἐφθέγξατο ῥήματα. Ὁ μὲν γὰρ Πέτρος ὡμολόγησεν Υἱὸν τοῦ Θεοῦ, ὡς Θεὸν ἀληθῆ, ὁ δὲ Ναθαναὴλ ὡς ἄνθρωπον ψιλόν· καἰ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν αὐτὸν, “ σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, οὐ τοῦ Ἱσραήλ ἐστι μόνον βασιλεὺς, ἀλλὰ
καὶ τῆς οἰκουμένης ἁπάσης. Διὰ δὲ τοῦ εἰπεῖν τὸν Χριστὸν, ’τι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τὰ ἑξῆς, ἀπὸ b αὐτὸν κατὰ μικρὸν ἀνάγει, καὶ ποιεῖ μηκέτι φαντάζεσθαι αὐτὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ καὶ τῶν Ἀγγέλων δεσπότην αὐτὸν ὁμολο- γῆσαι. ᾧ c γὰρ Ἄγγελοι διακονοῦσι, καὶ ἐφ’ ὃν Ἄγγελοι ἀναβαίνουσι
καὶ καταβαίνουσι, πῶς ἄνθρωπος οὗτος ἃν εἴη ψιλός; Ταῦτα δὲ τὰ περὶ τῶν Ἀγγέλων, ἐκβήσεσθαι ἔμελλεν ἐπὶ τοῦ σταυροῦ καὶ τῆς ἀναλήψεως.
Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.