ΚΕΦ. Ος.
διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· καὶ κἀς ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν, τουτέστι κατὰ τὸν τῆς μετὰ σαρκὸς οἰκονομίας λόγον.
τραπέζης, ἀλλ’ ἐκ τῶν καθ’ ἡμᾶς πραγμάτων ὑποδείξαι τὰ πνευματικὰ βούλομαι, ὅτι ὥσπερ οἱ παρὰ τῶν ἐπὶ γῆς βασιλέων τὰς πρώτας ἔχοντες τιμὰς, συνέστιοι τέ εἰσιν αὐτοῖς καὶ ὁμότιμοι, οὕτως ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρὰ τῷ ἀθανάτῳ βασιλεῖ, οἱ ἅγιοι καὶ πανεύφημοι Ἀπόστολοι, ὡς διαμεμενηκότες μετ’ αὐτοῦ ἐν τοῖς πειρασμοῖς. Τὸ δὲ “καθίσεσθε ἐπὶ ιβ΄ θρόνους” καὶ τὰ ἑξῆς, προεγράφη.
ἐπίμεστος ὣν ὁ Ἰούδας, δύνασθαι λαθεῖν τὸν ὄντα Χριστὸν, ἀλλ’ ἠλέγχετο πάνυ πονηρὸς ὣν, καίτοι τραπέζης ἀξιούμενος, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικώτερον αὐτῷ τὴν κόλασιν ἀπειργάζετο. Οὐαὶ τοίνυν αὐτῷ κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ὁ μὲν γὰρ κατ’ εὐδοκίαν τοῦ
Θεοῦ καὶ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν ταῖς τῶν φονευόντων χερσὶ παραδοὺς, τὴν διαβόλῳ πρεπωδεστάτην ἐκληρονόμησε δίκην.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.