ΚΕΦ. ΟΔ.
καὶ τὸν τῶν ἀναθημάτων κόσμον· ᾠήθησαν γὰρ, ὅτι θαυμάσει σὺν αὐτοῖς τὰ ὁρώμενα, καίτοι Θεὸς ὣν καὶ θρόνον ἔχων τὸν οὐρανόν. Ὁ δὲ ἀφίησι μὲν τὸν περὶ αὐτῶν λόγον, προμεμήνυκε δὲ ὅτι ἐκ βάθρων πεσεῖται κατὰ καιροὺς, κατακομιζούσης εἰς τοῦτο αὐτὸ τῆς Ῥωμαίων στρατείας, καὶ ἅπασαν τὴν Ἱερουσαλὴμ τὴν τῆς
κυριοκτονίας δίκας ἐξαιτούσης τὸν Ἰσραὴλ, μετὰ γάρτοι τὸν τοῦ Σωτῆρος σταυρὸν ταῦτα συνέβη παθεῖν αὐτούς· οἱ δὲ οὐ συνίσταντο τῶν ὁρωμένων τὴν δύναμιν, ᾠήθησαν μᾶλλον τοὺς περὶ τῆς συετελείας τοῦ αἰῶνος λόγους ἐξυφαίνειν αὐτὸν. Εἴροντο δὴ οὖν πότε ταῦτα ἔσονται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ γίνεσθαι.
Τί οὖν ὁ Χριστός; ἕπεται τῷ σκοπῷ τῶν προσαγόντων τὴν πεῦσιν, καὶ φησὶ μὲν τέως τοὺς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων λόγους, διατρανοῖ δὲ τοὺς περὶ τῆς συντελείας τοῦ παρόντος αἰῶνος. Πρὶν γὰρ τὴν ἐξ οὐρανοῦ γενέσθαι κάθοδον τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, πρόδρομοι τινες ἀναφαίνονται ψευδόχριστοι
καὶ ψευδοπροφῆται, τὸ αὐτοῦ πρόσωπον ἑαυτοῖς περιπλάττοντες, ἀλλὰ μὴ ἀκολουθήσητε, φησὶν, αὐτοῖς.
καὶ ἀνέσεως τυχόντες, πάλιν ἐνεωτέριζον, καὶ πάλιν ἐγίγνετο πόλεμος, καὶ οὐδέποτε ἡσυχίαν ἠσπάσαντο· τελευταῖον θεασάμενοι Ῥωμαῖοι τὴν τούτων ἀπόνοιαν, κατέλυσαν τὴν πόλιν. Τοῦ Αὐτοῦ. Γέγραπται ἐν ταῖς Πράξεσιν, ὅτι μετὰ ἐγένετο λιμὸς μέγας ἐπὶ Κλαυδίου Καίσαρος, καὶ σεισμοὶ
πολλοὶ ἐγένοντο.
“τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι” καὶ τὰ ἑξῆς· πρὸ γὰρ τῶν τῆς συντελείας καιρῶν ἥλω μὲν ἡ τῶν Ἰουδαίων χώρα, καταδραμούσης αὐτὴν τῆς Ῥωμαίων στρατείας, ἐμπέπρησται δὲ ὁ νεὼς, κατεσείσθη τὰ παρ’ αὐτοῖς βασίλεια, πέπαυται τῆς κατὰ νόμον λατρείας ἡ δύναμις· πρὶν δὲ ταῦτα συμβῆναι ἐδιώχθησαν παρ’
αὐτῶν οἱ μακάριοι μαθηταὶ, δεσμῶται γεγόνασι, ἤχθησαν ἐπ’ ἄρχοντας, ἐπέμφθησαν ἐπὶ βασιλέας· ἀπεστάλη γοῦν ὁ Παῦλος εἰς Ῥώμην πρὸς Καίσαρα· πλὴν γέγονεν αὐτοῖς εἰς μαρτύριον, τούτέστιν εἰς μαρτυρίου δόξαν τὰ ἐπενηνεγμένα· παρεγγυᾷ δὲ ὅτι “μὴ προμελετᾶτε μέλλοντες ἀπολογεῖσθαι, λήψεσθε γὰρ πη ἐμοῦ
“σοφίαν ἣ γλῶσσαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν, ἅππαντες “οἱ ἀντικείμενοι ὑμῖν,” ἀποκείρων δὲ τῆς ἀνθρωπίνης μικροψυχίας τὰς ἀφορμὰς, παραδοθήσεσθαι, φησὶν, αὐτοὺς ὑπὸ ἀδελφῶν καὶ φίλων καὶ τῶν ἐκ γένους, πλὴν ὅτι πάντη τε καὶ πάντως σωθήσονται πη αὐτοῦ· θρὶξ γὰρ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐκ ἀπολεῖται,
φησί· σαφεστέραν δὲ τὴν προαγόρευσιν ποιῶν, “ὅταν, ἴδητε, φησὶ, “κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἰερουσαλήμ· τότε γνῶτε ὅτι “ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.” Εἶτα μεθίστησι πάλιν τοὺς λόγους ἐπὶ τὸν τῆς συντελείας καιρόν.
θάνατον. Τὸ γὰρ τῶν ἐπερχομένων ἀφόρητον δεῖγμα πολλοῖς ἀρκέσει πρὸς ὄλεθρον· οὐ λεληθότως, ἀλλ’ ὡς Θεὸς καὶ Κύριος ἐν δόξῃ θεοπρεπεῖ, καὶ πάντα μεταστήσει πρὸς τὸ ἄμεινον.
Χριστοῦ νέμοντος αὐτὴν, καὶ συμμόρφους τοῦ σώματος τῆς δόξης αὐτοῦ τοὺς εἰς αὐτὸν πιστεύσαντας ἀποφαίνοντος.
ἡ βασιλεία τοῦ Θεοῦ, ὅπερ ὁ Ματθαῖός φησι, “γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Τὸ δὲ τοιοῦτο διδάσκει, ὅτι οὔπω πρὸς
τὸ ἔσχατον τέλος ἥκει τὰ πράγματα τούτων γινομένων, ἀλλ’ ὁδεύει πρὸς τὸ τέλος ἤδη, καθάπερ ἐπὶ τῶν καρπῶν, ὁδεύει ἡ συκῆ τοὺς κλάδους, ἁπαλυνομένη καὶ ἐκφύουσα τὰ φύλλα. Οὕτω γὰρ δὴ καὶ ἡ τοῦ Κυρίου παρουσία, καταργοῦσα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν, παρασκευάζει τῇ βασιλείᾳ τοῦ Θεοῦ.
τῶν στοιχείων παρερχομένων.
βιωτικῶν καὶ κραιπάλη καὶ μέθη ἐξορίζει μὲν τὴν σύνεσιν· ἀφορίζει δὲ καὶ τὴν πίστιν, ἐμβάλλει δὲ εἰς λήθην τῶν συμφερόντων.
νομικὴν λατρείαν μεθιστῶν μετ’ ἐξουσίας τὰ ἐν τύπῳ κεχρησμωδημένα πρὸς τὴν ἀλήθειαν. Διόπερ καὶ θαυμάζων ὁ λαὸς, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, ἥδιστα τοῦτον ἠκροᾶτο. Εἰς τὸ ὄρος δὲ 1 τῶν ἐλαιῶν ηὐλίζετο τοὺς ἐν τῇ πόλει θορύβους παραιτούμενος, ἵνα καὶ ἐν τούτῳ τύπος ἡμῖν γένηται.
ἐπὶ τοῦτο εὐκαιρίαν, ἕως “καὶ οἱ δώδεκα Ἀπόστολοι σὺν αὐτῷ,” προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.