ΚΕΦ. ΞΓ.
γέννησιν, τὴν ἀπό γε τῆς παναγίας παρθένου Φημὶ, πρόσεισιν ὡς Θεῷ λέγων, “ἐλέησόν με, υἱὲ Δαβίδ.” ὅτι γὰρ οὕτω διατιθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστὸς, “ἡ πίστις σου σέσωκέ σε.” θαυμάσωμεν δὲ αὐτοῦ καὶ τὴν ἔνστασιν τῆς ὁμολογίας, ὅτι τινῶν ἐπιτιμώντων αὐτῷ, αὐτὸς οὐκ ἀνίει· διὸ
καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ τοῦ Θεοῦ· κέκληται γὰρ παρ’ αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται.
ὡς παρὰ Θεοῦ. Ἐπειδὴ δὲ τὸν τῆς αἰτήσεως ἐνεφάνισε τρόπον, τότε δὴ τότε τῆς Ἰουδαίων ἀπιστίας ἔλεγχος ἦν τὸ εἰρημένον παρὰ Χριστοῦ· ἔΦη γὰρ μετ’ ἐξουσίας τῆς ἀνωτάτω, “ἀνάβλεψον· τίς γὰρ τῶν ἁγίων προφητῶν εἰπέ τι τοιοῦτον, ἤγουν ἐν τοσαύτῃ λελάληκεν ἐξουσίᾳ; ὅθεν καὶ φῶς τῷ κάμνοντι γέγονεν ἡ Φωνή·
Φωτὸς γὰρ ἦν λόγος τοῦ ἀληθινοῦ· ἀπαλλαγεὶς δὲ τῆς νόσου, οὐ κατημέλησε τοῦ εἶναι Φιλόχριστος, ἠκολούθει γὰρ, Φησὶν, αὐτῷ, τὴν δόξαν ἀναπέμπων ὡς Θεῷ· γέγονε δὲ καὶ ἑτέροις πρόφασις τοῦ δοξάζειν αὐτὸν, ἅπας γὰρ, φησὶν, ὁ λαὸς ἔδωκεν αἶνον τῷ
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.