ΚΕΦ. ΜΓ.
πλὴν οὐκ ἀνόνητον τοῖς ἐπιεικέσι, μεθίστησι γὰρ αὐτοὺς ἐπὶ τὸ ἄμεινον. ἄθρει τοῦτο πεπονθότας τοὺς παρά γε τοῖς Ἰουδαίοις ὠνομασμένους νομικούς. ὁ μὲν γὰρ τῶν ὅλων Σωτῆρ’ ἐπετίμα τοῖς Φαρισαίοις, ὡς ἔξω τρέχουσι τῆς εὐθείας ὁδοῦ· πρὸς ταῦτα δὲ τὸ τῶν ἀνοσίων νομικῶν ἐχαλέπαινε στῖφος. ἑαυτοὺς γὰρ ὑποφέρουσι
τοῖς ἐγκλήμασι, καὶ καθ’ ἑαυτῶν εἰρῆσθαι νομίζουσιν, ἃ πρὸς ἐκείνους ἔφη Χριστός· ἀλλ’ ἦν δήπου κρεῖττον, ἀγαπῆσαι μὲν τὸν ἔλεγχον, αἰτῆσαι δὲ τῶν ἀρρωστημάτων τὴν λύσιν, καὶ μὴ ὕβριν ἀμαθῶς τὸν ἔλεγχον ὀνομάζειν, ἐπωφελῆ ὄντα καὶ χρήσιμον. Τί οὖν πρὸς ταῦτα Χριστός; ἐπιτείνει τὸν ἔλεγχον καὶ τὴν εἰκαίαν
αὐτῶν ὀφρὺν καταφέρει λέγων, “καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί.”
παρθένοις ἀποκεκληρωμένου τόπου ἐν τῷ ναῷ, ἦν δὲ οὗτος ὁ τόπος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐμαρτύρει δὲ καὶ βασιλέα τῆς κτίσεως εἶναι τὸν εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς ἐξ αὐτῆς κατὰ ἀλήθειαν προσελθόντα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους, διὰ τοῦτο τὸν ἱερέα μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου κατέσφαξαν.
τὸν τοῦ Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιὰς, καὶ νενικήκασι τὸν ὀλοθρευτὴν, ἀλλ’ αἷμα προβάτου κοινοῦ οὐκ ἃν ἴσχυσεν ἀνατρέψαι θάνατον. ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κοινοῦ ζωῆς ὑπομένων σΦαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ.
πλεῖστα δ’ ἄν τις πρὸς τοῦτο λέγοιτο, δι’ ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον· ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προλαλῶν, ὅτι “ὁ κατηγορῶν “ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε· εἰ γὰρ ἐπιστεύετε Μωϋ- “σεῖ, ἐπιστεύετε ἃν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.” καὶ
πάλιν, “ἐρευνᾶτε τὰς γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν “αἰώνιον ἔχειν, καὶ αὐτᾶι εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.” καὶ “οὐ θέλετε ἐλθεῖν πρός με·” ἅπας γὰρ ὁ λόγος τῆς θεοπνεύστου γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ’ αὐτῷ συντείνεται.
πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας Φωνὰς, ἀνοίγει τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προΦητῶν εὐσεβῆ κηρύγματα. ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοὶ,
ἐκ δὲ τῶν ἐναντίων ἦραν τὴν κλεῖδα τῆς γνώσεως, ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς ἤτοι τὴν πίστιν, δῆλον δ᾿ ὅτι τὴν εἰς Χριστὸν, προσγίνεται γὰρ διὰ τῆς πίστεως τῆς ἀληθείας ἡ γνῶσις· καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω που Φησί· “καὶ ἐὰν πιστεύητε, “οὐδ’ οὐ μὴ συνῆτε,” χωρὶς γὰρ πίστεως ἀδύνατον εὐαρεστῆσαί ποτε. ἦραν τοίνυν τὴν κλεῖδα τῆς γνώσεως οἱ καλούμενοι νομικοί· οὐ γὰρ εἴων πιστεῦσαι τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, εἰ καὶ τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ καίτοι θαυμάσαι δέον, ἐπὶ τούτοις αὐτὸν διέσυρον τὰς θεοσημείας καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς
σκανδαλίζοντες ἔφασκον, “οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ “ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.”
ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀΦέντες ἁλίσκονται. προσεφώνουν γὰρ τοῖς ὄχλοις, δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ; ἦραν οὖν κατὰ τὸ ἀληθὲς τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ δὲ οὐκ εἰσῆλθον, κεκωλύκασι δὲ καὶ ἑτέρους.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.