ΚΕΦ. Κς.
ὀφθαλμὸν φωτὶ λάμποντι ἢ πυρὶ φλέγοντι τὴν πεφυκυῖαν ὕλην ἐξάπτεσθαι, ἅμα τε προσήγαγε, καὶ τὸ τῆς ἐνεργείας πεπλήρωται, ὀφθαλμός τε γὰρ, ἅμα τὸ πρὸς φῶς ἀπιδεῖν ἐφωτίσθη, καὶ τὸ πεφυκὸς ὑποδέχεσθαι πρὸς ἐνέργειαν ἅμα τὸ πλησιᾶσαι φλέγεται, οὕτως ἡ πιστῶς ἐφαψαμένη τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, τῆς
ἰάσεως ἔτυχεν, οὐκ ἠγνοήθη δὲ τὸ παράδοξον.
οὐκ εἰδότων τὸ ζητούμενον, ἀλλ’ ἁπλήν τινα τὴν ἐπαφὴν οἰομένων λέγειν τὸν Κύριον, καὶ τοιαύτην οἵαν οἱ λοιποὶ πάντες ἐφήπτοντο. διόπερ ὁ Κύριος διαστέλλων· “ἥψατό μού τις,” φησὶν, ὥσπερ καὶ ἔλεγεν, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, καίτοι πάντων τὴν σωματικὴν ταύτην ἐχόντων ἀκοήν· καὶ μέχρι δὲ ψιλῆς τῆς τῶν λόγων
ἀκροάσεως ἀκουόντων ἁπάντων, ἀλλ’ οὔτε ἀκούειν ἦν τῷ μὴ συνετῷ, οὔτε ἅπτεσθαι τῷ μὴ πιστῷ. Τί οὖν; εἰς ὄψιν αὐτὴν καλεῖ, καὶ τοὺς ἱεροὺς ὀφθαλμοὺς ἐπαίρει περισκοπῶν τὴν γυναῖκα, ὅτι θέας ἀξία παρὰ τῷ Κυρίῳ· ἀξία δὲ καὶ τῆς εἰς τοὺς παρόντας ἐπιδείξεως, ὅτι παράδειγμα πίστεως πᾶσιν ἤμελλεν ἔσεσθαι καὶ
παράκλησις ἐπὶ πίστιν, διὰ τοῦ δοθησομένου αὐτῇ δικαίως ἐπαίνου.
ἔλαβε θεραπείαν, ταύτην καὶ διὰ τοῦ λόγου ἐβεβαίωσεν ὁ Σωτῆρ’ εἰπὼν, “πορεύου ἐν εἰρήνῃ, καὶ ἴσθι ὑγιῆς ἀπὸ τῆς μάστιγός σου,” καὶ ὑγίαινε πρῶτον τῇ πίστει τὴν ψυχήν· εἶτα δὲ καὶ τὸ σῶμα.
γὰρ αὐτὴ καθάπερ προοίμιον τῆς μελλούσης θαυματουργίας.
κόρην, ἀλλὰ καθεύδειν. προσκαλεσάμενος δὲ μόνους ἐκ πάντων τοὺς γονεῖς, οὕτω τὴν κόρην καθάπερ καθεύδουσαν ἀνίστησιν, ἀληθὲς τῇ θαυματουργίᾳ ποιήσας τὸ καθεύδειν αὐτήν· ὅπερ ἄνευ τῆς ἀναστάσεως οὐκ ἃν ἦν ἀληθές. Διόπερ οἱ μὲν τὴν ἀνάστασιν οὐ προσδοκῶντες κατεγέλων, καθεύδειν ἀκούοντες τὴν τεθνηκυῖαν· αὐτὸς
δὲ κατὰ τὴν αὐτοῦ δύναμιν ἀληθὲς τὸ εἰρημένον ἀπέδειξεν.
κρίσεως δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων, τῶν τε ἄλλων καὶ ἀφ’ ὧν ἐπλήρωσεν, ἅπερ εἶπεν. Οὕτω γὰρ ἦν σφοδρὸς καὶ βαρὺς Ἰουδαίοις, ὡς καὶ τὸν Ἡρώδη ταύτην δωρεὰν μεγίστην νομίσαι χαρίσασθαι τοῖς Ἰουδαίοις, εἰ ἐκεῖνον ἀνέλοι c.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.