ΚΕΦ. ΚΔ.
καὶ ἀπονοίᾳ συμπεπληγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας δηλωτικὸν τὸ τολμῆσαι λέγειν, “τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ “Θεοῦ τοῦ ὑψίστου;” εἰ γὰρ οἶδας ὅλως ὄντα αὐτὸν Υἱὸν τοῦ Ὑψίστου Θεοῦ, ὁμολογεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς· εἶτα πῶς τὰ μὴ σὰ, μᾶλλον δὲ τὰ αὐτοῦ διαρπάζεις,
εἶτα λέγεις, “τί ἐμοὶ καὶ σοί;” καὶ τίς ἀνέξεται τῶν ἐπὶ τῆς βασιλείας μέχρι παντὸς ἀνεῖναι βαρβάρῳ τοὺς ὑπὸ σκῆπτρα κειμένους, τὰς αὐτῷ δὲ πρεπούσας ἐρεύγεσθαι· φωνάς. αὗται δέ εἰσι τὸ “δέομαί σου μή με βασανίσῃς·” παρήγγειλε γάρ’ ἔφη, “τῷ πνεύματι ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου.” Ἄθρει δέ μοι πάλιν
τὴν ἀπαράβλητον δόξαν τοῦ πάντα ἰσχύοντος, φημὶ δὴ Χριστοῦ τὴν ἀκαταγώνιστον ἰσχὺν, συντρίβει τὸν Σατανᾶν, ἐθελήσας μόνον τοῦτο παθεῖν αὐτόν· πῦρ αὐτῷ καὶ φλόγες εἰσὶ τὰ τοῦ Χριστοῦ ῥήματα. Ἄληθες οὖν ὅτι, καθά φησιν ὁ μακάριος ψαλμῳδὸς “τὰ “ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου τοῦ Θεοῦ·” ὄρεσι γὰρ
τὰς ὑψηλὰς καὶ ὑπερηφάνους παρεικάζει δυνάμεις, πονηρίας δηλονότι, πλὴν ὡς πυρὶ προσβαλλούσας τῇ τοῦ Σωτῆρος ἡμῶν δυνάμει τε καὶ ἐξουσίᾳ, κατατήκονται κηροῦ δίκην.
καὶ τοῖς Ἀγγέλοις αὐτοῦ· ἐπεὶ τοίνυν οἴδασιν, ὅτι ποτὲ πεμφθήσονται, ἄνεσιν πρὸς καιρὸν αἰτοῦσιν, ὁμολογοῦντες δηλαδὴ σαφῶς ὅτι ἐὰν ἐπιτάξῃ, ἀπελεύσωνται. ὥστε ὁ Κύριος τὸ μὲν ἐπιτάξαι αὐτοῖς οὐκ εἴασεν, συνεχώρησε δὲ αὐτοὺς εἶναι ἐν τῇ γῇ ταύτῃ ἕως ὅτε καὶ τὸν διάβολον, πρὸς γυμνασίαν τῶν ἀνθρώπων·
τοῦ γὰρ ἀντιπάλου ἡ ἀπουσία τοῦ νικητοῦ ἀφαιρεῖται τὸν στέφανον.
ὁμολογοῦσι τὴν ἐξουσίαν.
παρὼν γὰρ καὶ ἀπὼν φυλάσσει οὓς βούλεται, ἀπέλυσεν αὐτὸν, εἰπὼν, “ὑπόστρεφε εἰς τὸν οἶκον” καὶ μνημόνευε τῆς διηγοῦ τὸ θαῦμα, ἵνα βεβαιώσῃς τὴν χάριν, “διηγοῦ ὅσα σοι “ἐποίησεν ὁ Θεός·” οὐ λέγει, ἐγὼ τύπος ὑμῖν ταπεινοφροσύνης γενόμενος, ἀλλ’ ἀναπέμπει εἰς Πατέρα, οὗ αὐτὸς ποιεῖ τὸ θαῦμα.
Βίκτοροσ πρεσβυτέρου. Θεὸν ἄρα ᾔδει τὸν Ἰησοῦν, καὶ ὁ τῶν δαιμόνων ἀπαλλαγεὶς κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, εἰπὼν αὐτῷ, “διηγοῦ ὅσα σοι ἐποίησεν ὁ Θεός·” ἄλλως δὲ οὐ παραβαίνει τὸν νόμον, ὃ γὰρ ἐνεργεῖ ὁ Υἱὸς, ἐνεργεῖ ὁ Πατήρ.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.