ΚΕΦ. ΚΒ.
εἰς τὴν γῆν, τοὺς ἐπὶ γῆς εἰς τὴν βασιλείαν ἐκάλει τῶν οὐρανῶν· ἔστι γὰρ καὶ ἡ γῆ αὕτη δημιούργημα, ὅπως οἱ διὰ πλάνην ἀποστάντες τῆς οὐρανίου καταστάσεως τῶν ἐπιγείων καταφρονήσωσιν.
καὶ παιδαγωγούμενοι πρὸς τὸ Εὐαγγέλιον.
εὐσέβειαν. Περὶ τῆς παραβολῆς τοῦ σπόρου καὶ ἀκολούθως, περὶ τοῦ ἅπτειν λύχνον, καὶ μὴ καλύπτειν αὐτὸν σκεύει, καὶ τοῦτο προτέρως δὲ, καὶ περὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ἤθελον αὐτὸν ἰδεῖν, καὶ περὶ τῆς ἐπιτιμήσεως τῶν ὑδάτων καὶ περὶ τοῦ ἔχοντος τὸν λεγεῶνα, καὶ πέρι τῶν Γεργεσηνῶν, καὶ πέρι τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, καὶ περὶ τῆς αἱμορροούσης, καὶ περὶ τῆς ἀποστολῆς τῶν δώδεκα, καὶ περὶ Ἡρώδου, καὶ περὶ τῶν
πέντε ἄρτων, καὶ περὶ τῆς τῶν μαθητῶν ἐπερωτήσεως, ὅτι τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; καὶ περὶ τῆς μεταμορφώσεως καὶ περὶ τοῦ σεληνιαζομένου, καὶ περὶ τῶν διαλογιζομένων τίς μείζων ἐστιν, ὅπερ ἐστὶ κεφάλαιον. Εἰς τὰ μικρὰ, εἰς τὸν ἅγιον λόγον, ἕως ὧδε, προυγράφη εἰς τὸν ἅγιον Ματθαῖον.
συνάψαι τὸ συναμφότερον διὰ μόνην φιλανθρωπίαν. τίς δὲ κηρύσσειν ἔμελλε βασιλείαν Θεοῦ, ἢ ὁ υἱὸς τοῦ Θεοῦ, οὗ ἡ βασιλεία; οὐ γὰρ οἱ κάτω τὰ ἄνω κηρύττομεν, ἀλλ’ ὁ ἄνωθεν τὰ ἄνω ἀπαγγέλλει. Γεγόνασιν οὖν πολλοὶ προφῆται, ἀλλ’ οὐκ ἐκήρυξαν οὐρανῶν βασιλείαν· ὧν γὰρ μὴ ἦσαν θεαταὶ, τὸν λόγον τούτων πὼς
ἐδίδουν. Διὰ τοῦτο ἔλεγεν ὁ Ἰωάννης, ὁ ὣν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς λαλεῖ, ὁ δὲ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστὶ, καὶ ὃ ἑώρακε μαρτυρεῖ· ἐκήρυξε τοίνυν τὴν βασιλείαν τοῦ Θεοῦ τοῖς ἀπίστοις μὴ φαινομένην, τὴν παρ’ Ἀγγέλοις πολιτευομένην τε καὶ κρατοῦσαν, ἵνα οἱ ἀκούοντες βασιλείαν τοῦ Θεοῦ τῶν ἐπιγείων
καταφρονήσωσιν.
τῶν οὐρανῶν βασιλείας, ἀσυμφανὴς ἦν ὁ λόγος· λόγου γὰρ ἠξίουν οὐδενὸς τὸ χρῆσθαι τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, ἀντέπροαττον δὲ ἀνοσίως τοῖς δι’ αὐτοῦ κηρύγμασιν. καὶ γοῦν ἐπετίμων τοῖς ἐθέλουσι προσεδρεύειν αὐτῷ, καὶ τὴν παρ’ αὐτοῖς διψῶσι μυσταγωγίαν, δυσσεβοῦντές τε καὶ λέγοντες, δαιμόνιον ἔχει καὶ μαίνεται,
τί ἀκούετε αὐτοῦ; οὐκοῦν οὐκ ἐκείνοις δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἡμῖν δὲ μᾶλλον τοῖς ἑτοιμοτέροις εἰς πίστιν· δέδωκε γὰρ ἡμῖν αὐτὸς τὸ δύνασθαι μόνον· παραβολὰς δὲ, σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα· εἰκόνες γάρ εἰσι, ὥσπερ αἱ παραβολαὶ πραγμάτων οὐχ ὁρατῶν,
νοητῶν τε μᾶλλον καὶ πνευματικῶν· ὁ γὰρ ἴδιος a οὐκ ἔνεστι τοῖς τοῦ σώματος ὀφθαλμοῖς· τοῦτο δείκνυσιν ἡ παραβολὴ τοῖς τῆς διανοίας ὄμμασι διὰ τῶν ἐν αἰσθήσει, καὶ οἷον ἀπὸ τῶν πραγμάτων διαμορφοῦσα καλῶς τὴν νοητῶν ἰσχνότητα. ἰδῶμεν τοίνυν ὁποίαν ἡμῖν ἐξυφαίνει τὴν νόησιν τοῦ Σωτῆρος ὁ λόγος, “Ἐξῆλθε,” φησὶν,
“ὁ σπείρων τοῦ σπεῖραι,” καὶ τὰ ἑξῆς.
σπείρων τοῦ σπεῖραι τὸν ἴδιον σπόρον. Διὰ τί τὸν ἴδιον; οὐ γὰρ δανείζεται λόγον, Λόγος Θεοῦ ὑπάρχων τὴν φύσιν. οὐκέτι ἴδιος σπόρος Παύλου, οὐδὲ Ἰωάννου, οὐδὲ ἄλλου τινὸς τῶν Ἀποστόλων ἣ προφητῶν, ἀλλὰ σπόρος μὲν ἦν· οὐκ ἦν δὲ αὐτῶν ἴδιος, ἀλλὰ λαβόντες ἔχουσι· Χριστὸς δὲ ἴδιον ἔχει σπόρον, ἐκ τῆς ίδίας
φύσεως τὴν διδασκαλίαν προσφέρων. Ἐὰν γὰρ λέγῃ Παῦλος, “ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισε,” δίδωσι μὲν τῷ Σωτήρι’ τὸ σπείρειν, ἑαυτῷ δὲ τὸ φυτεῦσαι. ὁ γὰρ φυτεύων ἄλλοθεν λαμβάνων, ἀλλαχοῦ μετατίθησιν, ὁ δὲ σπείρων φυτεύει, ἀλλ’ ἐκ τῶν ἰδίων ταμιεύων λαμβάνων σκορπίζει. ἀφθόνως χειρὶ σπείρων ὁ
Παῦλος ἔλεγεν· “εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος “Χριστοῦ·” ὁ δὲ Σωτῆρ’ “μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· “εἷς γάρ ἐστιν ὑμῶν διδάσκαλος ἐν τοῖς οὐρανοῖς.” Ποῖος δοδάσκαλος; ὁ δίχα τοῦ μαθεῖν διαλεγόμενος. διὰ τοῦτο ἔλεγον οἱ Ἰουδαῖοι, 1 “πῶς γράμματα οὗτος οἶδε μὴ μεμαθηκώς;” Διὰ τοῦτο εἶξπε τὸν ἴδιον σπόρον, ἵνα μάθῃς ὅτι αὐτοῦ τῆς φύσεως ὁ σπόρος· καὶ γὰρ αὐτός ἐστιν ὁ παντὸς ἀγαθοῦ σπορεὺς, καὶ ἡμεῖς γεωργοὶ αὐτοῦ, καὶ δι’ αὐτοῦ τε καὶ παρ’ αὐτοῦ καρποφορία πᾶσα πνευματικὴ, καὶ τοῦτο ἡμῶν διδάσκει λέγων, “ χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν
“οὐδὲν.”
τῶν σπερμάτων· κεῖται δὲ μᾶλλον ἐπιπολαίως, καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν ὅσοι τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον. οὐκ εἰσδύεται γὰρ ἐν αὐτοῖς θεῖόν τε καὶ ἱερὸν νουθέτημα, δι’ οὗ δύνανται καρποφορεῖν τὰ εἰς ἀρετὴν αὐχήματα·
οὗτοι τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ αὐτῷ δὲ τῷ Σατανᾷ πεπατημένοι γεγόνασιν ὁδὸς, ἣν οὐκ ἔνεστι ποτε καρπῶν ἁγίων ἐγγενέσθαι τροφὴν, στεῖραν καὶ ἔκγονον b ἔχων τὴν καρδίαν.
βίου, παιδεύων ἐναγωνίους εἶναι, ὡς ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς κείμενον, καὶ ἐν μέσῳ τοῦ τῆς οἰκουμένης ἀγωνιζομένους θεάτρῳ. Μῆ γὰρ δὴ τοῦτο ἴδητε, φησὶν, ὅτι ἐνταῦθα καθήμεθα νῦν, καὶ ἐν μικρῷ γωνίας ἐσμὲν μέρει· γενήσεσθε γὰρ πᾶσι κατάδηλοι. Βίκτωροσ πρεσβυτέρου. Ὅταν γὰρ τοσαύτη ἡ ἀρετὴ ἀδύνατον
αὐτὴν λαθεῖν· ὁ ἔχων γὰρ σπουδαίαν προαίρεσιν, λήψεται πνεύματος χάριν καὶ σοφίας καὶ γνώσεως, καὶ ἀξίαν τῶν πόνων τὴν ἀμοιβήν.
φυλάξωμεν, ταῦτα ζημιωθησόμεθα, οὐ μόνον μηδὲν προλαμβάνοντες, ἀλλὰ καὶ προσαπολλύντες καὶ ἃ ἔχειν ἐδόξαμεν.
γὰρ ἅπαντα τὸν κόσμον εἰς ἀδελφότητα καλέσαι ἄφθονον, καὶ προλαβὼν ἔλεγε ἐν προφήταις τῷ Πατρὶ, “ἀπαγγελῶ τὸ ὄνομά “σου τοῖς ἀδελφοῖς μου·” ποίοις ἀδελφοῖς ἑρμηνεύει λέγων, “ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·” ὅπου τοίνυν ἐκκλησία Χριστοῦ, ἐκεῖ ἀδελφότης Χριστοῦ.
γεννήσαντα. Μήτηρ μέντοι καὶ ἀδελφοὶ οὗτοι εἰσιν οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες· χρείαν γὰρ ἔχει ἀκοὴ ἐργασιας.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.