ΚΕΦ. Ις.
“εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ τὰ ἑξῆς. Καὶ γὰρ ἀφιλοδόξως καὶ ὁσίους ἐπαίροντας χεῖρας προσεύχεσθαι δεῖ, ὥσπερ εἰς τὸ τῆς θεοπτίας ὕψος ἀποπηδῶντος τοῦ νοῦ, καὶ ἀποφοιτῶντος μὲν θορύβου παντὸς, ἀποτρέχοντος δὲ καὶ μερίμνης κοσμικῆς. δεῖ δὲ τοῦτο δρᾷν, οὐκ ἁψικόρως καὶ ἀδρανῆ ἔχοντας ὀλιγοψυχίαν, εὐτόνως
δὲ μᾶλλον καὶ ἐν σπουδῇ, καὶ οὐκ ἀθαύμαστον ἔχοντας τὴν ὑπομονὴν, καὶ ἐν δευτέρῳ τὰς ἐν χερσὶν ἐργασίας τιθεμένους. Ἀκηκόαμεν γὰρ, ὅτι οὐ χαλεπῶς ηὔχετο ὁ Χριστὸς, ἀλλ’ ὅτι διενυκτέρευε τοῦτο δρῶν. Περὶ τῆς τῶν Ἀποστόλων ἐκλογῆς, καὶ περὶ τῶν μακαρισμῶν προεγράφη εἰς τὸ κατὰ Ματθαῖον.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.