ΚΕΦ. ΙΓ.
νομοδιδάσκαλοι.
τῶν τεθαυμασμένων· ἔρριπτο μὲν γὰρ ἐπὶ κλίνης παράλυτος ἀνὴρ, ἀνιάτῳ νόσῳ κεκρατημένος. Ἐπεὶ δὲ ἀσθενοῦσι πρὸς τὸ συμβᾶν, ἡ τῶν ἰατρῶν ἠλέγχετο τέχνη, πρὸς τὸν ἄνωθεν καὶ ἐξ οὐρανῶν ἰατρὸν παρὰ τῶν οἰκείων ἐπεκομίζετο. Ἐπειδὴ δὲ ἦν ἐν ὄψει λοιπὸν τοῦ θεραπεύειν ἰσχύοντος, δεκτὴ μὲν αὐτοῦ γέγονεν ἡ
πίστις. ὅτι δέ ἐστιν ἁμαρτίας ἀναιρετικὴ, διαδείκνυσιν εὐθὺς ὁ Χριστὸς, ἐπινεῖ γὰρ τῷ κειμένῳ λέγων, “ἄνθρωπε, ἀφέωνταί “σοι αἱ ἁμαρτίαι σου·” ἀλλ’ ὥς γε οἶμαι, πρὸς τούτοις ἐρεῖ τις εὐθὺς ἀπαλλαγῆναι τῆς νόσου ἐβούλετο· καὶ πῶς ἄφεσιν τῆς ἁμαρτίας αὐτῷ Χριστὸς ἐπηγγέλλετο; ἵνα μάθῃς ὅτι σεσιγημενως καὶ ἀψοφητὶ Θεὸς κατασκάπτεται τὰ ἀνθρώπινα, καὶ ἐφορᾷ τῆς ἑκάστου ζωῆς τὴν ὁδόν· οὕτω καὶ γέγραπται· “ἐνώπιον
“γάρ γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς πάσας τὰς “τροχίας αὐτοῦ σκοπεύει.” ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, καὶ πάντας ἀνθρώπους θέλει σωθῆναι, διασμήχει πολλάκις ἐξ ἁμαρτιῶν τοὺς ἐνειλημμένους, ἀρρωστίαν ἐμβαλὼν τῷ σώματι· οὕτω γάρ πού φησι διὰ φωνῆς Ἱερεμίου, “πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερου-
“σαλήμ.” Ἔφη δέ που καὶ ὁ Παροιμιαστής· “υἱὲ, μὴ ὀλιγώρει “παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ “ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παρα- “δέχεται.” Καλῶς οὖν ἄρα Χριστὸς τὴν τοῦ νοσεῖν ἀφορμὴν, καὶ οἷον τοῦ πάθους τὴν ῥίζαν, τουτέστι, τὴν ἁμαρτίαν, προαποκείρειν
ἐπαγγέλλεται. Ἐξαιρεθείσης γὰρ ταύτης, δι’ ἣν καὶ τὸ πάθος, ἔδει πάντως αὐτὴν συναναιρεθῆναι τὴν νόσον· ὁ μὲν οὖν τῶν ὅλων Σωτῆρ’ καὶ Κύριος, θεοπρεπεστάτην ἔχων τὴν ἐξουσίαν, τὴν τῶν ἁμαρτιῶν ἄφεσιν ἐπηγγέλλετο. θορυβεῖ δὲ πάλιν ὁ λόγος τὸ δυσπειθὲς καὶ βάσκανον τῶν Φαρισαίων ἐργαστήριον.
οἱ παρόντες ἐσιώπων, τὴν ἔκβασιν βουλόμενοι θεωρῆσαι, καὶ ἰδεῖν τι λαλεῖ καὶ τί ποιεῖ. Ἀναστομέσαντες τοίνυν τὸ δωμάτιον, χαλῶσι τὸν κράββατον, καὶ φέρουσι μέσον τὸν παραλελυμένον. Ο δὲ Κύριος, φησιν, ἰδὼν τὴν πίστιν αὐτῶν, οὐ τὴν πίστιν τοῦ παραλελυμένου, ἀλλὰ τὴν πίστιν τῶν καλῶς φιλοτιμησάντων,
ὥστε ἄλλον δι’ ἄλλων πίστιν θεραπεύεται. Εἴποι δ’ ἄν τις ὕπαιθρον εἶναι τόπον, εἰς ὃν διὰ τῶν κεράμων κατεβίβασαν τὴν κλίνην τοῦ παραλύτου, μηδὲν παντελῶς τῆς στέγης ἀνατρέψαντες.
γὰρ εἰπόντα δυσφημίαν κατὰ τοῦ Θεοῦ, θάνατον ὑπομένειν προσέταττε νόμος, ἐπειδὴ δὲ τοῦτο τετολμήκασι, διαδείκνυσιν εὐθὺς ὅτι Θεὸς ἔστιν, ἵνα πάλιν οὐ φορητῶς δυσσεβοῦντας ἐλέγξῃ. “Τί “γάρ,” γάρ,” φησὶ, “διαλογίζεσθε διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;” οὐκοῦν ὅταν λέγῃς, ὦ Φαρισαῖε, “τίς δύναται ἁμαρτίας ἀφιέναι, εἰ μὴ εἷς
“ὁ Θεός;“ἐρῶ σοι κἀγὼ, τίς δύναται καρδίαν εἰδέναι, καὶ τοὺς ἐν τῶ βάθει τῆς διανοίας λογισμοὺς καθορᾷν, εἰ μὴ μόνος ὁ Θεός; Αὐτὸς γάρ πού φησι διὰ φωνῆς προφητῶν, “ὅτι ἐγὼ Κύριος “ἐτάζων καρδίαν καὶ δοκιμάζων νεφρούς·” ἔφη δέ που καὶ Δαβὶδ περί τε αὐτοῦ καὶ ἡμῶν, “ὁ πλάσας κατὰ μόνας τὰς καρδίας
“αὐτῶν·” οὐκοῦν ὁ εἰδὼς καρδίαν καὶ νεφροὺς ὡς Θεὸς, οὗτος ἀφίησι καὶ ἁμαρτίαν ὡς Θεός.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.