ΚΕΦ. ΙΑ.
πᾶσαν τὴν γῆν. καὶ γοῦν ἔφη που δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ἰδοὺ ἐγὼ ἀποστέλλω ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύ- “σωσιν αὐτοὺς, καὶ μετὰ ταῦτα, ἀποστελῶ πολλοὺς θηρευτὰς, “καὶ θηρεύσωσιν αὐτούς.” καὶ τοὺς μὲν ἁλιεῖς τοὺς ἁγίους Ἀποστόλους φησὶ, θηρευτὰς δὲ τοὺς κατὰ καιροὺς τῶν ἁγίων ἐκκλησιῶν.
ἡγουμένους τε καὶ μυσταγωγούς. Ἐπειδὴ γὰρ ἀρκούντως τοῖς ὄχλοις διείλεκται, τρέπεται πάλιν πρὸς τὴν συνήθη μεγαλουργίαν, καὶ διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων ἁλιεύει τοὺς μαθητάς.
“ὄλης τῆς νυκτὸς κοπιάσαντες, οὐδὲν ἐλάβομεν.“ πολλοὶ προφῆται ἦλθον, καὶ ἔμεινεν ἄπιστος ὁ κόσμος. Διὰ τοῦτο ἔλεγεν ὁ Παῦλος, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ὡς ἐν ἡμέρᾳ “εὐσχημόνως περιτατήσωμεν”’ πολλὰ ἔκαμον οἱ προφῆται, καὶ Ἰουδαῖοι ἔμειναν ἄπιστοι. Ti ἄν τις εἴποι περὶ τῶν ἄλλων ἐθνῶν ; Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς “τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”
τύπου καὶ εἰκόνος τοῦ παραδόξως τετελεσμένου, πληροφορηθῶσιν, ὅτι οὐκ ἄμισθος ὁ πόνος αὐτῶν, οὔτε ἄκαρπος ἡ σπουδὴ, ἣν ἂν ποιήσαιντο, τῆς εὐαγγελικῆς μυσταγωγίας λίνον ἁπλώσαντες, ἀλλ’ ἐν αὐτῷ πάντη τε καὶ πάντως τὰς τῶν ἐθνῶν ἀγέλας συλλέξωσι. πλὴν ἐκεῖνο ἄθρει, οὐ γὰρ ἰσχῦσαν ἀνελκύσαι τὸ λίνον Σίμων τε
καὶ οἱ σὺν αὐτῷ· κατένευσάν, φησι, τοῖς μετόχοις, δῆλον δὲ ὅτι διὰ τῶν ἁλιευτικῶν ἐπιτηδευμάτων, ὥστε συλλαβέσθαι αὐτοῖς καὶ συνδιασῶσαι τὴν ἄγραν. Πολλοὶ γὰρ τοῖς τῶν ἁγίων Ἀποστόλων συνήραντο καὶ συναίρονται πόνοις, καὶ πρό γε τῶν ἄλλων οἱ τὰς ἱερὰς ἡμῖν τῶν ἁγίων Εὐαγγελιστῶν ἀνερευνῶντες γραφὰς, καὶ
μετ’ ἐκείνους ἕτεροι ποιμένες καὶ διδάσκαλοι καὶ λαῶν ἡγούμενοι, καὶ τῶν τῆς ἀληθείας πραγμάτων ἐπιστήμονες. Ἀναφέρεται γὰρ ἔτι τὸ λίνον, πληροῦντος αὐτὸ τοῦ Χριστοῦ, καὶ καλοῦντος εἰς ἐπιστροφὴν τῆς ἐν βυθοῖς θαλάσσης κατὰ τὸ γεγραμμένον, τουτ- έστι τοῦ ἐν ζάλῃ καὶ κύμασιν, ἐν τοῖς κοσμικοῖς.
Catena In Lucam (Typus B) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Misc. 182). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.