ἄλλοθεν, ἀλλ’ ἐκ τῆς αὐτῆς φυλῆς· οὐ μόνον δὲ ἐξ αὐτῆς τῆς φυλῆς, ἀλλὰ καἰ ἐκ τῆς αὐτῆς πατριᾶς καὶ συγγενείας. ἐπεὶ οὖν οὐκ ἦν νόμος παρὰ Ἰουδαίοις γενεαλογεῖσθαι γυναῖκας, ἵνα τὸ ἔθος φυλάξῃ, ἐγενεαλόγησεν τὸν Ἰωσὴφ τὸν μνηστῆρα αὐτῆς· καὶ ἔδειξεν ὄντα ἐκ τῆς οἰκίας Δαβίδ. περὶ
γὰρ τοῦ μνηστῆρος ἀποδειχθέντος ἀποδέδεικται τὸ καὶ τὴν παρθένον ἐκεῖθεν εἶναι.
ἵνα πᾶσαν πονηρὰν διαφύγῃ ἡ παρθένος ὑπόνοιαν. τοῦ γὰρ ὀφείλοντος ζηλοτυπεῖν μνηστῆρος οὐ μόνον οὐ θριαμβεύοντος αὐτὴν, ἀλλὰ καὶ δεχομένου καὶ θεραπεύοντος μετὰ κύησιν, εὔδηλον τοῦτο πᾶσιν ποιεῖ· ὡς ὅτι περ πεισθέντος αὐτοῦ ἐκ Πνεύματος Ἁγίου τὴν ἐνέργειαν εἶναι τοῦ γεγενημένου, κατεῖχεν καὶ ἐξυπηρέτησεν.
ὅπερ δὲ ἐπὶ τῶν παραδόξων ἤδη πραγμάτων εἴωθεν λέγεσθαι, τοῦτο καὶ ἐνταῦθα δηλῶν φησὶν “ ὅτι εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ “ Πνεύματος Ἁγίου.”
τοῦτο ποιῆσαι ἦλθεν ὁ Ἄγγελος ; ἵνα μὴ ἀπιστήσῃ ὅτι ἔγκυός ἐστιν ἀπὸ τοῦ Πνεύματος Ἁγίου· δρωμένου γὰρ τοῦ πράγματος εὔκολος ἦν ἡ πίστις λοιπόν· καὶ ἡ παρθένος δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας ἐσίγησεν. ἐνόμισεν γὰρ μὴ πιστεύεσθαι παρὰ τῷ μνηστῆρι, πρᾶγμα ἀπαγγέλλουσα ξένον. ἔτι δὲ καὶ ἵνα φανῇ τοῦ
Ιωσὴφ ἡ φιλοσοφία, ἀναβάλλεται τέως τὴν παρουσίαν ὁ ἔ.
τῆς διακονίας εἶναι τῆς κατὰ τὴν οἰκονομίαν σοι δίδωμι τὸ ὄνομα ἐπιθεῖναι τῷ τικτομένῳ· εἰ γὰρ καὶ εἰς τὴν γέννησιν οὐδὲν συντελεῖς, ἀλλ’ ὁμῶς σὺ αὐτοῦ καλέσεις τὸ ὄνομα. εἰ γὰρ καὶ μὴ σὸς ὁ τόκος, ἀλλὰ τὰ πατρὸς ἐπιδείξῃ περὶ αὐτὸν, καὶ ἀπὸ τῆς τοῦ ὀνόματος θέσεως οἰκειῶσε (sic) τῷ τικτομένῳ.
μόνης. τίνος χάριν εἶπεν, τοῦτο δὲ ὅλον. κ. τ. λ.
Μαρίαν τὴν γυναῖκά σου λέγει, ἐνταῦθα δὲ, ὅτε τὸν προφήτην εἵλκυσεν εἰς τὸ μέσον, τότε αὐτῷ πιστεύει τὸ τῆς παρθένου ὄνομα. ἐν πρώτοις γὰρ εἶπεν αὐτῷ παρθένον, οὐκ ἂν οὕτως ἀτάραχος διέμεινεν, ὡς τῷ ἐν πολλῷ χρόνῳ μελετηθὲν ὑπ’ αὐτοῦ ἐκ τοῦ προφήτου ἀκούσας, καὶ οὐ μόνον τοῦτο ἀλλὰ καὶ ἐπὶ τὸν Θεὸν
ἀναρτᾷ τὸν λόγον, ἐν τῷ εἰπεῖν τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου. ὅτι ὁ χρησμός φησιν ἄνωθεν ἐφέρετο.
μεταβληθείσης, διὰ τοῦτο αὐτὴν οὕτω καλεῖσθαι ἔφησεν. εἰ δὲ ἐντεῦθεν ἐπιστομισθέντες ἕτερον ζητοῖεν τὸ τῆς παρθενίας λεχθὲν, καὶ προβάλλοιντο ἡμῖν ἑτέρους ἑρμηνευτὰς, λέγοντες ὅτι οὐκ εἶπεν παρθένον, ἀλλὰ νεᾶνιν. πρῶτον μὲν ἐκεῖνο ἐροῦμεν ὅτι τῶν ἄλλων πάντων μᾶλλον τὸ ἀξιόπιστον οἱ ἑβδομήκοντα ἔχοιεν ἃν δικαίως.
Οἱ μὲν γὰρ ἄλλοι μετὰ τὴν Χριστοῦ παρουσίαν ἡρμήνευσαν, Ιουδαῖοι μείναντες καὶ ἀπεχθείᾳ τὰς προφητείας συσκιάσαντες· οἱ δὲ ἑβδομήκοντα καὶ πρὸ πλειόνων τῶν ἑκατὸν ἐτῶν τῆς τοῦ Κυρίου παρουσίας ἐπὶ τοῦτο ἐλθόντες, καὶ τοσοῦτοι ὄντες εὐπαράδεκτοί εἰσιν, καὶ διὰ τὸν χρόνον, καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὴν
συμφωνίαν· εἰ δὲ καὶ τὴν ἐκείνων παράγοιεν μαρτυρίαν, καὶ οὕτω τὰ νικητήρια παρ’ ἡμῖν. καὶ γὰρ τὸ τῆς νεότητος ὄνομα ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ γραφὴ τιθέναι, οὐκ ἐπὶ γυναικῶν μόνον, ἀλλὰ καὶ ἐπὶ ἀνδρῶν· “ νεανίσκοι γάρ,” φησιν, “ καὶ παρθένοι καὶ πρεσ- “ βύτεροι μετὰ νεωτέρων.” καὶ περὶ κόρης δὲ ἐπιβουλευομένης
λέγει, “ ὅτι ἐὰν φωνήσῃ ἡ νεᾶνις,” τουτέστιν ἡ παρθένος, καὶ τὰ πρὸ τούτου δὲ εἰρημένα τοῦτον τὸν λόγον συνίστησιν. φησὶν γὰρ, “ ἰδοὺ δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον.” καὶ τότε ἐπήγαγε “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει.” ποῖον οὖν σημεῖον ἦν, εἰ ἐκ νομίμου γάμου ἔμελλεν τίκτειν ἡ παρθένος; τὸ γὰρ σημεῖον ὑπερβαίνειν
δεῖ τὴν τῶν πολλῶν ἀκολουθίαν, καὶ ξένον εἶναι καὶ παρηλλαγμένον. ἐπεὶ πῶς ἃν εἴη σημεῖον ;
ἠνέσχετο τὴν παρθένον, οὔτε ἐπειδὴ ταύτης ἀπηλλάγη τῆς ὑποψίας ἐκβαλεῖν ὑπέμεινεν, ἀλλὰ καὶ κατέχει καὶ διακονεῖται τῇ οἰκονομίᾳ πάσῃ, “ παρέλαβεν γάρ,” φησιν, “ Μαρίαν τὴν γυναῖκα “ αὐτοῦ.” τὸ δὲ τῆς γυναικὸς ὄνομα συνεχῶς τίθησιν ὁ Εὐαγγελιστὴς, οὐ βουλόμενος ἐκκαλυφθῆναι τὸ μυστήριον ἐκεῖνο τέως,
καὶ τὴν πονηρὰν δὲ ἀναιρῶν ὑποψίαν.
ὥστε συσκιασθῆναι τέως τὸν τοιοῦτον τόκον.
σελήνην ἀστέρας ἐξ ἀνατολῶν ὁρῶμεν ἐπὶ δύσιν χωροῦντας, οὗτος δὲ ἀπὸ ἄρκτου εἰς μεσημβρίαν ἐφέρετο· οὕτω γὰρ ἡ Παλαιστίνη πρὸς τὴν Πέρσιδα κεῖται. δεύτερον δὲ ὅτι οὐκ ἐν νυκτὶ ἐφαίνετο, ἀλλ’ ἐν ἡμέρᾳ μέσῃ, ἡλίου λάμποντος, τρίτον ἀπὸ τοῦ φαίνεσθαι καὶ κρύπτεσθαι. ἕως μὲν γὰρ τῆς Παλαιστίνης ἐφαίνετο χειραγωγῶν.
ἐπειδὴ δὲ ἐπέβησαν τῶν Ἱεροσολύμων ἔκρυψεν ἑαυτόν. εἶτα πάλιν δείκνυσιν ἑαυτὸν, μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ Ηρώδου· ὅπερ οὐκ ἔστιν ἴδιον ἀστέρος, ἀλλὰ δυνάμεως τινος λογικωτάτης. τέταρτον ἀπὸ τοῦ τόπου τῆς δείξεως. κάτω γὰρ καταβὰς τὸν τόπον ἐδείκνυ. ἀδύνατον γὰρ ἦν ἄνω μένοντα τοῦτο
ποιεῖν· ἐπειδὴ γὰρ ἄπειρον τὸ ὕψος, οὐκ ἤρκει οὕτω στενὸν τόπον χαρακτηρίσαι.
παρουσίας, οὐ σφόδρα προσεῖχον, ἐποίησεν καὶ βαρβάρους ἐλθεῖν ἀπὸ γῆς μακρὰν, τὸν παρ’ αὐτοῖς τοῖς Ἰουδαίοις βασιλέα ἐπιζητοῦντας· καὶ παρὰ Περσικῆς φωνῆς μανθάνουσιν ἃ οὐκ ἠνέσχοντο μαθεῖν παρὰ τῶν προφητῶν· ἵνα ἃν μὲν εὐγνωμονῶσιν, μεγίστην ἔχωσιν τοῦ πείθεσθαι πρόφασιν· ἃν δὲ φιλονεικῶσιν, ἀπεστερημένοι
λοιπὸν ὦσιν πάσης ἀπολογίας.
δείκνυσιν ἄστρον μέγα καὶ ἐξηλλαγμένον, ὥστε καὶ τῷ μεγέθει καὶ τῷ κάλλει τῆς ὄψεως αὐτοὺς ἐκπλῆξαι· καὶ τῷ τρόπῳ τῆς πορείας, καὶ ἵνα λοιπὸν ὑψηλοτέρους ἐργάσηται. ἐπεὶ οὖν ἤγαγεν καὶ ἐχειραγώγησεν, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι’ ἀστέρος ἀλλὰ δι’ Ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται.
τῶν ἄλλων ἦσαν ἐπιτηδειότεροι. καὶ ἴδωμεν αὐτῶν τὴν ἀρετὴν, οὐκ ἀφ’ ὧν ἦλθον μόνον ἀλλὰ καὶ ἀφ’ ὧν παρρησιάζονται· ἤλθομεν γάρ, φησιν, προσκυνῆσαι αὐτόν. καὶ οὔτε τοῦ δήμου τὸν θυμὸν, οὔτε τοῦ βασιλέως τὴν τυραννίδα ἐδεδοίκεισαν. ὅθεν χρὴ σκοπεῖν, ὅτι οὗτοι καὶ οἶκοι διδάσκαλοι τῶν ἐγχωρίων γεγόνασιν. οἱ γὰρ
ἐνταῦθα μὴ παραιτησάμενοι τοῦτο εἰπεῖν, πολλῷ μᾶλλον εἰς τὴν αὐτῶν ἐπαρρησιάσαντο, ὅτε καὶ τὸν χρησμὸν τὸν παρὰ τοῦ Ἀγγέλου λαβόντες ἀπῆλθον, καὶ τὴν παρὰ τοῦ προφήτου μαρτυρίαν.
δὲ τὰ Ἱεροσόλυμα οἰκοῦντες τίνος χάριν ; καίτοιγε Σωτῆρα καὶ εὐεργέτην καὶ ἐλευθερωτὴν ἄνωθεν αὐτὸν οἱ προφῆται προύλεγον. τίνος οὖν ἕνεκεν ἐταράχθησαν ; 14, 2. ἀπὸ τ. π.
ἅπαντα. οἷον τὰ κατὰ τὸν Συμεῶνα καὶ τὴν Ἄνναν καὶ τὸν Ζαχαρίαν καὶ τοὺς Ἀγγέλους καὶ τοὺς ποιμένας, ἅπερ ἅπαντα τοῖς προσέχουσιν ἱκανὰ ἦν παρασχεῖν ἀφορμὰς τὸ γινόμενον συνιδεῖν, ἵνα γὰρ μὴ λέγωσιν ὅτι οὐκ ἔγνωμεν πότε ἐτέχθη, οὔτε ἐν ποίῳ χωρίῳ, τά τε κατὰ τοὺς Μάγους ἅπαντα ᾠκονομήθη καὶ τὰ ἄλλα,
ἅπερ εἰρήκαμεν
πῶς γὰρ ἃν ἔχοι τοῦτο λόγον ; οὐ γὰρ ἐν τῇ Ἰουδαίᾳ, ἀλλ’ ἐν τῇ Βαβυλῶνι ἐτέχθη· ὅθεν καὶ Ζοροβάβελ ἐκλήθη διὰ τὸ ἐκεῖ σπαρῆναι· καὶ ὅσοι τὴν τῶν Σύρων γλῶτταν ἐπίστανται οἴδασιν τὸ λεγόμενον.
ἱκανὰ ἦν ἀποστῆσαι αὐτὸν πάσης τοιαύτης ἐπιχειρήσεως· ὅτε ἀστὴρ καὶ οἱ βάρβαροι τοσαύτην ἐλθόντες ὁδὸν, ἐπὶ τὸ προσκυνῆσαι τὸν ἐν φάτνῃ· καὶ ἡ προφητεία προαναφωνοῦσα περὶ αὐτοῦ.
καὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἔπραττεν ; διὰ τοῦτο ηὗδέ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται καὶ ἐνναμηνιαῖος χρόνος καὶ τόκος καὶ γαλακτοτροφία. τοὺς μὲν οὖν Μάγους ἐκ.
καὶ εἶπεν, οὐ πρώην ἔλεγες ὅτι σώσει τὸν λαὸν αὐτοῦ, καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει ; ἐπειδὴ π.
τῶν δύο χωρῶν πειθομένων, χρηστὰς ἐλπίδας ἡ οἰκουμένη κομίζεται. εἰ δὲ περὶ προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι λέγοντες τὸ ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱὸν μου ἐπ αὐτῶν εἰρῆσθαι, εἴποιμεν ἃν πρὸς αὐτοὺς, ὅτι καὶ οὕτος προφητείας ὁ νόμος ἐστὶν, πολλὰ πολλάκις λέγεσθαι μὲν ἐπ’ ἄλλων, πληροῦσθαι δὲ ἐφ’
ἑτέρων. οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον ἐστὶν, “ δια- “ μεριῶ γὰρ αὐτούς, φησιν, ἐν Ἰακὼβ καὶ διαπερῶ αὐτοὺς ἐν Ισραηλ᾿ καὶ ἴδου οὐκ ἐπ’ αὐτωντουτο γέγονεν, ἀλλ’ ἔπι τῶν ἐγγόνων. καὶ τὸ ἐπὶ τοῦ Χἄμ’ δὲ παρὰ τοῦ Νῶε λεχθὲν, εἰς τοὺς Γαβαωνίτας τοὺς ἐγγόνους τοῦ Χαναὰν ἐξέβη, καὶ τὸ τοῦ Ἰακὼβ
οὕτως ἴδοι τις ἃν συμβάν. αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι “ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ “ τοῦ πατρός σου, οὐκ ἐξ αὐτοῦ τέλος ἔσχον· πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις αὐτὸν προσκυνοῦντος ; ἀλλ’ ἐπὶ τῶν ἐγγόνων τῶν αὐτοῦ, ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν· τίς γὰρ
ἀληθέστερος Θεοῦ λεχθείη ; ὁ μόσχον προσκυνῶν καὶ τῷ Βεελφεγὼρ τελούμενος καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις ; ἣ ὁ φύσει Υἱὸς καὶ τὸν γεγεννηκότα τιμῶν. ὥστε εἰ μὴ οὗτος παρεγένετο, οὐδ’ ἃν ἡ προφητεία τέλος ἔλαβεν τὸ προσῆκον. Χρὴ γὰρ σκοπῆσαι πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων “ἵνα
“ πληρωθῇ,” δεικνὺς ὅτι οὐκ ἃν ἐπληρώθη, εἰ μὴ παραγέγονεν· καὶ ἡ τοῦ πατριάρχου δὲ εἰς Αἴγυπτον κάθοδος καὶ τῶν σὺν αὐτῷ τῆς καθόδου ταύτης τύπον ἐπλήρουν, καὶ γὰρ ἐκεῖνοι θάνατον φεύγοντες τὸν ἀπὸ λιμοῦ κατῄεσαν, καὶ οὗτος τὸν ἐξ ἐπιβουλῆς θάνατον. ἀλλ’ ἐκεῖνοι μὲν κατελθόντες τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· αὐτὸς
δὲ τὴν χώραν πᾶσαν καταβὰς διὰ τῆς ἐπιβάσεως ἡγίασεν. Διατὶ δὲ ὁ Ἄγγελος εἰπὼν ὅτι “ φεῦγε εἰς Αἴγυπτον” οὐκ ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν οὔτε ἀνιοῦσιν ; δεικνὺς διὰ τούτου, ὅτι μέγαν ἔχουσιν συνοδοιπόρον τὸ τεχθὲν παιδίον.
κατέλαβεν δίκη· θανάτῳ χαλεπῷ καὶ τούτου τοῦ νῦν τολμηθέντος ἐλεεινοτέρῳ καταλύων τὸν βίον, καὶ ἕτερα μυρία πάσχων κακὰ, ἅπερ γνώσεσθε τὴν Ἰωσήπου περὶ τούτων ἐπελθόντες ἱστορίαν.
“ ἠκούσθη, θρῆνος καὶ κλαυθμός· Ῥαχὴλ κλαίουσα τὰ τέκνα ἀύτης.
πολὺ τὸ ἀνόητον καὶ μικρόψυχον, ἐν δὲ τῇ μετ’ ἐκείνην σφοδροτέρα ἡ ἡδονή· καὶ μετὰ ταῦτα πάλιν ἡ τῶν χρημάτων ἐπιθυμία· διὰ τοῦτο πᾶσαν τὴν ἡλικίαν ἀναμείνας, καὶ διὰ πάσης πληρώσας τὸν νόμον, οὕτως ἐπὶ τὸ βάπτισμα ἔρχεται· καὶ γὰρ λύειν ἔμελλεν τὸν νόμον μετὰ τὸ βάπτισμα, καὶ ἵνα μὴ τινὲς εἴπωσιν, ὅτι διὰ
τὸ μὴ δύνασθαι αὐτὸν πληρῶσαι ἔλυσεν αὐτὸν, ὅπερ ἦν ἔσχατον αὐτῷ κατόρθωμα, τουτέστιν τὸ βάπτισμα, καθὼς αὐτός φησιν πρὸς τὸν Ἰωάννην, “ οὕτω πρέπον ἡμῖν ἐστὶν πληρῶσαι πᾶσαν δικαι- “ οσύνην,” τοῦτο πληρώσας τὸν νόμον ὅλον ἐτήρησεν, δικαιοσύνην γὰρ τὴν ἐκπλήρωσιν καλεῖ τῶν ἐντολῶν πασῶν.
βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν ; γινωσκέτω ὅτι οὐκ εἶχεν ἄφεσιν ἁμαρτιῶν τοῦτο τὸ βάπτισμα. τὸ γὰρ δῶρον τοῦτο τοῦ μετὰ ταῦτα δοθέντος ἐστὶν, καὶ ἡμετέρου νῦν ὄντος βαπτίσματος· ἐν τούτῳ γὰρ συνετάφημεν τῷ Χριστῷ. ἀλλ’ ἐπειδὴ οὐκ ἤθελον οἱ Ἰουδαῖοι καταγινώσκειν τῶν οἰκείων ἁμαρτημάτων, ὡσανεὶ
διὰ τούτου αὐτοὺς ἔπειθεν ὁμολογεῖν καὶ μετανοεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν, ἵνα εὐκολώτερον τὴν μετὰ ταῦτα ἄφεσιν δέξωνται. εἰ γὰρ μὴ κατέγνωσαν ἑαυτῶν, οὐκ ἃν οὐδὲ τὴν χάριν ᾔτησαν. μὴ ζητοῦντες δὲ, οὐκ ἃν οὐδὲ τῆς ἀφέσεως ἔτυχον. μετὰ δὲ ταύτης καὶ ἑτέραν αἰτίαν χρὴ νοεῖν τοῦ βαπτίσματος. ἔστιν δὲ αὕτη·
ὅτι οὐκ ἦν ἶσον περιιέναι τὰς οἰκίας τὸν βαπτιστὴν, καὶ περιάγειν τὸν Χριστὸν τῆς χειρὸς λαβόμενον, καὶ λέγειν εἰς τοῦτον πιστεύσατε· ὡς πάντων μᾶλλον παραγενομένων καὶ ἀκουόντων τὴν μακαρίαν ἐκείνην φωνὴν ἐνεχθεῖσαν, καὶ τὰ ἄλλα ἐπιτελεσθέντα θεασαμενους ἀπάντα, οὐτῶ πιστεύσαι.
ὑπευθύνους κακῶν, ἀλλὰ μᾶλλον δέχεσθαι τὸν παραγενόμενον· καὶ γὰρ συνεσκίαστο τὰ κατὰ τὸν Χριστὸν τέως, καὶ ἐδόκει τεθνάναι παρὰ πολλοῖς διὰ τὴν εἰς Βηθλεὲμ γεγενημένην σφαγήν. εἰ γὰρ καὶ δώδεκα ἐτῶν γενόμενος ἐξέφηνεν ἑαυτὸν, ἀλλὰ ταχέως καὶ συνεσκίασεν πάλιν· διὰ τοῦτο λαμπροτέρων ἔδει τῶν προοιμίων,
καὶ ὑψηλοτέρας ἀρχῆς, καὶ γὰρ περὶ τῶν οὐρανῶν καὶ τῆς βασιλείας τῆς ἐκεῖ αὐτοῖς ἔλεγεν.
γιν.
Χριστῷ προσέλθῃ, τῶν θαυμάτων πρὸς αὐτὸν ἑλκόντων τὸν λαόν· εἰ γὰρ καὶ τοσούτων οἰκονομηθέντων ἐζηλοτύπουν τῷ δεσπότῃ Χριστῷ οἱ μαθηταὶ τοῦ Ἰωάννου, καὶ οἱ πολλοὶ ὑπώπτευον τὸν Ἰωάννην εἶναι τὸν Χριστὸν, καὶ οὐκ αὐτὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν, εἰ καὶ θαύματα ἐποίησεν ὁ Ἰωάννης, τί οὐκ ἃν συνέβη;
“χοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.”
ὁ δὲ μετ’ ὑπερβολῆς ἁπάσης, ἣν καὶ ὁ μακάριος Δαβὶδ ἐπαινεῖ λέγων “καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ “ ἐξουδενώσει.” οὐ τὴν ἁπλῶς καὶ κατεσταλμένην ἡμῖν διάνοιαν ὑπογράφων, ἀλλὰ τὴν σφόδρα συντετριμμένην καὶ τεταπεινωμένην. μακαρίζει δὲ ταύτην, ἤγουν τὴν ταπεινοφροσύνην, ὁ Χριστὸς
πρώτην, ἐπειδὴ τὰ μέγιστα τῶν κακῶν, ἃ καὶ τὴν οἰκουμένην ἐλυμήνατο πᾶσαν, ἐξ ἀπονοίας εἰσῆλθεν. ὅτε γὰρ διάβολος τυφωθεὶς ἐξέπεσεν, καὶ ὁ πρῶτος ἄνθρωπος ταῖς παρὰ τοῦ διαβόλου φυσηθεὶς ἐλπίσιν ἐξετραχηλίσθη, καὶ θνητὸς ἐγένετο, προσδόκησας γὰρ ἔσεσθαι Θεὸς, καὶ ὅπερ εἶχεν ἀπώλεσεν· καὶ πάντες δὲ οἱ μετὰ
ταῦτα ἐντεῦθεν εἰς ἀσέβειαν ἐξώκειλαν. διὰ τοῦτο οὖν ὧσπέρ τινα θεμέλιον ἰσχυρὸν τοῦτον πρῶτον προκαταβάλλεται τὸν νόμον, ταύτης γὰρ ὑποκειμένης, μετὰ ἀσφαλείας ἅπαντα τὰ ἄλλα ἐπιτίθησιν ὁ οἰκοδομῶν· ταύτης δὲ ἀνῃρημένης, κᾷν μέχρι τῶν οὐρανῶν φθάσῃ τις πολιτευόμενος, ἅπαντα ὑποσύρεται ῥαδίως, καὶ εἰς χαλεπὸν καταστρέφει τέλος.
δίον· οὐ γὰρ ε-lπεν ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ’ οἱ ταῦτα ποιοῦντες μακάριοι πάντες· ὥστε κἂν δοῦλος ᾖς, κἂν πτωχὸς, κἂν ξένος, κἂν ἰδιώτης, οὐδὲν ἔσται τὸ κωλῦον σε ἔσεσθαι μακάριον, ἃν τὴν ἀρετὴν ταύτην ζηλώσῃς.
νοῦντες ἀπελθόντας ἣ ἄλλον τινα τῶν προσηκόντων, οὐ χρημάτων οὐ σωμάτων ἐρῶσιν κατ’ ἐκεῖνον τῆς ὀδύνης τὸν καιρὸν, οὐ δόξης ἐφίενται, οὐχ ὕβρεσι παροξύνονται, οὐχ ὑπὸ βασκανίαις ἁλίσκον- ἁλίσκονταί, οὐχ ὑπὸ ἄλλου τινὸς πολιορκοῦνται πάθους, τῷ πένθει μόνῳ προσέχοντες, πολλῷ μᾶλλον οἱ τὰ ἁμαρτήματα πενθοῦντες ἑαυτῶν,
ὡς πενθεῖν ἄξιον μείζονα ταύτης ἐπιδείξασθαι ὤφελον φιλοσοφίαν· ὅθεν καὶ τὸ ἔπαθλον μέγα· παρακληθήσονται γάρ, φησιν· δῆλον ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἐπειδὴ γάρ φησιν τὸ ἐπίταγμα φορτικόν ἐστιν, ἰδοὺ ἐγὼ ἀντὶ τούτου παρέχω παράκλησιν· οὐ κατὰ τὴν τοῦ πράγματος ἀξίαν, ἀλλὰ κατὰ τὴν ἐμὴν φιλανθρωπίαν· οἱ γὰρ
πενθοῦντες πλημμελήματα πενθοῦσιν· τοῖς δὲ τοιούτοις ἀρκεῖ τὸ συγγνώμης ἀπολαῦσαι· ἐγὼ δὲ καὶ πολλῆς μεταδίδωμι παρακλή- σεως. πενθεῖν δὲ ἡμᾶς οὐχ ὑπὲρ τῶν οἰκείων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν ἑτέρων κελεύει πλημμελημένων· οἷαι τῶν ἁγίων ἦσαν αἱ ψυ- χαὶ, τοῦ Μωυσέως, τοῦ Παύλου, τοῦ Δαβίδ· καὶ γὰρ οὗτοι πάν-
τες ἀλλότρια πολλάκις ἐπένθησαν κακά.
“ σίονα λήψεται ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον “ κληρονομήσει.”
ἔλεος ἐκείνου διέστηκεν.
τοῦτο, τὸ συναγαγεῖν τὰ διεστῶτα, καὶ κατάλλαξαι τὰ ἐκ- πεπολεμωμένα.
ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακαρίζει δὲ καὶ τοὺς ὀνειδιζομένους καὶ διωκομένους καὶ πᾶν πονηρὸν ῥῆμα ἀκούοντας, οἷον κἂν γόητες, κἂν πλάνοι, κἂν λυμεῶνες, κἂν ὁ τι οὖν ἕτερον καλοῦνται· πλὴν ἵνα μὴ νομίσωμεν ὅτι τὸ κακῶς ἀκούειν ἁπλῶς μακαρίους ποιεῖ, δύο τέθεικεν μακαρισμοὺς, ὅταν καὶ δι’ αὐτὸν, καὶ
ὅταν ψευδῆ ὦσιν τὰ λεγόμενα. ἐπεὶ ἃν μὴ ταῦτα προσῇ, οὐ μόνον οὐ μακάριος, ἀλλὰ καὶ ἄθλιος ὁ κακῶς ἀκούων. εἶτα τί τὸ ἔπαθλον· “ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.” Ἡμεῖς δὲ εἰ καὶ μὴ καθ’ ἕκαστον μακαρισμὸν βασιλείαν ἀκούομεν, μὴ ἀθυμήσωμεν, πάντας γὰρ τοὺς μακαρισθέντας εἰς τὴν
βασιλείαν εἰσάγει· ὅταν γὰρ εἴπῃ ὅτι παρακληθήσονται οἱ πεν- θοῦντες, καὶ ἐλεηθήσονται οἱ ἐλεοῦντες, καὶ τὸν Θεὸν ὄψονται οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ υἱοὶ Θεοῦ κληθήσονται οἱ εἰρηνοποιοὶ, οὐδὲν ἄλλο ἣ τὴν βασιλείαν τῶν οὐρανῶν διὰ τούτων αἰνίττεται· οἱ γὰρ τούτων ἀπολαύοντες, ἐκείνης ἐπιτεύξονται πάντως. διὰ τοῦτο γὰρ
ἐπὶ πάντων τὸν μακαρισμὸν τέθεικεν, ἵνα μηδὲν αἰσθητὸν λογιζώμεθα· οὐδὲ γὰρ ἃν εἴη μακαριστὸν τὸ ἐν τῷ παρόντι βίῳ συγκαταλυόμενον καὶ σκιᾶς ταχύτερον παρατρέχον.
“πᾶν πονηρόν.” δεικνὺς ὅτι αὐτῶν μάλιστα ἐξαίρετον τοῦτό ἐστιν, καὶ ὑπὲρ τοὺς ἄλλους πάντας τῶν διδασκάλων ἴδιον τοῦτο. οὐδὲ γὰρ δυνατὸν τοὺς ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς, ἁλλὰ καὶ τὸ ὀνειδίζεσθαι καὶ πᾶν πονηρὸν ἀκούειν ῥῆμα καὶ διώ- κεσθαι. Τὸ δὲ “ἕνεκεν ἐμοῦ” εἴρηται, τὸ ἑαυτοῦ ἀξίωμα ἐνταῦθα
αἰνιττόμενος, καὶ τὴν πρὸς τὸν γεγεννηκότα ὁμοτιμίαν· ὡσπερ γὰρ διὰ τὸν Πατέρα οἱ προφῆται ἐκεῖνα ἔπασχον, οὕτως καὶ ὑμεῖς δι’ ἐμὲ τὰ ὁμοία πείσεσθε.
μέγα τὸ καθόρθωμα. πολλοὶ γοῦν καὶ ἐπὶ βρόχον a ἦλθον, πονηρὰν οὐ φέροντες δόξαν, καὶ τί θαυμάζομεν εἰ ἐπὶ τῶν ἄλλων ἀνθρώπων 1 τοῦτο συμβαίνει; ὅπου γε καὶ Ἱὼβ ὁ ἀδάμας καὶ πέτρας στερρότερος, ἡνίκα μὲν τὰ χρήματα ἀφῄρητο καὶ τὰ ἀνήκεστα ἔπασχεν δεινὰ, καὶ ἄπαις ἐξαίφνης ἐγένετο, καὶ πηγὴν σκωλήκων τὸ σῶμα ἀναβλύζον ἑώρα, καὶ τὴν γυναῖκα ἐπικειμένην, ταῦτα πάντα διεκρόυσατο. ἐπειδὴ δὲ εἶδεν τοὺς φίλους ὀνειδίζοντας, τότε ἐθορυβήθη,
βήθη, τότε ἐταράχθη ὁ γενναῖος καὶ μέγας ἀνήρ. καὶ ὁ Δαβὶδ δὲ ἅπαντα ἀφεὶς ἅπερ ἔπαθεν, ἀντὶ τῆς κατηγορίας τοῦ Σεμεῆ ἀμοιβὴν ἐζήτει παρὰ τοῦ Θεοῦ “ἄφες γὰρ αὐτὸν,” φησιν, “ὅπως ἴδῃ τὴν ταπείνωσίν μου ὁ Θεὸς, καὶ ἀνταποδώσῃ μοι " ἀγαθὰ ἀντὶ τῶν κατηγοριῶν αὐτοῦ.” διὰ δὴ τοῦτο πολὺν τὸν
μισθὸν τέθεικεν ὁ Χριστὸς ὑπὲρ κατηγοριῶν μόνον. Χρὴ δὲ καὶ τοῦτο γινώσκειν ὅτι διὰ τοῦτο ἔσχατον πάντων τέθεικεν τὸ ὑπομένειν κατηγορίας, ὡς μέγα τι ὑπάρχον. ἔτι δὲ καὶ ὅτι ἕκαστος μακαρισμὸς εἷς τοῦ ἑνὸς ἔχεται, ὥσπερ τις σειρὰ χρυσῆ· οἷον ὁ πτωχὸς τῷ πνεύματι πάντως καὶ τὰ οἰκεῖα πενθήσει ἁμαρτήματα·
ὁ πενθῶν καὶ πρᾶος ἔσται, καὶ ὁ δίκαιος καὶ ἐλεήμων· ἐξ ὧν γίνεται καὶ καθαρὸς τῇ καρδίᾳ· ὁ δὲ τοιοῦτος καὶ εἰρηνοποιὸς· ὁ δὲ πάντα ταῦτα κατορθωκὼς, καὶ πρὸς κινδύνους ἔσται παρεσκευασμένος, καὶ οὐ ταραχθήσεται ἀκούων κακῶς.
ἐκείνης. εἶτα παραδοθέντα αὐτοῖς, τότε ἥλιζον κατέχοντες, διατηροῦντες ἐν τῇ νεαρότητι ταύτῃ, ἣν παρὰ τοῦ δεσπότου ἡμῶν ἔλαβον. τὸ μὲν γὰρ ἀπαλλαγῆναι τῆς σηπεδόνος τῶν ἁμαρτημάτων τὸ κατόρθωμα τοῦ Χριστοῦ γέγονεν· τὸ δὲ μηκέτι ἐπ’ ἐκείνην ἐπανελθεῖν, τῆς τούτων σπουδῆς ἔργον ἢν.
λαθεῖν, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν καταλήψεται. τοῦτο μὲν οὖν τὴν ἑαυτοῦ δύναμιν ἐνδείκνυται.
ποιήσετε.
ὑπ’ αὐτῶν ἅπαντα τοῖς ἔργοις ἐβεβαίωσεν, καθὼς ὁ Εὐαγγελιστής φησιν, ἵνα πληρωθῇ διὰ τοῦ προφήτου τὸ ῥηθέν. καὶ ἡνίκα ἐτέχθη, καὶ ἡνίκα τὰ παιδία τὸν θαυμαστὸν ὕμνον ἦδον, καὶ ἡνίκα ἐπὶ τῆς ὄνου ἐκάθισεν, καὶ ἐφ’ ἑτέρων δὲ πλειόνων, ἅπερ ἅπαντα ἀπλήρωτα ἔμελλεν εἶναι εἰ μὴ παρεγένετο.
ἐκεῖνοι, οὐκ ἦν περισσεῦσαι κατὰ τὸν δικαιοσύνης λόγον.
Ἀπόστολος “ ὅτι ὁ διδάσκων τὸν ἕτερον σεαυτὸν οὐ διδάσκεις,’ οὕτως τὸ ποιεῖν μὲν, ἑτέροις δὲ μὴ ὑφηγεῖσθαι, ἐλαττοῖ τὸν μισθόν. δεῖ τοίνυν ἑκάτερα ποιεῖν, καὶ πρότερον ἑαυτὸν κατορθώσαντα, οὕτω καὶ ἐπὶ τὴν τῶν ἄλλων ἐκβαίνειν ἐπιτέλειαν· διὰ γὰρ τοῦτο καὶ αὐτὸς τὴν ποίησιν πρὸ τῆς διδασκαλίας τέθεικεν, δεικνὺς ὅτι οὕ
τὼς μάλιστά τις διδάξαι δυνήσεται ἑτέρως δὲ οὐδαμῶς. ἀκού- σεται γὰρ, ἰατρὲ, θεράπευσον σεαυτόν· ὁ γὰρ ἑαυτὸν διδάξαι μὴ δυνηθεὶς, καὶ ἑτέρους ἐπιχειρῶν διορθοῦν, πολλοὺς ἕξει κωμῳδοῦντας αὐτὸν.
“τέων καὶ Φαρισαίων” οὐχ ἁπλῶς λέγει τῶν παρανόμων, ἀλλὰ τῶν κατορθούντων, οὐ γὰρ ἂν εἰ μὴ κατώρθουν ἔφησεν ἔχειν δικαιοσύνην· οὐδὲ ἃν τὴν οὐκ οὖσαν παρέβαλλε τῇ οὔσῃ, κἂν ἐκ μέρους. οὗτοι γὰρ οἱ κατορθοῦντες γραμματεῖς καὶ Φαρισαῖοι καὶ ἀπαρχὰς καὶ δεκάτας προσέφερον, καὶ νηστείας ἐφύλαττον, καὶ τὰ ἄλλα
τὰ τοῦ νόμου ἐτήρουν. διὸ ἡμῖν πλείονος χρὴ τῆς ἐπιτάσεως πρὸς τὴν τῶν ἐντολῶν τήρησιν.
εἰπὼν δὲ ὅτι ἐρρήθη τοῖς ἀρχαίοις, ἐνέφηνεν πολὺν εἶναι τὸν χρόνον ἐξ οὗ τὴν ἐντολὴν ταύτην ἔλαβον. τοῦτο δὲ ἐποίησεν ἵνα ἐντρέψῃ τὸν ἀκροατὴν τὸν ἀναδυόμενον πρὸς τὸ ὑψηλότερον ἐκβῆναι τῶν ἐπιταγμάτων. ὡσανεὶ διδάσκαλος παιδίων ῥαθυμοῦντι λέγει· οὐκ οἶσθα πόσον ἀνήλωσας χρόνον συλλαβὰς μελετῶν. τοῦτο δὴ καὶ
αὐτὸς αἰνιττόμενος τῷ τῶν ἀρχαίων ὀνόματι, ἐκκαλεῖται λοιπὸν αὐτοὺς πρὸς τὰ μείζονα τῶν διδαγμάτων.
κίνδυνον, τοῦτο ἐξετάσωμεν. ἣ ἀγνοεῖτε ὅτι ἐν τῷ τῆς ἐχθρᾶς χαιρῷ, τῆς ὀργῆς ἐκκαιομένης καὶ τῆς ψυχῆς ἐμπιπραμένης, καὶ τὸ μικρὸν μέγα φαίνεται; διὰ τοῦτο τῷ μωρὸν ὀνομάζοντι τὸ τῆς γεέννης ἠπείλησεν πῦρ. ἐπειδὴ ᾧ τῶν ἀλόγων διεστήκαμεν, καὶ ᾧ μάλιστά ἐσμεν ἄνθρωποι, τῷ νῷ καὶ τῇ συνέσει, τοῦτο ἐστέρησεν
τὸν ἀδελφόν· ὁ γὰρ ὑβριστὴς τὸ τῆς ἀγάπης καλὸν λυμαίνεται, μυρίους τὸν πλησίον περιβάλλων δεινοῖς. μὴ τοίνυν ὑπερβολῆς τινος εἶναι νομίσωμεν τὰ λεγόμενα, ἀλλ’ ἐννοήσαντες τὰ ἐξ αὐτῶν κατορθούμενα, θαυμάσωμεν τῶν πραγμάτων τὴν ἡμερότητα· οὐδὲν γὰρ τῷ Θεῷ περισπούδαστον ὡς τὸ ἡνῶσθαι καὶ συνδεδέσθαι ἡμᾶς
ἀλλήλοις διὰ τῆς ἀγαπῆς. εἰσὶν δέ τινες ὅτι τὸ μωρὸν μὲν εἰπεῖν τὸν πλησίον παραιτοῦνται· ἑτέρως δὲ αὐτὸν καθυβρίζουσιν ἑαυτοὺς ἐξαπατῶντες· καὶ γὰρ ὑπ’ ἐλαχίστης ὕβρεως μεγάλη κόλασις τοῖς ὑβρισταῖς ἐναπόκειται.
τὴν φιλανθρωπίαν ὑπερβάλλουσαν· διότι τῆς εἰς αὐτὸν καταφρονεῖ τιμῆς ὑπὲρ τῆς εἰς τὸν πλήσιον ἀγάπης· δεικνὺς ὡς οὐδὲ τὰ πρότερα τερα ἐξ ἀπεχθείας τινὸς οὐδὲ ἐπιθυμίᾳ κολάσεως ἠπείλησεν, ἀλλὰ ἀπὸ φιλοστοργίας πολλῆς. ἐγκοπτέσθω γάρ, φησιν, ἡ ἐμὴ λατρεία, ἵνα ἡ σὴ ἀγάπη μείνῃ. ἐπειδὴ καὶ τοῦτο θυσία ἐστιν ἡ πρὸς τὸν
πλησίον καταλλαγή· δύο ταῦτα ἐκ τούτου αἰνιττόμενος, ὅτι περ πολυτίμητον ἱμητὸν θυσίαν τὴν ἀγάπην ταύτην ἡγεῖται, καὶ ὅτι ταύτης ἄνευ οὐδὲ ἐκείνην προσδέχεται ἔτι δὲ καὶ ἀφόρητον τιθεὶς ἀνάγ- κην τῆς καταλλαγῆς, ἵνα κἂν μὴ διὰ τὴν πρὸς τὸν πλησίον ἀγάπην, διὰ γοῦν τὸ μὴ κεῖσθαι ἀτέλεστον τὴν θυσίαν, ἐπειχθήσεται
καταλλαγῆναι τῷ λυπουμένῳ, τοῦ καταλῦσαι τὴν ἐχθράν.
στεροῦ. τίνος οὖν ἕνεκεν τὸν δεξιὸν ἔθηκεν καὶ τὴν χεῖρα προσέ- θηκεν ; ἵνα μάθωμεν ὅτι οὐ περὶ μελῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν οἰκείως πρὸς ἧμας ἐχόντων·
πάλιν ἐπ’ αὐτὸν ἐπανελθεῖν· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἀλλὰ πάλιν μετὰ τὸ λαβεῖν ἄλλην ἐξῆν τὴν προτέραν ἐπαναγαγεῖν, πολλὴ ἡ σύγχυσις ἔμελλεν εἶναι, συνεχῶς τὰς ἀλλήλων λαμβανόντων πάντων· καὶ μοιχεία τὸ πρᾶγμα λοιπὸν ἦν σαφής· (sic) διόπερ οὐ μικρὰν ἐπενόησεν παραμυθίαν τὸ βιβλίον τοῦ ἀποστασίου. συνεχωρεῖτο
δὲ ταῦτα, ἵνα μὴ ὁ μισῶν σφάξῃ τὴν μισουμένην. τοιοῦτο γὰρ τῶν Ἰουδαίων τὸ ἔθνος· οἱ γὰρ παίδων μὴ φειδόμενοι, καὶ προφήτας ἀναιροῦντες, πολλῷ μᾶλλον γυναικῶν οὐκ ἂν ἐφείσαντο.
τοῦ εἰπεῖν, “ ὃς ἃν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ παρεκτὸς λόγου “ πορνείας ποιεῖ αὐτὴν μοιχευθῆναι.”
ὀμνύειν κατὰ τοῦ Θεοῦ, ὅτι οὐδὲ τὸ πάντων ἔσχατον ἐργάσασθαι ἐν τῇ κεφαλῇ δυνήσῃ. οὐ γὰρ οὐ δύνασαι ἐξενεγκεῖν τρίχα, ἀλλ’ οὐδὲ τὴν αὐτῆς ἀλλάξαι ποιότητα.
προβάλλεσθαι προφάσεις οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων· καὶ γὰρ καὶ ἐπὶ τῆς γυναικὸς ἐρεῖς· τι οὖν ἂν μάχιμος ᾖ καὶ δαπανηρά; καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ, τί οὖν ἂν φιλῶ αὐτόν; καὶ ἐπὶ τῆς ὄψεως τῆς ἀκολάστου, τι οὖν ἃν μὴ δύναμαι ὁρᾷν; καὶ ἐπὶ τῆς πρὸς τὸν ἀδελφὸν ὀργῆς, τί οὖν ἐὰν προπετὴς ὑπάρχω
καὶ μὴ δύνωμαι γλώττης κρατεῖν; καὶ πάντα οὕτως ἁπλῶς καταπατήσεις τὰ θεῖα προστάγματα πρὸς ὄλεθρον τῆς ἑαυτοῦ ψυχῆς. τοῦτο δὲ οὐδὲ ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων ἐτόλμησας ἃν προβαλέσθαι ποτέ. προσέθηκεν δὲ ὅτι τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὓ ἐκ τοῦ πονηροῦ ἐστιν, ἵνα τούτοις μόνοις τύχωμεν, τουτέστιν τῷ
ναὶ καὶ τῷ οὔ.
καλόν; ὥσπερ ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας· τὸ γὰρ βαστάζεσθαι ἐν τῇ πρώτῃ ἡλικίᾳ καλὸν, μετὰ δὲ ταῦτα ὀλέθριον· τὸ μεμασημένην τροφὴν ἐσθίειν ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλὸν, μετὰ δὲ ταῦτα βδελυγμίας γέμει. ὡσαύτως δὲ καὶ περὶ τοῦ γαλακτοτροφεῖσθαι, ἐν ἀρχῇ μὲν χρήσιμον, μετὰ δὲ ταῦτα
βλαβερόν.
ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἃν τὸν ἑαυτοῦ ἐκκόπτειν ἐνομοθέτησεν;
τοῦτο καὶ ἐπήγαγεν μὴ ἀντιστῆναι τῷ πονηρῷ.
ἵνα καὶ πᾶν ὅτι οὖν πάσχοντες δεινὸν μὴ θορυβώμεθα. οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν παρέχεσθαι,
κειμένοις ἐπετίθετο. δεύτερον εἰ καὶ ἔτυχέν τις οὕτως ἄγριος καὶ ἀνήμερος ὡς καὶ μέχρι τοσούτου προελθεῖν· ἀλλὰ πολλῷ πλείους ἃν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα, οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες· εἰ δὲ μὴ, οὐδ’ οὕτως αἰσχρὸν ἦν· οὐ γὰρ τὸ οὕτως γυμνοῦσθαι καλὸν, ἀλλὰ
τὸ οὕτως ἐνδύεσθαι· καθάπερ νῦν εἰσίν τινες ἱματίοις πολυτελέσιν ἀμφιεννύμενοι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. διὰ τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπήνεσεν, τούτοις δὲ ἐγκαλεῖ καὶ διὰ προφητῶν καὶ διὰ Ἀποστόλων.
δανείσασθαι μὴ ἀποστραφῆναι. ταῦτα δὲ τῶν προειρημένων ἐλάττονά εἰσιν, ἀλλὰ μὴ θαυμάσωμεν, τοῦτο γὰρ εἴωθεν ποιεῖν ἄνα, μιγνὺς τοῖς μεγάλοις τὰ μικρά.
ποιεῖν.
οὐρανοῖς. Καὶ ἐν τούτῳ δὲ πάλιν διήγειρεν αὐτῶν τὰ φρονήματα· ἀναμνήσας τοῦ Πατρὸς καὶ τοῦ οὐρανοῦ· ἐντρέπων τῇ τοῦ γεννή- σαντος μνήμῃ·
ἀλλὰ διὰ τὸ δοξῆς ἀπολαύειν αὐτοὺς, ὅπερ ἐσχάτης ἦν ὠμότητος· ἑτέρου λιμῷ διαφθειρομένου δόξαν ζητεῖν καὶ μὴ λύειν τὴν συμφοράν. οὐκ ἄρα οὖν τὸ δοῦναι ἐλεημοσύνην, ἀλλὰ τὸ ὡς χρὴ δοῦναί ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο δοῦναι. Εἰπὼν πῶς δεῖ μὴ ποιεῖν, δείκνυσιν πάλιν πῶς δεῖ ποιεῖν.
τιμαὶ καὶ κολάσεις. εἰ γὰρ καὶ βούλῃ, φησι, θεατάς τινας ἔχειν τῶν ὑπὸ σοῦ γινομένων ἀγαθῶν ἔργων, ἰδοὺ ἔχεις οὐκ Ἀγγέλους, οὐκ Ἀρχαγγέλους, ἀλλὰ τὸν τῶν ὅλων Θεόν. εἰ δὲ καὶ ἀνθρώπους ἐπιθυμεῖς ἔχειν θεωροὺς, οὐδὲ ταύτης σε ἀποστερεῖ τῆς ἐπιθυμίας καιρῷ τῷ προσήκοντι. ἐν γὰρ τῷ αἰῶνι τῷ μέλλοντι αὐτός σε ὁ
Θεὸς ἀνακηρύξει τῆς οἰκουμένης παρούσης ἁπάσης· ὥστε εἰ βούλει μάλιστα ἀνθρώπους ἰδεῖν σου τὰ κατορθώματα, κρύψον αὐτοὺς νῦν, ἵνα μετὰ πλείονος τιμῆς τότε ἅμα πάντες θεάσονται τοῦ Θεοῦ φανερὰ ποιοῦντος καὶ παρὰ πᾶσιν ἀνακηρύττοντος. νῦν μὲν γάρ σου καὶ καταγνώσονται ὡς κενοδόξου οἱ βλέποντές σε, στεφανούμενον
δέ τότε ἰδόντες, οὐ μόνον οὐ καταγνώσονται, ἀλλὰ καὶ θαυμάσονται ἅπαντες.
λυπηρῶν ταπεινωθῆναι, ἀλλ’ ὡς ἐν αὐτοῖς διατρίβων τοῖς οὐρανοῖς ἑκατέρας ἀπήλλακται τῆς ἀνωμαλίας.
γενηθήτω τὸ θέλημά σου ἐν ἐμοὶ ἢ ἐν ἡμῖν, ἀλλὰ πανταχοῦ τῆς γῆς, ὥστε λυθῆναι τὴν πλάνην καὶ φυτευθῆναι τὴν ἀλήθειαν, καὶ ἐκβληθῆναι τὴν κακίαν ἅπασαν, καὶ ἐπανελθεῖν ἀρετήν· καἰ μηδὲν ἐν τούτῳ διαφέρειν λοιπὸν τὸν οὐρανὸν τῆς γῆς.
πολὺ τὸ πνευματικόν. οὐ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ ὑπὲρ τροφῆς οὐδὲ ὑπὲρ πολυτελείας οὐδὲ ὑπὲρ ἄλλου τῶν τοιούτων οὐδενὸς, ἀλλὰ ὑπὲρ ἄρτου μόνον ἐκέλευσεν τὴν εὐχὴν ποιεῖσθαι· καὶ ὑπὲρ ἄρτου ἐφημέρου.
ἕνεκεν ὑπομένεις τὴν μέριμναν;
κακοῖς, ὁ δὲ Θεὸς ἀναμάρτητος ὢν, ἀλλ’ ὁμῶς καὶ οὕτως τὴν αὐτοῦ φιλανθρωπίαν ἐπιδείκνυται.
δειξώμεθα.
πη αὐτῶν κακῶς. ἀλλ’ ἀπὸ τούτων πρὸς ἐκεῖνον μετατιθέναι τὴν ἔχθραν, ὡς πάντων αὐτὸν αἴτιον ὄντα τῶν κακῶν. κἀκεῖνος γὰρ ὁ πολεμῶν ἡμῖν ὑποτεταγμένος αὐτῷ ἐστιν, καὶ d ἐναντιοῦσθαι δοκῇ 2 τοῦ Θεοῦ συγχωροῦντος τέως· καὶ γὰρ καὶ αὐτὸς τῶν δούλων ἐστιν καὶ τῶν ἠτιμωμένων καὶ προσκεκρουκότων.
μόνον ἀσπαζόμενος, μετὰ τῶν ἐθνικῶν.
ποιοῦμεν αὐτὸ βασκαίνοντες εὐδοκιμοῦσιν τοῖς ἀδελφοῖς, ποίαν οὐχ ὑποστησόμεθα δίκην τῶν ἐθνικῶν ἑστῶτες κατώτεροι; πῶς δὲ τὴν τῶν οὐρανῶν βασιλείαν ὀψόμεθα εἰπέ μοι; πῶς δὲ τῶν ἱερῶν ἐκείνων προθύρων ἐπιβησόμεθα; διὸ ἐννοοῦντες τὰ εἰρημένα καὶ πρὸς τοὺς φίλους καὶ πρὸς τοὺς ἐχθροὺς πολλὴν ἐπιδειξώμεθα
τὴν ἀγάπην· καὶ τὸ καταγέλαστον ἔθος ἐκβαλόντες, τὸ ἀναμένειν τοὺς ἐχθροὺς πρωτοὺς προσειπεῖν· μᾶλλον ἡμεῖς ἅπερ ἔχει πολὺν μακαρισμὸν ἐπιδειξώμεθα· πρῶτοι τοὺς ἐχθροὺς προσαγορεύοντες καὶ εἰς φιλίαν προσκαλούμενοι.
ἐκφεύγειν τὴν λύμην ἐκ πολλοῦ τοῦ περιόντος.
πολλῆς κρύπτειν τὸ κτῆμα τοῦτο.
ἐρᾶν παρασκευάζει ὡς ὁ τῆς δόξης ἔρως. ἀνωτέρω μὲν οὖν, ὅτι ἐλεεῖν δεῖ μόνον, ἔλεγεν, ἐνταῦθα δὲ καὶ πόσον ἐλεεῖν χρὴ δείκνυσιν τὴν βλάβην.
τὴν ἐν τῇ ζωῇ ταύτῃ πρᾶξιν ἐθόλωσεν.
κηδομένου ἐκβάλλει Θεοῦ.
ἐστιν.
ἀν’ μεριμνᾷς καὶ κατατεινεις σεαυτὸν, οὔτε τῳ σώματι σου, μικρὸν προσθῆναι δυνήσῃ· οὔτε τι τῶν τῆς χρείας καρπώσασθαι, εἰ μὴ ἡ τοῦ Θεοῦ πρόνοια τὸ πᾶν ἀνύσῃ. ὡς ἃν εἰ ἐκεῖνος ἡμᾶς ἐγκαταλείπῃ, οὐ φροντὶς, οὐ μέριμνα, οὐ πόνος, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν ὠφελῆσαι δυνήσεται.
ἃν εἶεν ἄξιοι συγγνώμης οἱ ὑπὲρ τῶν πολυτελῶν μεριμνῶντες καὶ ἐν τῇ τῶν ἐθνικῶν εὐτελείᾳ μένοντες, καὶ τὴν αὐτῶν μικροψυχίαν ζηλοῦντες;
δὲ καί τις εἶποι πῶς οὖν φησὶν ἐκέλευσεν τὸν ἄρτον αἰτεῖν; μανθανέτω ὅτι τὸν ἐπιούσιον προσέθηκεν καὶ τούτῳ πάλιν τὸ σήμερον, ὥσπερ οὖν καὶ ἐνταῦθα ποιεῖ. οὐ γὰρ εἶπεν μὴ μεριμνήσητε.
τοιούτων, ἀλλὰ τὰς ἄνωθεν φερομένας πληγάς.
κατεκρήμνισαν, πολλῷ μᾶλλον ἃν εἰς τοὺς ἀνθρώπους ταῦτα εἰργάσαντο, ἐὰν μὴ ἡ τοῦ Θεοῦ βοήθεια κήδεται ἡμῶν.
εἰσόδῳ, πάντας αὐτοὺς συνεκάλεσεν. ὁ δὲ δεσπότης ἡμῶν Χριστὸς, οὐχὶ διαλεγόμενος μόνον οὐδὲ θεραπεύων οὐδὲ ἐλέγχων τοὺς ἐχθροὺς, ἀλλὰ καὶ ἀριστῶν διώρθου πολλοὺς τῶν κακῶς διακειμένων. διὰ τούτων διδάσκων ἡμᾶς ὅτι πᾶς καιρὸς καὶ πᾶν ἔργον δύναται παρέχειν ἡμῖν ὠφελίαν· καίτοιγε τὰ παρακείμενα τότε
ἐξ ἀδικίας ἦν καὶ πλεονεξίας, ἀλλ’ οὐ παρῃτήσατο ὁ Χριστὸς αὐτῶν μετασχεῖν· ἐπειδὴ μέγα τὸ κέρδος ἔμελλε γίνεσθαι· ὅθεν καὶ ὁμορόφιος καὶ ὁμοτράπεζος γίνεται τοῖς τὰ τοιαῦτα πλημμεληκόσιν· τοιοῦτον γὰρ ὁ ἰατρός. ἃν μὴ ἀνάσχηται τῆς σηπεδόνος τῶν καμνόντων, οὐκ ἀπαλλάττει τῆς ἀρρωστίας αὐτοὺς, καὶ
τοίγε πονηρὰν ἐντεῦθεν ἔλαβεν δόξαν, φάγος καὶ οἰνοπότης καὶ τελωνῶν φίλος καὶ ἁμαρτωλῶν ἀκούων.
ἐνομίζετο εἶναι τὸ πάθος. διὰ τοῦτο λανθάνει καὶ κρύπτεται. αὐδέπω γὰρ οὐδὲ αὕτη τὴν προσήκουσαν καὶ ἀπαρτισμένην περὶ αὐτοῦ δόξαν εἶχεν. ἐπεὶ οὐκ ἃν ἐνόμισεν λανθάνειν.
λύσῃ αὐτῆς τὸν φόβον, ὅπως μὴ ὑπὸ τοῦ συνειδότος κεντουμένη καθάπερ κεκλοφυῖα τὴν δωρεὰν, ἐναγωνία διατριβῇ· δεύτερον δὲ ἵνα αὐτὴν διορθώσηται, ἐπειδὴ ἐνόμισεν λανθάνειν. τρίτον δὲ ἵνα πᾶσαν τὴν πίστιν αὐτῆς δημοσιεύῃ, ὥστε καὶ τοὺς ἄλλους ζηλῶσαι δι’ ὧν καὶ τὸ στῆσαι τὰς πηγὰς τοῦ αἵματος, οὐκ ἐλάττον
σημεῖον τοῦτο παρέχεται τὸ δεῖξαι ὅτι πάντα ἐπίσταται. ἔπειτα δὲ καὶ τὸν ἀρχισυνάγωγον μέλλοντα διαπιστεῖν δι’ ὧν οἱ ἐλθόντες ἔλεγον, μὴ σκύλλε τὸν διδάσκαλον, ὅτι τέθνηκε τὸ κοράσιον, ἐν τούτῳ βεβαιῶν. διὰ τοῦτο δὲ εἶπεν τῇ γυναικί.
γοῦσιν καὶ Θεοῦ ἀπάγουσιν καὶ τῇ μελλούσῃ ζωῇ ἀπιστεῖν πείθουσιν.
ἀπαλλαγὴν τῶν δεινῶν· καὶ ταῦτα οὐ δύο καὶ τρία ἔτη μέλλοντες ταῦτα πάσχειν, ἀλλὰ παρὰ πάντα τὸν χρόνον τῆς ζωῆς αὐτῶν. τὸ γὰρ εἰπεῖν “ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται,” τοῦτο αἰνιττομένου ἐστιν.
τὰ πρὸ τοῦ σταυροῦ, διδοὺς ἀναπνεῦσαι τοῖς ἀθληταῖς, καὶ πολλὴν αὐτοῖς παρέχων τὴν ἄδειαν, καὶ τοῦτο ἐδήλωσεν λέγων.
δὲ πρώτους ἐκέλευσεν φεύγειν, ἀλλ’ ἐλαυνομένους ὑποχωρεῖν. καὶ οὐδὲ πολὺ τὸ διάστημα δίδωσιν, ἀλλ’ ὅσον περιελθεῖν τὰς πόλεις τοῦ Ἰσραήλ.
διδοὺς χώραν αὐτοῖς καὶ καιρὸν ποιεῖν ἅπερ ἐπέταξεν· οὐ γὰρ ἃν αὐτοῦ παρόντος ἠθέλησεν ἄν τις ἐκείνοις προσελθεῖν.
εἰδὼς αὐτὸν, ὁ παρὰ τοῦ Πατρὸς ἀκούσας, ὁ ἐπὶ πάντων ἀνακη- ρύξας, πῶς μετὰ ταῦτα πάντα πέμπει μανθάνων παρ’ αὐτοῦ; οὐδὲ γὰρ οὐ μόνον Ἰωάννου ἀμφισβητῆσαι περὶ αὐτοῦ πρέπον ἦν, ἀλλ’ ἐπειδὴ ζηλοτύπως ἀεὶ πρὸς τὸν Χριστὸν εἶχον οἱ Ἰωάννου μαθηταὶ, ἄνθρωπον ψιλὸν αὐτὸν ὑποπτεύοντες εἶναι, τὸν δὲ Ἰωάννην μείζονα
ἣ κατὰ ἄνθρωπον· καὶ τὸν μὲν Χριστὸν εὐδοκιμοῦντα ὁρῶντες, τὸν δὲ Ἰωάννην, καθὼς ἐκεῖνος εἶπεν, λοιπὸν λήγοντα· καὶ ἐπειδή περ ἕως μὲν ἦν Ἰωάννης μετ’ αὐτῶν παρεκάλει συνεχῶς καὶ ἐδίδασκεν, καὶ οὐδὲ οὕτως ἔπειθεν, ἔμελλεν δὲ λοιπὸν τελευτᾷν, διὰ τοῦτο νῦν πλειόνα ποιεῖται τὴν σπουδήν. καὶ γὰρ ἐδεδοίκει μὴ καταλείπῃ
πονηροῦ δόγματος ὑπόθεσιν, καὶ μείνωσιν ἀπερρηγμένοι τοῦ Χριστοῦ. εἰ μὲν οὖν εἶπεν ὅτι ἀπέλθετε πρὸς αὐτὸν, αὐτός μου βελτίων ἐστὶν, οὐκ ἃν ἔπεισεν αὐτοὺς δυσαποσπάστως ἔχοντας· εἰ δὲ ἐσίγησεν, οὐδὲν πλέον ἐγίνετο. Διὰ τοῦτο οὖν πέμπει αὐτοὺς, ὅπως παρ’ αὐτῶν ἀκούσῃ ὅτι θαύματα ἐργάζεται, καθὼς ὁ Λουκᾶς
φησίν. οὐδὲ οὕτως πάντας πέμπει, ἀλλὰ δυό τινας, οὓς ἤδει ἴσως τῶν ἄλλων εὐπειθεστέρους ὄντας· ἵνα ἀνύποπτος ἡ ἐρώτησις γένηται· ἵνα παρὰ τῶν πραγμάτων μάθωσιν τὸ μέσον τοῦ Κυρίου Ἰησοῦ κἀκείνου. εὐθέως γὰρ ἐλθόντων αὐτῶν εἰς τὸ ἐρωτῆσαι, ἐθεράπευσεν τυφλοὺς, χωλοὺς, καὶ ἑτέρους πολλοὺς διὰ τούτους τοὺς
ἀμφιβάλλοντας· καὶ θεραπεύσας, φησὶν πρὸς αὐτοὺς, πορευθέντες κ. τ. ἑ.
δέ τινες λέγοιεν ὅτι ᾔδει μὲν Ἰωάννης ὅτι αὐτὸς ἢν ὁ Χριστὸς, ἠγνόει δὲ ὅτι ὑπὲρ άνθρ. κ. τ. λ.
φησιν; ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. οὐκ ἄγει δὲ εἰς μέσον αὐτῶν τὴν ὑπόνοιαν· ἐπειδὴ οὐκ ἀπὸ πονηρίας ταῦτα ἐλογίζοντο, ἀλλὰ ἀπὸ τῆς τῶν εἰρημένων ἀγνοίας. τὴν λύσιν δὲ ἐπάγει, δεικνὺς ὅτι ᾔδει τὰ ἀπόρρητα πάντων τὸ δὲ τί ἐξήλθετε εἰς τὸν ἔρημον ἰδεῖν, διὰ τὸν καιρὸν ὅτε ἐβάπτιζεν ὁ Ἰωάννης λέγει
κάλαμον δὲ κ. τ. λ.
ἐννοησάτω αὐτοῦ τὴν τράπεζαν καὶ τὴν διαγωγὴν καὶ τῆς γνώμης τὸ ὕψος· ὥσπερ γὰρ ἐν οὐρανῷ, οὕτω διῆγεν, καὶ τῶν τῆς φύσεως ἀναγκῶν ἀνωτέρω γενόμενος ξένην τινὰ ὥδευεν ὁδὸν, ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ εὐχαῖς τὸν πάντα διάγων χρόνον· καὶ ἀνθρώπων μὲν οὐδενὶ, Θεῷ δὲ ὁμιλῶν μόνῳ διηνεκῶς. οὐδὲ γὰρ εἶδέν τινα τῶν
ὁμοδούλων, οὔτε ὤφθη τινὶ τούτων· οὐ κλίνης, οὐ στέγης, οὐκ ἀγορᾶς, οὐκ ἄλλου τινὸς ἀπήλαυσεν τῶν ἀνθρωπίνων· καὶ ἥμερος ἦν ὁμοῦ καὶ σφοδρός. καὶ γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ ἐπιεικείας διελέγετο, τῷ δήμῳ δὲ τῶν Ἰουδαίων μετὰ ἀνδρείας, τῷ βασιλεῖ μετὰ παρρησίας. διὰ τοῦτο δὲ ἐπήγαγεν ὅτι ὁ μικρότερος
κ. τ. ἑ. ἵνα μὴ ἡ ὑπερβολὴ τῶν ἐγκωμίων τέκῃ τινὰ ἀτοπίαν προτιμώντων αὐτὸν τοῦ Χριστοῦ τῶν Ἰουδαίων.
αἰνίγματα ἐτίθει διεγείρων αὐτοὺς εἰς ἐρώτησιν· εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ.
ἑστὼς τῷ ἑτέρῳ, ὥστε πάντως εἰς θάτερον ἐμπεσεῖν.
εἰσήρχοντο πεισθέντες.
σκιὰν καταλιπεῖν ἀγνώμονος ἀμφιβολίας. εἰ δὲ τὰ παραδείγματα εὐτελῆ εἶπεν καὶ κακέμφατα, οἷον τὸ “ ηὐλήσαμεν καὶ οὐκ ὠρχή- “σασθε,” μηδεὶς θαυμαζέτω· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διαλέγεται.
φησιν, ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ τοῦ Θεοῦ δικαιοσύνῃ οὐκ ὑπετάγησαν. οὐδὲ γὰρ ὅταν λέγῃ “ ἀπεκάλυψας,” τὸ πᾶν τοῦ Θεοῦ εἶναί φησιν, ἀλλὰ καὶ τῆς τῶν δεχομένων εὐγνωμοσύνης, ὥσπερ καὶ ὅταν λέγῃ Παῦλος, “ὅτι παρέδωκεν αὐτοὺς εἰς “ἀδόκιμον νοῦν, καὶ ἐτύφλωσεν αὐτῶν τὰ νοήματα” οὐ τὸν Θεὸν
εἰσάγων ταῦτα ἐνεργοῦντα φησὶν, ἀλλ’ ἐκείνους τοὺς τὴν αἰτίαν παρέχοντας·
δίδωμι τὴν ἀμοιβὴν, καὶ τὸ βραβεῖον ἤδη παρέχω. ἑαυτὸν δὲ εἰς ὑπόδειγμα τίθησιν καὶ εἰς μέσον ἄγει λέγων, “μάθετε ἀπ’ ἐμοῦ” κ.τ. ἑ. εὐπαράδεκτον ποιῶν τὸν λόγον, ἵνα μάθωμεν ἐξ αὐτοῦ ἡλίκον ἀγαθόν ἐστιν ἡ ταπεινοφροσύνη.
σάββατον καὶ ἐλύθη πολλάκις, μᾶλλον δὲ καὶ ἀεὶ ἐλύετο, καὶ ἐν τῇ περιτομῇ, καὶ ἐν ἑτέροις πλείοσιν ἔργοις. καὶ ἐν τῇ Ἱεριχῶ δὲ τὸ αὐτὸ γενόμενον ἴδοι τις ἄν· ὅπερ δὲ ὁ Δαβὶδ ἐποίησεν, τότε μόνον ἐγένετο. ἀλλ’ ἐπειδὴ ἀνάγκη ἦν, διὰ τοῦτο συγγνώμης ἐγένετο ἄξιος, αὐτός τε καὶ οἱ σὺν αὐτῷ.
βεβηλοῦσιν τὸ σάββατον, καὶ ἀναίτιοί εἰσιν, ὅπουγε καὶ χωρὶς περιστάσεως ἐστὶν ἡ λύσις, πολλῷ μᾶλλον ἔνθα ἡ περίστασις τὴν λύσιν ἐποίησεν. διόπερ φησὶν, “εἰ ἐγνώκειτε” κ. τ. ἑ.
αὐτῷ διὰ τὴν θεραπείαν. καὶ τότε λέγει τῷ ἀνθρώπῳ κ. τ. ἑ.
ἐπὶ δὲ τῷ παραδόξῳ τῆς μανίας αὐτῶν, καὶ τὸν προφήτην εἰσάγει ὁ Εὐαγγελιστης Ἡσαΐαν ταῦτα προαναφωνοῦντα καὶ λέγοντα· “ ἰδοὺ ὁ παῖς μου” κ. τ. ἑ.
λάβωσιν τὴν ἀφορμήν. εἰ δὲ ἀγνωμονοῦσιν, καὶ τοῖς αὐτοῖς ἐπιμένουσιν, μηδὲ ἀναίσχυντον λοιπὸν πρόφασιν ἔχουσιν εἰπεῖν.
κέκτησθε πονηρὰν φθεγγόμενοι. “ἐκ γὰρ τοῦ περισσεύματος τῆς “ καρδίας,” φησὶν “τὸ στόμα λαλεῖ.” δείκνυσιν δὲ καὶ ἐνταῦθα πάλιν τοῦτο εἰπὼν τὴν αὐτοῦ θεότητα γινώσκουσαν τὰ ἀπόρρητα, καὶ ὅτι οὐχὶ ῥημάτων μόνον, ἀλλὰ καὶ πονηρῶν ἐννοιῶν δώσουσι δίκην, καὶ ὅτι οἶδεν αὐτὰ ὡς Θεός· λέγει δὲ ὅτι καὶ ἀνθρώποις δυνατὸν
ταῦτα εἰδέναι. φύσεως γὰρ ἀκολουθία τοῦτο, τὸ ὑπερβλυζούσης ἔνδον τῆς πονηρίας ἐκχεῖσθαι ἔξω διὰ τοῦ στόματος τὰ ῥήματα. ὥστε ὅταν ἀκούσῃς ἀνθρώπου πονηρὰ φθεγγομένου, μὴ τοσαύτην νόμιζε μόνον πονηρίαν ἐγκεῖσθαι αὐτῷ ὅσην τὰ ῥήματα δείκνυται, ἀλλὰ πολλῷ πλειόνα στοχάζου εἶναι τὴν πηγήν. τὸ γὰρ ἔξωθεν
λεγόμενον τὸ περιττόν ἐστιν τοῦ ἔνδον· καὶ μὴ νομίσῃς, φησὶν, ἐπὶ τῆς πονηρίας τοῦτο γίνεσθαι μόνον, καὶ γὰρ καὶ ἐπὶ τῆς ἀγαθότητος τοῦτο συμβαίνει, μᾶλλον δὲ καὶ μειζόνως. πλείω γὰρ τῶν ἔξωθεν ῥημάτων ἡ ἔνδον ἀρετή. ὁ ἀγαθὸς γάρ φησι, ἄνθρωπος ἐκ τ. ἂγ. θ. κ. τ. ἑ. θησαυρὸν δὲ λέγει τὸ πλῆθος ἐνδεικνύμενος.
ἐξοίσει.
ἐπηρείας οὐκ ἀπὸ τῆς εἰς ἡμᾶς ἐπηρείας. ἀλλὰ ἀπὸ τῆς εἰς Θεὸν ἔχθρας ἐγένετο. ὅθεν δῆλον ὅτι μᾶλλον ὁ Θεὸς ἡμᾶς φιλεῖ, ἣ ἡμεῖς ἑαυτούς. Quæ seq. Chrysostomo tribuit Cod. Β. Origeni Cod. Coisl.
διαστολήν.
κάμηλον, οἱ δὲ κάρμηλον φασίν. ἀμφότεροι δὲ οὐ τὸ ζῶον ἀλλὰ τὸ σχοινίον λέγουσι τὸ τὰς ἀγκύρας δεσμεῦον.
ὁτ’ ἀν’ οἱ μὲν.
πολλάκις εἶπον, ὅτι οὐχὶ τῆς ἀκολουθίας ἐστὶν τοῦ καιροῦ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ τὸ τότε, ὅπου γὰρ ἀκολουθίαν ἐβούλετο εἰπεῖν, τὸ εὐθέως ἐπήγαγεν. ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τότε οὐ περὶ τῶν μετὰ ταῦτα εὐθέως λέγων, ἀλλὰ τὰ ἐν τῷ καιρῷ ᾧ μέλλει ταῦτα γίνεσθαι ἅπερ ἔμελλεν λέγειν· οὕτω καὶ ὅταν λέγῃ
“ἐν ἐκείναις ταῖς ἡμέραις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς,” οὐ τὸν ἑξῆς εὐθὺς λέγει καιρὸν, ἀλλὰ τὸν μετὰ πολλὰ ἔτη, καὶ τὸν καθ’ ὃν ταῦτα ἐγίνετο ἅπερ εἰπεῖν ἔμελλεν. καὶ γὰρ περὶ τῆς γεννήσεως τοῦ Χριστοῦ διαλεχθεὶς καὶ τῆς τῶν Μάγων παρουσίας, καὶ τῆς τελευτῆς Ἡρώδου, εὐθέως ἐπάγει, “ἐν ἐκείναις ταῖς
“ἡμέραις παραγίνεται Ἰωάννης ὁ βαπτιστής.” καίτοι τριάκοντα μεταξὺ γέγονεν ἔτη, ἀλλ’ ἔθος τῇ γραφῇ τούτῳ κεχρῆσθαι τῆς ἱστορίας τῷ τρόπῳ· οὕτω δὴ καὶ ἐνταῦθα, τὸν μέσον ἅπαντα χρόνον παρελθὼν, τὸν ἀπὸ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων ἕως τῶν προοιμίων τῆς συντελείας τοῦ σύμπαντος κόσμου λέγει.
ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστι οἱ τὰ ὑψηλὰ πετώμενοι καὶ ἀνωτάτων καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνηνεγμένοι ἐπ’ αὐτὸν συνδραμοῦνται.
ὅπερ μάλιστα τῆς γεέννης οὐχ ἧττον ἡμᾶς διατρώγειν μέλλει κατὰ τὸν καιρὸν ἐκεῖνον· ὅταν διὰ μικρὰν ῥοπὴν καὶ ὀλίγον ἱδρῶτα τὸν οὐρανὸν ὦμεν ἀπολωλεκότες, καὶ τὰ ἀπόρρητα ἀγαθά. καὶ γὰρ καὶ ὁ χρόνος βραχὺς, καὶ ὁ πόνος ὀλίγος· καὶ ὅμως ἐκλελύμεθα καὶ ἀναπεπτώκαμεν.
θρησκείας καὶ πολιτείας· ὡς ὅταν λέγῃ, “αὕτη ἡ γενεὰ τῶν ζη- “τούντων τὸν Κύριον,” ἀλλ’ ὅπερ εἶπεν τοῦτό ἐστιν, ὅτι πάντως ἐκβήσεται ταῦτα πάντα καὶ μένει ἡ γενεὰ τῶν πιστῶν οὐδενὶ τῶν εἰρημένων διακοπτομένη, ἀλλὰ καὶ τὰ Ἱεροσόλυμα ἀπολεῖται καὶ τὸ πλέον τῶν Ἰουδαίων ἀφανισθήσεται. ταύτης δὲ τῆς γενεᾶς
οὐδὲν περιγενήσεται, οὐ λιμὸς, οὐ λοιμὸς, οὐ σεισμὸς, οὐχ αἱ τῶν πολέμων ταραχαὶ, οὐ ψευδόχριστοι, οὐ ψευδοπροφῆται, οὐκ ἀπατεῶνες, οὐχ οἱ παραδίδοντες, οὐχ οἱ σκανδαλίζοντες, οὐχ οἱ ψευδάδελφοι, οὐκ ἄλλος οὐδεὶς τοιοῦτος πειρασμός. εὐκολώτερον γάρ, φησιν, ἀφανισθῆναι τὰ πεπηγότα ταῦτα καὶ ἀκίνητα. τοῦτο
γὰρ σημαίνει ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, ἣ τῶν λόγων τῶν ἐμῶν τι διαπεσεῖν· τοῦτο γὰρ δηλοῖ “ οἱ δὲ λόγοι μου οὐ μὴ “παρελθῶσιν.”
δὲ καὶ δημιουργὸν ἑαυτὸν ἐμφαίνων καὶ ἐντεῦθεν τοῦ παντὸς, καὶ τὴν δύναμιν αὐτοῦ τὴν ἄφατον σημαίνων.
Cat. Evang. S. Marci, p. 415, 18.
ὄλεθρος· καὶ ὥσπερ ἡ ὠδῖν’ ἐν γαστρὶ ἐχούσῃ. καὶ εἰ τρυφὴ πῶς θλίψις; εἶπεν γὰρ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων τρυφὴ τοῖς ἀναισθήτως διακειμένοις, θλίψις δὲ καὶ ἀθυμία τοῖς δικαίοις· ὅθεν δείκνυται ὅτι τοῦ Ἀντιχρίστου ἐλθόντος τὰ τῶν ἀτόπων ἡδονῶν ἐπιταθήσεται ἐν τοῖς παρανόμοις, καὶ τῆς οἰκείας ἀπογνῶσιν σωτηρἱας.
ὥσπερ γὰρ τῆς κιβωτοῦ γινομένης, οὐκ ἐπίστευόν φησιν, ἀλλὰ προέκειτο μὲν ἐν μέσῳ τὰ μέλλοντα προανακηρύττουσα κακὰ, ἐκεῖνοι δὲ ὁρῶντες αὐτὴν ὡς οὐδενὸς ἐσομένου δεινοῦ οὕτως ἐτρύφων, οὕτω καὶ νῦν. φανεῖται μὲν ὁ Ἀντίχριστος, μεθ’ ὃν ἡ συντέλεια καὶ αἱ κολάσεις καὶ αἱ τιμωρίαι αἱ ἀφόρητοι· οἱ δὲ τῇ κακίᾳ
συνεχόμενοι, οὐδὲ αἰσθήσονται τοῦ φόβου τῶν ἐσομένων δεινῶν.
δούλου καὶ τοῦ ἀγνώμονος, καθολικώτερον περὶ πάσης ὠφελείας λέγει, καὶ εἰς τὸν πλησίον ἐπιδείκνυσθαι χρή. ἐπὶ δὲ ταύτης τῆς τῶν παρθένων, περὶ ἐλεημοσύνης ἰδικῶς τῆς ἐν χρήμασι παρακελεύεται· καὶ σφοδρότερον ἣ ἐπὶ τῆς προτέρας παραβολῆς· ἐκεῖ μὲν γὰρ τὸν τύπτοντα τοὺς συνδούλους καὶ μεθυσκόμενον καὶ τὰ
δεσποτικὰ σκορπίζοντα καὶ ἀπολλῶντα κολάζει, ἐνταῦθα δὲ καὶ τὸν οὐκ ὠφελοῦντα, οὐδὲ δαψιλῶς τοῖς δεομένοις κενοῦντα τὰ ὄντα. εἶχον μὲν γὰρ καὶ αἱ μωραὶ παρθένοι ἔλαιον· οὐ δαψιλὲς δὲ, διὸ κολάζονται.
τὸ τυραννικὸν a πέλαγος; οὐδαμῶς, ἀλλ’ οὕτως εὔκολον πολιτείαν, ὡς μηδὲ ὀργάνων δεῖσθαι, ἀλλὰ ψυχῆς καὶ διαθέσεως μόνης.
ἀκαίρους ἔχειν· ἀνανήψωμεν λοιπὸν καὶ γνῶμεν ὅτι οὐχὶ π.
ἱερέως εἶναι θυγατέρα, πολλῷ μᾶλλον αὐτὸν τὸν ἱερωμένον; ἐπορνεύθη τις. 30. νῦν ἱερωμ. τις.
ἔκφρονας, παραπλῆγας, ὅλους τοῦ λαμβάνειν, καθάπερ καὶ Ἰούδας ἐγένετο.
διακωδωνήσας γὰρ αὐτὸν ἐν ἀρχῇ καὶ προσβαλὼν ἠρέμα, ἐπειδὴ εἶδεν ἐπιτήδειον πρὸς ὑποδοχὴν, ὅλος λοιπὸν ἐνταῦθα ἔπνευσεν, καὶ ὁλοσχερῶς αὐτοῦ περιγέγονεν.
ἀλλὰ μετὰ τὸ φαγεῖν αὐτὸ λοιπὸν ἑστιώμενοι· ὃ δὲ λέγει ἕτερος Εὐαγγελιστὴς “ὅτι ἐπιθυμίᾳ ἐπεθύμησα τὸ Πάσχα τοῦτο φαγεῖν “μεθ’ ὑμῶν,” τοῦτο δηλοῖ, ὅτι κατὰ τὸν ἐνιαυτὸν τοῦτον, ὅτε ἤμελλεν ἡ σωτηρία τῆς οἰκουμένης γίνεσθαι, καὶ τὰ μυστήρια παραδίδοσθαι, καὶ τὰ λυπηρὰ λύεσθαι διὰ τοῦ θανάτου· οὕτω
κάτα γνώμην αὐτῷ ο σταυρὸς ἢν·
καὶ γὰρ πολλῆς ἀπολαύσας βοηθείας οὐδὲν ὠφελήθη· ἐπειδὴ καὶ μὴ θέλησε καὶ τὰ παρ’ αὐτοῦ συνεισενεγκεῖν. διὰ γὰρ τοῦτο καὶ ἐταλάνισεν αὐτὸν εἰπὼν “οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ·” καὶ ἐφόβησεν αὐτὸν πάλιν εἰπὼν, “καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη.” καὶ ἐνέτρεψεν αὐτὸν βάψας τὸ ψωμίον καὶ ἐπιδεδωκὼς, ὥστε τῆς πονηρᾶς
αὐτὸν ἀνατρέψαι βουλῆς. τοσαύτη δὲ ἦν αὐτοῦ ἡ πήρωσις, ὅτι καὶ τῶν μυστηρίων μετασχὼν, ἔμενεν ὁ αὐτὸς ἀμετάβλητος. καὶ τοῦτο ὁ Λουκᾶς δηλοῖ λέγων, ὅτι μετὰ τοῦτο εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς· οὐ τοῦ σώματος καταφρονῶν ὁ διάβολος τοῦ φοβεροῦ, ἀλλὰ τῆς ἀναισχυντίας λοιπὸν καταγελῶν τοῦ προδότου.
ἀφῆκεν πεσεῖν συνεσταλμένον τε αὐτὸν κατασκευάζων, καὶ εἰς πλειόνα ἀγάπην λοιπὸν ἀλείφων.
Supplementum et varietas lectionis ad commentarium Chrysostomi in evangelium sancti Matthaei (e cod. Oxon. Bodl. Auct. T.1.4). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.