ΕΥΑΓΓΕΛΙΟΝ TO ΚΑTΑ ΜΑΡΚΟΝ.
ὡς γέγραπται ἐν τοῖς προφήταις, Ἴδου ἐγὼ ἀποστέλλω τὸν Ἄγγελον μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθεν σου.
ὁ Καισαρείας ἐν τῷ πρὸς Μαρῖνον περὶ τῆς δοκούσης ἐν τοῖς Εὐαγγελίοις περὶ τῆς ἀναστάσεως διαφωνίας. Ὠριγένης δὲ ἐν ἑκτῷ τόμῳ τῶν εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον ἐξηγητικῶν φησι, δύο προφητείας ἐν διαφόροις εἰρημένας τόποις ὑπὸ δύο προφητῶν εἰς ἓν συναγαγὼν πεποίηκεν, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ
“ἰδοὺ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς “ κατασκευάσει τὴν ὁδόν σου· φωνὴ βοῶντος ἐν τῇ ἑ ρημῷ, Ἑτοι- “ μάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.” τὸ μὲν γὰρ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ μετὰ τὴν περὶ τοῦ Ἐζεκίου ἱστορίαν ἀναγέγραπται. τὸ δὲ “ ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν
“ μου πρὸ προσώπου σου” ὑπὸ Μαλαχίου. ἐπιτεμόμενος οὖν ὁ Εὐαγγελιστὴς, ὡς ὑπὸ ‘Hσαΐου εἰρημένας τὰς δύο χρήσεις παρἔθηκεν. τὴν δὲ ὁμοίαν ἐπιτομὴν πεποίηται, καὶ ἔπι τοῦ “ ἴδου ἐγὼ “ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευ- “ άσει τὴν ὁδόν σου,” παρασιωπήσας τὸ προκείμενον “ἔμπροσθέν “ σου.” καὶ ἐν ἄλλοις δὲ οὐ μόνος αὐτὸς ἀλλὰ καὶ οἱ λοιποὶ Εὐαγγελισταὶ τοῦτο ποιοῦσιν, ἐπιτεμόμενοι τὰς προφητικὰς ῥήσεις.
ταύτην δὲ τὴν χρῆσιν παρήγαγεν καὶ ὁ Ματθαῖος ὡς ἐπ’ αὐτοῦ εἰρημένην τοῦ Σωτῆρος περὶ τοῦ βαπτιστοῦ πρὸς τοὺς ὄχλους, ἡνίκα μετὰ τὴν ἐρώτησιν οἱ τοῦ Ἰωάννου μαθηταὶ ἐπορεύθησαν. εἰπὼν γὰρ “τί ἐξήλθετε προφήτην ἰδεῖν; ναὶ λέγω ὑμῖν καὶ περισ- “σότερον προφήτου” φησίν· “οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται
“ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελον μου πρὸ προσώπου σου” καὶ τὰ ἑξῆς. πρότερον γὰρ τῶν Ἰουδαίων μαρτυρίαν θεὶς, τότε τὴν τῷ προφήτῃ ἐφαρμόζει.
οὕτω δὴ καὶ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων.
καὶ διδασκάλων τοῦ λαοῦ πυνθανόμενοι τὲ ὅστις εἴη καὶ διερωτῶσι, μὴ ἆρα αὐτὸς εἴη ὁ Χριστὸς, Ἠλίας, ἣ ὁ προφήτης; τούτων μὲν οὐδεὶς εἶναι ἔλεγεν· διερωτῶσι δὲ ἑξῆς καὶ λέγουσιν, εἶπον οὖν ἡμῖν ὅστις εἴη, ἵνα ἀπόκρισιν [ὑμῖν] δῶμεν τοῖς πέμψασιν ἡμᾶς, τί λέγεις περὶ σεαυτοῦ; ταύτην τὴν ἀπόκρισιν ἐδίδου λέγων, “ἐγὼ
“φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ” καὶ τὰ ἑξῆς. ὅπερ εἰς ἑαυτὸν πληροῦσθαι ἐδίδασκεν, ἑαυτὸν μὲν εἶναι τὸν βοῶντα ἐπὶ τῆς ἐρήμου παριστὰς, καὶ τὴν ἔρημον ἑτέραν οὖσαν παρὰ τὴν Μώσεως δεικνὺς, ἐν ἧ τὰς διατριβὰς ἐποιεῖτο.
τοῦ Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
καταβὰν ἔμεινεν ἐπ’ αὐτόν. φωνή τε ἐνέχθη πατρικὴ τῷ Υἱῷ μαρτυροῦσα, “οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, αὐτοῦ “ἀκούετε.” τοῦτό τοι προεγνωκὼς ἐν πνεύματι ὁ μακάριος Ζαχαρίας ὁ τούτου πατὴρ, προεφήτευσε λέγων, “καί σὺ παιδίον προφήτης “Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοι-
“μάσαι ὁδοὺς αὐτοῦ.” ἅπερ οὖν πλατύτερον ἐξέθετο ὁ Ματθαῖος, συντεμὼν ὁ παρὼν Εὐαγγελίστης ἐπιφέρει “ἐγένετο Ἰωάννης “βαπτίζων ἐν ἐρήμῳ καὶ τὰ ἑξῆς.
βάπτισμα μετανοίας, καὶ τὰ ἑξῆς. h ὁρᾷς καὶ διὰ τί i ἐκήρυττεν, εἰς τοῦτο δηλονότι k μόνον ἔτι προοδοποιῶν παραγεγόνει, καὶ προετοιμάζων, οὐ τὴν δωρεὰν χαριζόμενος, ὅπερ ἦν ἄφεσις, ἀλλὰ προπαρασκευάζων τὰς ψυχὰς τῶν μελλόντων δέχεσθαι τὸν τῶν ὅλων Θεόν. Τὸ μὲν γὰρ Ἰωάννου βάπτισμα διὰ μετανοίας
ἐκάθηρεν εἰς εὐτρεπισμὸν ἁγιασμοῦ· τὸ δὲ τοῦ Χριστοῦ, διὰ χάριτος ἡγίαζεν εἰς τελείωσιν.
1
“πίνων καὶ εἴπατε, δαιμόνιον ἔχει. πρὸς τὸ ἐθρηνήσαμεν ἀποδοὺς, πρὸς δὲ τὸ “ηὐλήσαμεν” περὶ ἑαυτοῦ, “ἦλθεν ὁ υἱὸς τοῦ “ἀνθρώπου ἐσθίων,” καὶ τὰ ἑξῆς.
τοῦ οὐρανοῦ, τρεφομένου δὲ τῷ μὲν δοκοῦντι t λόγῳ μετεωροπόρῳ, ἀλλ’ οὐ βεβηκότι u ὑπὲρ τῶν πτερύγων, οὐδὲ δυναμένῳ x ὑπεραναβῆναι τῆς γῆς, καὶ ἐπὶ τὰ ὑψηλὰ φθάναι αὐτῆς y.
τῆς ἐμμελοῦς νοήσεως καὶ ζητήσεως.
ἕτερον δὲ τὸ κύψαντα λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων. καὶ ἀκόλουθόν γε, μηδενὸς σφαλλομένου τῶν Εὐαγγελιστῶν, ἀμφότερα κατὰ διαφόρους καιροὺς εἰρηκέναι τὸν a βαπτιστὴν, καθ’ ἕτερον νοῦν b. κειμένου γὰρ περὶ τῶν αὐτῶν, ὡς οἴονται τινες οἱ ὑπομνημονεύσαντες c, διαφόρως ἠνέχθησαν, μὴ ἀκριβοῦντες τῇ
μνήμῃ ἕκαστον τῶν εἰρημένων ἣ γεγενημένων.
2 “ λογισθήσεται, καὶ ἡ ταὐτῆς δικαιοσύνη ὡς ῥάκος g ἀποκαθη- “ μένης.”
“βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ κατὰ πολλάς.”
ἐρχόμενον βαπτισθῆναι, μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα αὐτοῦ διαλάμπει τὸ ὑψηλόν· ἕτερα γάρ τινα οἰκονομῶν ἐπὶ τὸ βάπτισμα ἔρχεται τοῦ n Ἰωάννου. ὃ τοῦ μὲν ἡμετέρου ἀτελέστερον ἦν, τοῦ δὲ Ἰουδαϊκοῦ ὑψηλότερον· μέσον πῶς ἀμφοτέρων ὑπάρχον, ἵνα δι’ αὐτῆς τῆς τοῦ βαπτίσματος
φύσεως μάθῃς, ὅτι οὐ δι’ ἁμαρτίας ἐβαπτίσθη· αὐτὸς γὰρ ἦν ὁ αἴρων τὴν ο ἁμαρτίαν τοῦ κόσμου, “ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, “οὐδ᾿ εὑρέθη δόλος,” καὶ τὰ ἑξῆς Ρ. οὐδὲ ὡς τῆς τοῦ πνεύματος δεόμενον χορηγίας, ἑκάτερον γὰρ τούτων ἔρημον ἦν ἐκεῖνο τὸ βάπτισμα· ἀλλ’ οὐδὲ πολλῷ πλέον εἰς μετάνοιαν καθάπερ οἱ λοιποὶ
παραγίνονται q. Καὶ αὐτοῦ γὰρ τοῦ βαπτιστοῦ πολὺ μείζων r ἦν, καὶ ἀσυγκρίτως ἐστὶ καθαρώτερος. τίνος οὖν ἕνεκεν ἐβαπτίσατο; ἵνα γνωρισθῇ τοῖς πολλοῖς, καὶ πιστεύσωσιν, ὡς ὁ Παῦλός φησι.
οὐχ ὡς τότε πρῶτον ἐπιφοιτήσαντος (οὐδὲ γὰρ ἦν 3 ἔρημος) ἀλλ’ ἵνα δείξῃ τὸν κηρυττόμενον, ὥσπερ δακτύλῳ τινι τῇ πτήσει πᾶσι t γνώριμον ποιοῦν u. καὶ διὰ τὸ πληρῶσαι πᾶσαν δικαιοσύνην, βαπτίζεται v, ἥτις ἐστιν τῶν ἐντολῶν ἡ πλήρωσις. ἐντολὴ δὲ καὶ τὸ πεισθῆναι x προφήτῃ βαπτίζοντι· ὅτι γὰρ βούλημα ἦν τοῦ Θεοῦ τὸ βάπτ’ ἵζεσθαι πάντας τότε,
ἄκουσον τί φησιν· “ὁ πέμψας με βαπτίζειν ὕδατι.” καὶ πάλιν ὁ Χριστός· “οἱ τελῶναι καὶ αἱ y πόρναι ἐδικαίωσαν τὸν Θεὸν “βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου, οἱ δὲ Φαρισαῖοι καὶ οἱ z “Γραμματεῖς ἠθέτησαν τὴν βουλὴν τοῦ Θεοῦ, μὴ βαπτισθέντες “ὑπ’ αὐτοῦ.” Εἰ τοίνυν πείθεσθαι a τῶ Θεῶ δικαιοσύνη, ὁ δὲ
Θεὸς ἔπεμψε τὸν Ἰωάννην, ὥστε βαπτίσαι τὸν λαὸν, μετὰ τῶν ἄλλων ἁπάντων τῶν νομικῶν, καὶ τοῦτο ἐπλήρωσεν ὁ b Χριστός. εἰ δὲ καὶ διὰ τὸ c ἁγιάσαι τὰ ὕδατα ἡμῖν ἐβαπτίσθη· καὶ τοῦτο λέγων οὐκ ἃν ἁμάρτοις. διὸ καὶ τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατήει d. ὅπου γὰρ καταλλαγὴ Θεοῦ, περιστερὰ, ὡς ἐπὶ τῆς
κιβωτοῦ τοῦ Νῶε· καὶ νῦν ἐν εἴδει περιστερᾶς, οὐκ ἐν σώματι, τὸ Πνεῦμα ἔρχεται, τὸν ἔλεον τοῦ Θεοῦ καταγγέλλον e τῇ οἰκουμένῃ, ἅμα καὶ δηλοῦν, ὅτι τὸν πνευματικὸν, ἀπόνηρον εἶναι χρὴ καὶ πρᾶον, ἁπλοῦν τε καὶ ἄδολον.
τοὺς οὐρανοὺς, καὶ τὸ Πνεῦμα ὡσεὶ περιστερὰν καταβαῖνον ἐπ’ αὐτόν.
ἣ καὶ ἑτέρα ἐκ h προσώπου τοῦ Πατρός.
ἐβαπτίσθη, οὐδὲ ὡς τῆς τοῦ Πνεύματος δεόμενος χορηγίας. καὶ 4 γὰρ καὶ ἀναμάρτητος ἦν, καὶ τὸ Πνεῦμα ἐν ἑαυτῷ οὐσιωδῶς εἶχεν ἀεὶ.
καὶ ἦν ἐκεῖ ἐν τῆ ἐρήμῳ ἡμέρας τεσσαράκοντα, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ.
βάπτισμα μείζονας ὑπομείνειε πειρασμοὺς, μὴ ταράττηται ὡς παρὰ προσδοκίαν τοῦ πράγματος γενομένου, ἀλλὰ μένῃ m γενναίως πάνθ’ n ὑποφέρων. Διὰ τοῦτο γὰρ o οὐδ’ Ρ ἐπιόντας κωλύει τοὺς πειρασμοὺς ὁ Θεός· πρῶτον μὲν ἵνα μάθῃς ὅτι πολλῷ γέγονας ἰχυρότερος· ἔπειτα ἵνα μένῃς μετριάζων, μηδὲ q τῷ μεγέθει τῶν
δωρεῶν ἐπαρθῇς r, τῶν πειρασμῶν συστέλλειν σε δυναμένων s. καὶ ἵνα ὁ πονηρὸς ἀπὸ τῆς βασάνου τῶν πειρασμῶν πληροφορηθῇ ὅτι τέλεον αὐτὸν ἐγκαταλιπὼν ἀπέστης t. τέταρτον, ἵνα ταύτῃ ὥσπερ σίδηρος στομωθῇς, καὶ ἰσχυρότερος γένῃ. πέμπτον, ἵνα σαφῆ λαβῆς ἀπόδειξιν τῶν πιστωθέντων υ σοι θησαυρῶν. οὐδὲ γὰρ ἂν x
ἐπῆλθεν ὁ διάβολος, εἰ μή σε σε y ἐν μείζονι γενόμενον z εἶδεν τιμῇ.
γενναίως·
κατὰ τὸ εἰρημένον· “οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς “διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σω- “τηρίαν;” νόει δέ μοι καὶ καθ’ ἕκαστον, ὅτι συντελεσθέντος παντὸς πειρασμοῦ, Ἄγγελοι προσέρχονται διακονοῦντες τῷ νενι- κηκοτι.
“γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.”
“ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ g τὴν παραθαλασσίαν·” καὶ “ἀπὸ τότε ἤρξατο κηρύσσειν, καὶ λέγειν,” οὐχὶ, τὸ μετανοεῖτε, καὶ τὰ ἑξῆς, ἄλλα μόνον τὸ, “ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.” ἔδει γὰρ τὸ μετανοεῖτε προτασσόμενον τούτου λεχθῆναι ὑπὸ Ἰωάννου ἑτοιμάζοντος h τὴν ὁδὸν τοῦ Κυρίου. Κατὰ οὖν τὸν Μάρκον ὁ
Κύριος ἡμῶν ἔλεγεν τὸ, πεπλήρωται ὁ καιρὸς, καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ. ἔδει i δὲ πληρωθέντος τοῦ καιροῦ k. κατὰ τὸ “ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν “αὐτοῦ.” τὴν l διὰ τῶν προφητῶν πέρας εἰληφέναι οἰκονομίαν m. διὸ κατὰ τὸν πειρασμὸν καὶ τοὺς προσελθόντας Ἀγγέλους διακονεῖν
τῷ Ἰησοῦ, ἀκούει Ἰησοῦς n ὅτι Ἰωάννης παρεδόθη.
“ αγγελίῳ s.”
ἃ προέγνωκεν καὶ προώρισε, μετὰ τοῦτο x ἑαυτὸν ταπεινώσῃ y καὶ ὑπήκοος γένηται μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
τῷ Ματθαίῳ ὁ Μάρκος τὰ πολλὰ c ἐκτίθεται, ἀλλ’ ἐπιτετμημένως. Μετὰ δὲ τὴν τῶν Ἀποστόλων ἐκλογὴν ἐπιφέρει, “καὶ εἰς “πορεύονται εἰς Καπερναούμ d.”
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.