ΚΕΦ. Η.
ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησε δώδεκα ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύττειν.
πανταχοῦ γὰρ ὡς ἐπίπαν τοῖς θαύμασι τὴν εὐχὴν ἐπιτίθησιν, οὐχ ὡς ἀσκῶν ἀρετὴν, ἀλλ’ ἵνα ἡμεῖς μάθωμεν διανυκτερεύειν ἐν προσευχῇ τοῦ Θεοῦ, καὶ τῶν ὑφ’ ἡμῶν γενομένων c καλῶν αὐτὸν αἴτιον καὶ ποιητὴν καὶ συνεργὸν ὑπολαμβάνειν, καὶ ἀνυμνεῖν τὸν τῶν ἀγαθῶν δοτῆρα· ἴσως δὲ καὶ ἕτερόν τι οἰκονομῶν καὶ τοὺς ἡγουμένους
διδάσκων τῆς ἐκκλησίας πρὸ τῶν γινομένων ὑπ’ αὐτῶν χειροτονιῶν διανυκτερεύειν ἐν προσευχῇ, ὅπως μὴ ματαία γένηται αὐτοῖς ἡ προβολή d. αὐτὸς γὰρ ὡς Θεὸς ἐπιστάμενος τὰς ἁπάντων καρδίας καὶ τὰ μέλλοντα εἰδὼς ἀκριβῶς, τῶν ἑαυτοῦ Ἀποστόλων, οὕτω τὴν προβολὴν e ἐποιήσατο· εἰ καὶ τὸν Ἰούδαν ἑκουσίως προἐξάκουστα
1 εἴλετο, ἵνα δείξη ὡς οὐ φύσει εἰσὶ σωζόμενοι καὶ ἀπολλύμενοι f. ἀλλ’ ἕκαστος ἑαυτὸν σωτηρίας ἣ ἀπωλείας ἀποδείκνυσιν ἄξιον. ὅτι γὰρ ᾔδει ὡς προδότης ἔσεται Ἰούδας, διδάσκει τὰ εὐαγγέλια. γενομένης οὖν, κατὰ τὸν Λουκᾶν, ἡμέρας, προσκαλεῖται οὓς ἠθέλησε, καὶ ἐκλεξάμενος ἐξ αὐτῶν δώδεκα (ἦσαν γὰρ πλείους οἱ
παρόντες) Ἀποστόλους ὠνόμασεν, εἰς παρασκευὴν τοῦ πράγματος καί εἰς τὸ μέλλον ὑπ’ αὐτῶν πληρωθήσεσθαι ἔργον, δοὺς αὐτοῖς δύναμιν (τοῦτο γὰρ ἡ ἐξουσία) θεραπεύειν τὰς g νόσους καὶ ἀπελαύνειν. εἶτα λέγει καὶ τὰ ὀνόματα, ἵνα μὴ σφάλῃς περὶ τὰς προσηγορίας, ἴνα μὴ ὁ τυχὼν εἴπῃ Ἀπόστολος γεγονέναι.
καὶ φησιν ὡς h ἐπέθηκεν ὄνομα τῷ Σίμωνι ὄνομα Πέτρον i, ἵνα προλάβῃ τὸ ἔργον ἡ κλῆσις προφητικῶς. Πέτρος γὰρ αὐτὸν κέκληκεν, ἐπειδὴ ἐν πέτρᾳ ἤμελλεν οἰκοδομεῖν, ἐπειδὴ ἀρραγὴς ἣν ὁ λόγος καὶ ἡ πίστις ἀσάλευτος. καὶ τοὺς υἱοὺς εβεδαίου Ἰάκωβον, καὶ Ἰωάννην ἐπονομάζει Βοανεργὲς, ὁ ἐστιν υἱοὶ βροντῆς,
διὰ τὸ μέγα καὶ διαπρύσιον ἠχῆσαι τῇ οἰκουμένῃ τῆς θεολογίας τὰ δόγματα καὶ τόνδε, καὶ τόνδε, ἵνα μάθῃς τοὺς δώδεκα.
ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν·
ἔλεγον γὰρ ὅτι ἐξέστη.
νομίζων οὐν περὶ τῶν Φαρισαίων καὶ Γραμματέων λέγειν τὸν Εὐαγγελιστὴν, ὡς ἀκούσαντες περὶ αὐτοῦ καὶ τοῦ περιεστῶτος αὐτὸν ὄχλου, ὑπὸ βασκανίας ἐκβακχευθέντες εἰς ὀργὴν, ἔδραμον αὐτὸν ἐπισχεῖν, ἐκεῖνο k ὑπολαμβάνοντες πάσχειν ὅπερ αὐτοὶ πεπόνθασι. μανία γὰρ σαφὴς καὶ φρενῶν ἔκστασις τὸν τῶν τοιούτων
θαυμάτων l ποιητὴν, καὶ ψυχῶν εὐεργέτην, καὶ θεικῆς σοφίας 2 διδάσκαλον, ὑπολαμβάνειν ἐξίστασθαι. ὅθεν ἐπάγει πέρι τινων φησι σαφῶς διηγούμενος ὅτι οἱ γραμματεῖς κ. τ. ἑ.
τοῦτο· ὅπου δὲ οὐκ ἐπισκοτεῖται ὁ νοῦς, ὀξύτερον ὁρᾷ, καὶ πρὸς τὴν ἐπίγνωσιν τοῦ Κυρίου προάγονται· οἱ δὲ τοῦ νόμου διδάσκαλοι συκοφαντοῦσι, καὶ πρᾶγμα τοῖς θείοις διδάγμασιν ἐναντιώτατον ὑπὸ τοῦ πονηροῦ λύσιν ἐννοοῦσι γίνεσθαι.
αὐτοῖς, πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι
ἡ βασιλεία ἐκείνη· καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ
δύναται σταθῆναι ἡ οἰκία ἐκείνη· καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν, μεμέρισται, καὶ οὐ δύναται σταθῆναι,
ἀλλὰ τέλος ἔχει.
ἐπὶ οἰκίας καὶ πόλεως ἐστὶν ἰδεῖν ὁμοίως συμβαῖνον. οὐκοῦν καὶ ἡ τοῦ Σατανᾶ βασιλεία, εἴπερ ἐφ’ ἑαυτὴν μεμέρισται, καὶ ὁ Σατανᾶς τὸν Σατανᾶν ἀπελαύνει τῶν ἀνθρώπων, ἤγγικεν ἡ κατάλυσις τῶν δαιμόνων, ὡς ἔοικε· τὸ μὲν γὰρ κράτος αὐτοῖς ἐν τῷ τῶν ἀνθρώπων κρατεῖν. εἰ δὲ τοῦτο αὐτοὶ ἑαυτοῖς ἀφαιροῦσιν, οὐδὲν
ἕτερόν ἐστιν εἰπεῖν ἣ τὴν βασιλείαν αὐτοῖς λελύσθαι. εἰ δὲ συνέαὐτὰ 3 στηκεν ἡ βασιλεία τοῦ πονηροῦ, καὶ κρατεῖ τῶν ἐν ἀνθρώποις ἔτι, δῆλος ὡς οὐ διῃρέθη κἀς ἑαυτῆς.
δαιμόνων οὐκ ἄν ποτε ἐγένετο· ἐπεὶ μηδὲ οἷόν τε ἦν ἐκείνους ἑαυτοὺς ἀφελέσθαι τῆς ἐξουσίας αὐτῶν τοὺς ἀνθρώπους.
ἃν βλασφημήσωσιν· ὃς δ’ ἃν βλασφημήσῃ εἰς τὸ
Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’
ἔνοχός ἐστιν αἰωνίου κρίσεως· ὅτι ἔλεγον, Πνεῦμα ἀκά. θαρτον ἔχει.
οὐκ ἀνεπίδεκτον πάντως τὴν μετάγνωσιν ἕξει· σκληρὸν γὰρ τοῦτο καὶ ἀνεπίγνωμον πάντη· καὶ τῆς τοῦ πάντας ἀνθρώπους ἐλαύνοντας ἐπὶ σωτηρίαν φιλανθρωπίας.
βασιλεία Θεοῦ· οὕτως καὶ ἡ βλασφημίας ἡ κατὰ τούτου κατὰ Θεοῦ γίνεται. ἀσυγχώρητον δὲ εἶναι λοιδορίαν Θεοῦ, ὡς ἐν ἑαυτῇ q συγγνώμην οὐκ ἔχουσαν. τὴν γὰρ εἰς υἱὸν r ἔχειν πρὸς σύγκρισιν ἐκείνης, καθ’ ὃ νενόμιστο τότε s, καὶ ἑώρατο ἄνθρωπος ὣν, καὶ δι’ εὐτελείας ἐλθὼν καὶ γένους εὐκαταφρονήτου· τὸ δὲ μήτε ἐπὶ τοῦ
παρόντος αἰῶνος μήτε ἐπὶ τοῦ μέλλοντος ἀφίεσθαι, τὴν κατὰ νόἐκείνου 4 μον ἑρυηνεύει t κρίσιν καὶ τὴν μέλλουσαν. ὅτε γὰρ νόμος τὸν καταρώμενον Θεὸν θανατοῦσθαι κελεύει, καὶ ὁ Κύριος ἐπιψηφιεῖται τῷ νόμῳ, συγγνώμην ἐπὶ τῷ τοιούτῳ μὴ διδούς. παρασεσιωπημένη δὲ ἐν τούτοις ἡ διὰ βαπτίσματος ἄφεσις εἴη, ἐπεὶ μηδὲ καιρὸς ἦν πω u περὶ ταύτης Ἰουδαίοις διαλέγεσθαι. μεταξὺ γάρ
πὼς εὑρίσκεται αὕτη τῆς τε ἐν τῷ αἰῶνι τούτῳ καὶ τῆς μελλούσης κατακρίσεως, ὅτι πᾶς ὁ βαπτιζόμενος ἔξεισιν ἀπὸ τοῦ αἰῶνος τούτου, καὶ μεταξὺ πῶς παρούσης καὶ τῆς μελλούσης ζωῆς ἐξετάζεται· καὶ οὕτω παραίτησιν τῆς ἐκ νόμου κατακρίσεως ἴσχει κατὰ τὸν λέγοντα Παῦλον, “Θεὸς ὁ δικαιῶν, τὶς ὁ κατακρίνων;”
οὐκοῦν τὸ τὰ θαύματα καὶ τὴν τῶν δαιμόνων κατάλυσιν, ἃ μόνου τοῦ Πνεύματός ἐστι ποιεῖν, ταῦτα τῷ δαίμονι παρατιθέναι, οὐδεμίαν ὑμῖν ἀπολογίαν ἢ συγνώμην τῆς βλασφημίας καταλείπει. ταῦτα δὲ οὔτε τὴν εἰς ἑαυτὸν βλασφημίαν ἀφίεσθαι ἀποφηνάμενος x, οὔτε τοῖς βλασφημοῦσι κατὰ τοῦ Πνεύματος χώραν
μετανοίας, εἰ βούλοιντο y, ἀφιεὶς οὐδεμίαν, ἀλλ’ ἐν παραθέσει τὴν εἰς αὐτὸν βλασφημίαν, ὡς εἰς ἄνθρωπον τότε γίνεσθαι μόνον δοκοῦσαν, ἐλάττονα φάσκων εἶναι, ὅταν τῇ βλασφημίᾳ τοῦ Ἁγίου συγκρίνηται Πνεύματος.
ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν.
καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἴδου, ἡ
μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσί σε. καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ
μου ἢ οἱ ἀδελφοί μου; καὶ περιβλεψάμενος κύκλῳ
τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε, ἡ μήτηρ μου καὶ
οἱ ἀδελφοί μου. ὃς γὰρ ἃν ποιήση τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.
καὶ τοὺς ἀδελφούς· ἀλλὰ δεικνὺς ὅτι πάσης σωματικῆς 5 συγγενείας προτιμᾷ τῆς ψυχῆς τὴν οἰκειότητα· διὰ τούτου κἀκείνους στέργων ταῦτα ἐπάγοιντο· πρὸς γὰρ τὸν οἰόμενον ὡς ἐπὶ b σπουδαιότερον καλεῖν αὐτὸν τῶν οἰκείων τὴν ὁμιλίαν, ἀναγκαῖον ἦν τοῦτο εἰπεῖν, ὁμοῦ καὶ εἰς διδασκαλίαν τῶν παρόντων. ἄλλως δέ φησιν ὅτι μήπω τότε πεπιστεύκεισαν εἰς αὐτὸν οἱ ἀδελφοὶ
αὐτοῦ, ὡς μανθάνομεν παρὰ Ἰωάννου. παρὰ δὲ τοῦ Μάρκου, ὅτι ὡς ἐξεστηκότα κατέχειν ἐπείρουν. ἐπειδὴ c γοῦν τοιαύτης ἤσαν διανοίας, καὶ ὁ Κύριος αὐτῶν οὐχ ὡς οἰκείων ἐμνήσθη· μανθάνομεν δὲ ὅτι καὶ τοῦ Χριστοῦ κατὰ Πνεῦμα d συγγενεῖς καθιστάμεθα.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.