ΚΕΦ. ΛΒ.
τῶν μαθητῶν αὑτοῦ. καὶ λέγει αὐτοῖς, ὑπάγετε εἰς τὴν
κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ ὃν οὐδεὶς ἀνθρώπων κεκάθικε· λύσαντες αὐτὸν ἀγάγετε.
οὔτε αὐτοῖς κατάδηλος ἦν, οὔτε ὁ καιρὸς παθεῖν ἐγγύς. διόπερ ἀδιαφορώτερον αὐτοῖς ἀνεμίγνυτο, καὶ μᾶλλον ἑαυτὸν κρύπτων· οὔτε γὰρ μᾶλλον ἐθαυμαστώθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. ἐπειδὴ δὲ καὶ τῆς αὐτοῦ δυνάμεως πεῖραν ἔδωκεν ἱκανὴν, καὶ ὁ σταυρὸς ἐπὶ θύραις ἦν, μειζόνως
ἐκλάμπει λοιπὸν, καὶ μετὰ πλείονος ἅπαντα πράττει περιφανείας τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. Θέα δέ μοι πόσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται προφητεῖαι. εἶπεν ὅτι εὑρήσετε ὄνον. προεῖπεν ὅτι οὐδεὶς κωλύσει· μὴ γὰρ μικρὸν νομίσῃς εἶναι τὸ γεγενημένον. τίς γὰρ αὐτοὺς ἔπεισε τῶν ἰδίων ἀφαιρουμένων, καὶ ταῦτα
πένητας ὄντας ἴσως καὶ γεωργοὺς, μὴ ἀντειπεῖν ἑλκομένων τῶν ὑποζυγίων, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς ; ἀπὸ τούτων αὐτοὺς παιδεύει ὅτι καὶ Ἰουδαίους ἠδύνατο κωλύειν μέλλοντας αὐτῷ ἐπιέναι, καὶ ἀφώνους καταστῆσαι· ἀλλ’ οὐκ ἠθέλησεν. καὶ σημεῖον δὲ τὸ γινόμενον ἦν· οὐ γὰρ ἀπὸ τοῦ ὄρους
τῶν Ἐλαιῶν εἰς Ἰερουσαλὴμ ἐξιόντι τῷ Κυρίῳ χρεία τις ἐπ’ ὄνου καθέζεσθαι; ὃς τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν ἅπασαν διῄει πεζὸς, ἀλλὰ τὸ ἔποχον αὐτὸν ἐπὶ τοῦ πώλου θεωρεῖσθαι, δηλοῖ τὸ ἐπὶ τοῦ νέου λαοῦ καθέζεσθαι τὸν οὐράνιον ἡγεμόνα καὶ βασιλέα τῆς Ἰερουσαλήμ. τὸ γὰρ νέον τῆς κλήσεως ἐδήλωσεν ὁ πῶλος· ἀλλὰ
καὶ τὸ πάλαι μὴ καθαρὸν τῶν νῦν καλουμένων. ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον.
ἦν δηλοῦσα τὸ καταπειθὲς τῶν ἐθνῶν, καὶ τὴν ἀθρόαν εἰς εὐταξίαν μεταβολήν.
ἀληθείᾳ ἕπονται. ἀπὸ δὲ τῶν σημείων ἐπεγνωκότες τὸν Κύριον οἱ ὄχλοι, καὶ εὐφημίαν ἐποιοῦντο εἰς αὐτὸν, καὶ υἱὸν εἶναι Δαβὶδ καὶ Χριστὸν εἶναι πιστεύοντες, καὶ τὸ “ εὐλογημένος ὁ ἐρχόμενος “ ἐν ὀνόματι Κυρίου” κατὰ τὸν ψαλμὸν ἐπιβόωντες. Τὸ γὰρ “ ὡσαννὰ” ὕμνος ἑρμηνεύεται.
οὖν ἀναπέμπουσιν τῷ ἐρχομένῳ ἐν ὀνόματι Κυρίου. εὐλογοῦσι δὲ καὶ τὴν βασιλείαν αὐτοῦ, καὶ ἐπὶ πᾶσι Θεῶ τῶ ἐν ὑψίστοις τὴν δοξολογίαν ἀναπέμπουσιν, καθὼς ἐννοεῖν ἠδύναντο.
Catena In Marcum (Recensio ii) (E Codd. Oxon. Bodl. Laud. 33 + Paris. Coislin. 23 + Paris. gr. 178). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.